< Πραξεις 8 >

1 Ο δε Σαύλος ήτο σύμφωνος εις τον φόνον αυτού. Και έγεινεν εν εκείνη τη ημέρα διωγμός μέγας κατά της εκκλησίας της εν Ιεροσολύμοις και πάντες διεσπάρησαν εις τους τόπους της Ιουδαίας και Σαμαρείας, πλην των αποστόλων.
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρίας πλὴν τῶν ἀποστόλων.
2 Έφεραν δε τον Στέφανον εις τον τάφον άνδρες ευλαβείς και έκαμον θρήνον μέγαν επ' αυτόν.
συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ.
3 Ο δε Σαύλος εκακοποίει την εκκλησίαν, εμβαίνων εις πάσαν οικίαν και σύρων άνδρας και γυναίκας, παρέδιδεν εις την φυλακήν.
Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
4 Οι μεν λοιπόν διασπαρέντες διήλθον ευαγγελιζόμενοι τον λόγον.
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5 Ο δε Φίλιππος, καταβάς εις την πόλιν της Σαμαρείας, εκήρυττεν εις αυτούς τον Χριστόν.
Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρίας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
6 Και οι όχλοι προσείχον ομοθυμαδόν εις τα λεγόμενα υπό του Φιλίππου, ακούοντες και βλέποντες τα θαύματα, τα οποία έκαμνε.
προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
7 Διότι εκ πολλών εχόντων πνεύματα ακάθαρτα εξήρχοντο αυτά φωνάζοντα μετά μεγάλης φωνής, και πολλοί παραλυτικοί και χωλοί εθεραπεύθησαν,
πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
8 και έγεινε χαρά μεγάλη εν εκείνη τη πόλει.
ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
9 Άνθρωπος δε τις Σίμων ονομαζόμενος προϋπήρχεν εν τη πόλει, κάμνων μαγείας και εκπλήττων τον λαόν της Σαμαρείας, λέγων εαυτόν ότι είναι μέγας τις·
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρίας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
10 εις τον οποίον έδιδον προσοχήν πάντες από μικρού έως μεγάλου, λέγοντες· Ούτος είναι η δύναμις του Θεού η μεγάλη.
ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ καλουμένη Μεγάλη.
11 Έδιδον δε προσοχήν εις αυτόν, διότι είχεν εκπλήξει αυτούς πολύν καιρόν με τας μαγείας.
προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγίαις ἐξεστακέναι αὐτούς.
12 Ότε όμως επίστευσαν εις τον Φίλιππον ευαγγελιζόμενον τα περί της βασιλείας του Θεού και του ονόματος του Ιησού Χριστού, εβαπτίζοντο άνδρες τε και γυναίκες.
ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
13 Ο δε Σίμων και αυτός επίστευσε, και βαπτισθείς έμενε πάντοτε μετά του Φιλίππου, και θεωρών σημεία και θαύματα μεγάλα γινόμενα εξεπλήττετο.
ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
14 Ακούσαντες δε οι απόστολοι οι εν Ιεροσολύμοις ότι η Σαμάρεια εδέχθη τον λόγον του Θεού, απέστειλαν προς αυτούς τον Πέτρον και Ιωάννην·
Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάνην,
15 Οίτινες καταβάντες προσηυχήθησαν περί αυτών διά να λάβωσι Πνεύμα Αγιον·
οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν Πνεῦμα Ἅγιον·
16 διότι δεν είχεν έτι επιπέσει επ' ουδένα εξ αυτών, αλλά μόνον ήσαν βεβαπτισμένοι εις το όνομα του Κυρίου Ιησού.
οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
17 Τότε επέθετον τας χείρας επ' αυτούς, και ελάμβανον Πνεύμα Άγιον.
τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18 Ιδών δε ο Σίμων ότι διά της επιθέσεως των χειρών των αποστόλων δίδεται το Πνεύμα το Άγιον, προσέφερεν εις αυτούς χρήματα,
ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα
19 λέγων· Δότε και εις εμέ την εξουσίαν ταύτην, ώστε εις όντινα επιθέσω τας χείρας να λαμβάνη Πνεύμα Άγιον.
λέγων Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον.
20 Και ο Πέτρος είπε προς αυτόν· το αργύριόν σου ας ήναι μετά σου εις απώλειαν, διότι ενόμισας ότι η δωρεά του Θεού αποκτάται διά χρημάτων.
Πέτρος δὲ εἶπεν πρὸς αὐτόν Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
21 Συ δεν έχεις μερίδα ουδέ κλήρον εν τω λόγω τούτω· διότι η καρδία σου δεν είναι ευθεία ενώπιον του Θεού.
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ.
22 Μετανόησον λοιπόν από της κακίας σου ταύτης και δεήθητι του Θεού, ίσως συγχωρηθή εις σε η επίνοια της καρδίας σου·
μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
23 επειδή σε βλέπω ότι είσαι εις χολήν πικρίας και δεσμόν αδικίας.
εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
24 Αποκριθείς δε ο Σίμων, είπε· Δεήθητε σεις υπέρ εμού προς τον Κύριον, διά να μη έλθη επ' εμέ μηδέν εξ όσων είπετε.
ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε.
25 Εκείνοι λοιπόν, αφού εμαρτύρησαν και ελάλησαν τον λόγον του Κυρίου, υπέστρεψαν εις Ιερουσαλήμ, κηρύξαντες το ευαγγέλιον και εν πολλαίς κώμαις των Σαμαρειτών.
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.
26 Άγγελος δε Κυρίου ελάλησε προς τον Φίλιππον, λέγων· Σηκώθητι και ύπαγε προς μεσημβρίαν εις την οδόν την καταβαίνουσαν από Ιερουσαλήμ εις Γάζαν· αύτη είναι έρημος.
Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
27 Και σηκωθείς υπήγε. Και ιδού, άνθρωπος Αιθίοψ ευνούχος, άρχων της Κανδάκης της βασιλίσσης των Αιθιόπων, όστις ήτο επί πάντων των θησαυρών αυτής, ούτος είχεν ελθεί διά να προσκυνήση εις Ιερουσαλήμ,
καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ,
28 και υπέστρεφε και καθήμενος επί της αμάξης αυτού, ανεγίνωσκε τον προφήτην Ησαΐαν.
ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἡσαΐαν.
29 Είπε δε το Πνεύμα προς τον Φίλιππον· Πλησίασον και προσκολλήθητι εις την άμαξαν ταύτην.
εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
30 Και ο Φίλιππος έδραμε πλησίον και ήκουσεν αυτόν αναγινώσκοντα τον προφήτην Ησαΐαν και είπεν· Άραγε γινώσκεις α αναγινώσκεις;
προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
31 Ο δε είπε· Και πως ήθελον δυνηθή, εάν δεν με οδηγήση τις; Και παρεκάλεσε τον Φίλιππον να αναβή και να καθήση μετ' αυτού.
ὁ δὲ εἶπεν Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32 Το δε χωρίον της γραφής, το οποίον ανεγίνωσκεν, ήτο τούτο. Εφέρθη ως πρόβατον επί σφαγήν· και ως αρνίον έμπροσθεν του κείροντος αυτό άφωνον, ούτω δεν ανοίγει το στόμα αυτού.
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33 Εν τη ταπεινώσει αυτού αφηρέθη η κρίσις αυτού· την δε γενεάν αυτού τις θέλει διηγηθή; διότι σηκόνεται από της γης η ζωή αυτού.
Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34 Αποκριθείς δε ο ευνούχος προς τον Φίλιππον, είπε· Παρακαλώ σε, περί τίνος λέγει τούτο ο προφήτης; περί εαυτού περί άλλου τινός;
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
35 Και ανοίξας ο Φίλιππος το στόμα αυτού και αρχίσας από της γραφής ταύτης, ευηγγελίσατο εις αυτόν τον Ιησούν.
ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36 Και καθώς εξηκολούθουν την οδόν, ήλθον εις το ύδωρ, και λέγει ο ευνούχος· Ιδού ύδωρ· τι με εμποδίζει να βαπτισθώ;
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος Ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
37 Και ο Φίλιππος είπεν· Εάν πιστεύης εξ όλης της καρδίας, δύνασαι. Και αποκριθείς είπε· Πιστεύω ότι ο Ιησούς Χριστός είναι ο Υιός του Θεού.
38 Και προσέταξε να σταθή η άμαξα, και κατέβησαν αμφότεροι εις το ύδωρ, ο Φίλιππος και ο ευνούχος, και εβάπτισεν αυτόν.
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39 Ότε δε ανέβησαν εκ του ύδατος, Πνεύμα Κυρίου ήρπασε τον Φίλιππον, και δεν είδεν αυτόν πλέον ο ευνούχος· αλλ' επορεύετο την οδόν αυτού χαίρων.
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40 Ο δε Φίλιππος ευρέθη εις Άζωτον, και διερχόμενος εκήρυττεν εις πάσας τας πόλεις, εωσού ήλθεν εις Καισάρειαν.
Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάριαν.

< Πραξεις 8 >