< Πραξεις 1 >
1 Τον μεν πρώτον λόγον έκαμον, ω Θεόφιλε, περί πάντων όσα ήρχισεν ο Ιησούς να κάμνη και να διδάσκη,
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
2 μέχρι της ημέρας καθ' ην ανελήφθη, αφού διά Πνεύματος Αγίου έδωκεν εντολάς εις τους αποστόλους, τους οποίους εξέλεξεν·
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
3 εις τους οποίους και εφανέρωσεν εαυτόν ζώντα μετά το πάθος αυτού διά πολλών τεκμηρίων, εμφανιζόμενος εις αυτούς τεσσαράκοντα ημέρας και λέγων τα περί της βασιλείας του Θεού.
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ·
4 Και συνερχόμενος μετ' αυτών, παρήγγειλε να μη απομακρυνθώσιν από Ιεροσολύμων, αλλά να περιμένωσι την επαγγελίαν του Πατρός, την οποίαν ηκούσατε, είπε, παρ' εμού.
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου·
5 Διότι ο μεν Ιωάννης εβάπτισεν εν ύδατι, σεις όμως θέλετε βαπτισθή εν Πνεύματι Αγίω ουχί μετά πολλάς ταύτας ημέρας.
ὅτι Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 Εκείνοι λοιπόν συνελθόντες ηρώτων αυτόν, λέγοντες· Κύριε, τάχα εν τω καιρώ τούτω αποκαθιστάνεις την βασιλείαν εις τον Ισραήλ;
Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7 Είπε δε προς αυτούς· Δεν ανήκει εις εσάς να γνωρίζητε τους χρόνους ή τους καιρούς, τους οποίους ο Πατήρ έθεσεν εν τη ιδία αυτού εξουσία,
εἶπεν πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
8 αλλά θέλετε λάβει δύναμιν, όταν επέλθη το Άγιον Πνεύμα εφ' υμάς, και θέλετε είσθαι εις εμέ μάρτυρες και εν Ιερουσαλήμ και εν πάση τη Ιουδαία και Σαμαρεία και έως εσχάτου της γης.
ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρίᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
9 Και αφού είπε ταύτα, βλεπόντων αυτών ανελήφθη, και νεφέλη υπέλαβεν αυτόν από των οφθαλμών αυτών.
καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 Και ενώ ήσαν ατενίζοντες εις τον ουρανόν ότε αυτός ανέβαινεν, ιδού, άνδρες δύο με ιμάτια λευκά εστάθησαν πλησίον αυτών,
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
11 οίτινες και είπον· Άνδρες Γαλιλαίοι, τι ίστασθε εμβλέποντες εις τον ουρανόν; ούτος ο Ιησούς, όστις ανελήφθη αφ' υμών εις τον ουρανόν, θέλει ελθεί ούτω καθ' ον τρόπον είδετε αυτόν πορευόμενον εις τον ουρανόν.
οἳ καὶ εἶπαν Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε υπέστρεψαν εις Ιερουσαλήμ από του όρους του καλουμένου Ελαιώνος, το οποίον είναι πλησίον της Ιερουσαλήμ, απέχον οδόν σαββάτου.
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
13 Και ότε εισήλθον, ανέβησαν εις το ανώγεον, όπου είχον το κατάλυμα, ο Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας, Φίλιππος και Θωμάς, Βαρθολομαίος και Ματθαίος, Ιάκωβος Αλφαίου και Σίμων ο Ζηλωτής και Ιούδας Ιακώβου.
καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάνης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14 Ούτοι πάντες ενέμενον ομοθυμαδόν εις την προσευχήν και την δέησιν μετά των γυναικών και Μαρίας της μητρός του Ιησού και μετά των αδελφών αυτού.
οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Και εν ταις ημέραις ταύταις σηκωθείς ο Πέτρος εις το μέσον των μαθητών, είπεν· ήτο δε ο αριθμός των εκεί παρόντων ως εκατόν είκοσιν·
Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι
16 Άνδρες αδελφοί, έπρεπε να πληρωθή η γραφή αύτη, την οποίαν προείπε το Πνεύμα το Άγιον διά στόματος του Δαβίδ περί του Ιούδα, όστις έγεινεν οδηγός εις τους συλλαβόντας τον Ιησούν,
Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν,
17 διότι ήτο συνηριθμημένος με ημάς και έλαβε την μερίδα της διακονίας ταύτης.
ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
18 Ούτος λοιπόν απέκτησεν αγρόν εκ του μισθού της αδικίας, και πεσών πρόμυττα εσχίσθη εις το μέσον, και εξεχύθησαν όλα τα εντόσθια αυτού·
οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
19 και έγεινε γνωστόν εις πάντας τους κατοικούντας την Ιερουσαλήμ, ώστε ο αγρός εκείνος ωνομάσθη εν τη ιδία αυτών διαλέκτω Ακελδαμά, τουτέστιν, αγρός αίματος.
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, τοῦτ’ ἔστιν Χωρίον αἵματος.
20 Διότι είναι γεγραμμένον εν τω βιβλίω των Ψαλμών· Ας γείνη η κατοικία αυτού έρημος και ας μη ήναι ο κατοικών εν αυτή· και, Άλλος ας λάβη την επισκοπήν αυτού.
γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
21 Πρέπει λοιπόν εκ των ανδρών, οίτινες συνήλθον μεθ' ημών καθ' όλον τον καιρόν, καθ' ον εισήλθε και εξήλθε προς ημάς ο Κύριος Ιησούς,
δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22 αρχίσας από του βαπτίσματος του Ιωάννου έως της ημέρας καθ' ην ανελήφθη αφ' ημών, εις εκ τούτων να γείνη μεθ' ημών μάρτυς της αναστάσεως αυτού.
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάνου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
23 Και έστησαν δύο, Ιωσήφ τον καλούμενον Βαρσαβάν, όστις επωνομάσθη Ιούστος, και Ματθίαν.
Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
24 Και προσευχηθέντες είπον· Συ, Κύριε, καρδιογνώστα πάντων, ανάδειξον εκ των δύο τούτων ένα, όντινα εξέλεξας,
καὶ προσευξάμενοι εἶπαν Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
25 διά να λάβη την μερίδα της διακονίας ταύτης και αποστολής, εκ της οποίας εξέπεσεν ο Ιούδας διά να απέλθη εις τον τόπον αυτού.
λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 Και έδωκαν τους κλήρους αυτών, και έπεσεν ο κλήρος εις τον Ματθίαν, και συγκατεψηφίσθη μετά των ένδεκα αποστόλων.
καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συνκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.