< Πραξεις 6 >
1 Εν δε ταις ημέραις ταύταις, ότε επληθύνοντο οι μαθηταί, έγεινε γογγυσμός των Ελληνιστών κατά των Εβραίων, ότι αι χήραι αυτών παρεβλέποντο εν τη καθημερινή διακονία.
Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
2 Τότε οι δώδεκα, προσκαλέσαντες το πλήθος των μαθητών, είπον· Δεν είναι πρέπον να αφήσωμεν ημείς τον λόγον του Θεού και να διακονώμεν εις τραπέζας.
Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις.
3 Σκέφθητε λοιπόν, αδελφοί, να εκλέξητε εξ υμών επτά άνδρας μαρτυρουμένους, πλήρεις Πνεύματος Αγίου και σοφίας, τους οποίους ας καταστήσωμεν επί της χρείας ταύτης·
Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.
4 ημείς δε θέλομεν εμμένει εν τη προσευχή και τη διακονία του λόγου.
Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
5 Και ήρεσεν ο λόγος ενώπιον παντός του πλήθους· και εξέλεξαν τον Στέφανον, άνδρα πλήρη πίστεως και Πνεύματος Αγίου, και Φίλιππον και Πρόχορον και Νικάνορα και Τίμωνα και Παρμενάν και Νικόλαον, προσήλυτον Αντιοχέα,
Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
6 τους οποίους έστησαν ενώπιον των αποστόλων και προσευχηθέντες επέθεσαν επ' αυτούς τας χείρας.
οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 Και ο λόγος του Θεού ηύξανε, και επληθύνετο ο αριθμός των μαθητών εν Ιερουσαλήμ σφόδρα, και πολύ πλήθος των ιερέων υπήκουον εις την πίστιν.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8 Ο δε Στέφανος, πλήρης πίστεως και δυνάμεως, έκαμνε τέρατα και σημεία μεγάλα εν τω λαώ.
Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
9 Και εσηκώθησάν τινές των εκ της συναγωγής της λεγομένης Λιβερτίνων και Κυρηναίων και Αλεξανδρέων και των από Κιλικίας και Ασίας, φιλονεικούντες με τον Στέφανον,
Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ.
10 και δεν ηδύναντο να αντισταθώσιν εις την σοφίαν και εις το πνεύμα, με το οποίον ελάλει.
Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
11 Τότε έβαλον κρυφίως ανθρώπους, λέγοντας ότι ηκούσαμεν αυτόν λαλούντα λόγια βλάσφημα κατά του Μωϋσέως και του Θεού·
Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν.
12 και διήγειραν τον λαόν και τους πρεσβυτέρους και τους γραμματείς, και επελθόντες ήρπασαν αυτόν και έφεραν εις το συνέδριον,
Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν, καὶ ἤγαγον εἰς τὸ συνέδριον,
13 και έστησαν μάρτυρας ψευδείς, λέγοντας· Ο άνθρωπος ούτος δεν παύει λαλών λόγια βλάσφημα κατά του αγίου τούτου τόπου και του νόμου·
ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου·
14 διότι ηκούσαμεν αυτόν λέγοντα, ότι Ιησούς ο Ναζωραίος ούτος θέλει καταλύσει τον τόπον τούτον και αλλάξει τα έθιμα, τα οποία παρέδωκεν εις ημάς ο Μωϋσής.
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
15 Και ατενίσαντες εις αυτόν πάντες οι καθήμενοι εν τω συνεδρίω, είδον το πρόσωπον αυτού ως πρόσωπον αγγέλου.
Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.