< Πραξεις 5 >
1 Άνθρωπος δε τις Ανανίας το όνομα μετά της γυναικός αυτού Σαπφείρης επώλησε κτήμα
Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα,
2 και εκράτησεν από της τιμής, εν γνώσει και της γυναικός αυτού, και φέρων μέρος τι έθεσεν εις τους πόδας των αποστόλων.
καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
3 Είπε δε ο Πέτρος· Ανανία, διά τι εγέμισεν ο Σατανάς την καρδίαν σου, ώστε να ψευσθής εις το Πνεύμα το Άγιον και να κρατήσης από της τιμής του αγρού;
εἶπεν δὲ ὁ Πέτρος Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4 Ενώ έμενε, δεν ήτο σου; και αφού επωλήθη, δεν ήτο εν τη εξουσία σου; διά τι έβαλες εν τη καρδία σου το πράγμα τούτο; δεν εψεύσθης εις ανθρώπους, αλλ' εις τον Θεόν.
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ.
5 Ενώ δε ήκουεν ο Ανανίας τους λόγους τούτους, έπεσε και εξεψύχησε, και επέπεσε φόβος μέγας επί πάντας τους ακούοντας ταύτα.
ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας.
6 Σηκωθέντες δε οι νεώτεροι, ετύλιξαν αυτόν και εκβαλόντες έθαψαν.
ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7 Μετά δε περίπου τρεις ώρας εισήλθεν η γυνή αυτού, μη εξεύρουσα το γεγονός.
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
8 Και απεκρίθη προς αυτήν ο Πέτρος· Ειπέ μοι, διά τόσον επωλήσατε τον αγρόν; Και εκείνη είπε· Ναι, διά τόσον.
ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν Ναί, τοσούτου.
9 Και ο Πέτρος είπε προς αυτήν· Διά τι συνεφωνήσατε να πειράζητε το Πνεύμα του Κυρίου; ιδού, εις την θύραν οι πόδες των θαψάντων τον άνδρα σου και θέλουσιν εκβάλει και σε.
ὁ δὲ Πέτρος πρὸς αὐτήν Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
10 Και έπεσε παρευθύς εις τους πόδας αυτού και εξεψύχησεν· εισελθόντες δε οι νεανίσκοι, εύρον αυτήν νεκράν και εκβαλόντες έθαψαν πλησίον του ανδρός αυτής.
ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11 Και επέπεσε φόβος μέγας εφ' όλην την εκκλησίαν και επί πάντας τους ακούοντας ταύτα.
Καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 Πολλά δε σημεία και τέρατα εγίνοντο εν τω λαώ διά των χειρών των αποστόλων· και ήσαν ομοθυμαδόν άπαντες εν τη στοά του Σολομώντος.
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν πάντες ἐν τῇ στοᾷ Σολομῶντος·
13 Εκ δε των λοιπών ουδείς ετόλμα να προσκολληθή εις αυτούς, ο λαός όμως εμεγάλυνεν αυτούς·
τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
14 και προσετίθεντο μάλλον πιστεύοντες εις τον Κύριον, πλήθη ανδρών τε και γυναικών,
μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
15 ώστε έφερον έξω εις τας πλατείας τους ασθενείς και έθετον επί κλινών και κραββάτων, διά να επισκιάση καν η σκιά του Πέτρου ερχομένου τινά εξ αυτών.
ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16 Συνήρχετο δε και το πλήθος των πέριξ πόλεων εις Ιερουσαλήμ φέροντες ασθενείς και ενοχλουμένους υπό πνευμάτων ακαθάρτων, οίτινες εθεραπεύοντο άπαντες.
συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Και σηκωθείς ο αρχιερεύς και πάντες οι μετ' αυτού, οίτινες ήσαν αίρεσις των Σαδδουκαίων, επλήσθησαν ζήλου
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
18 και επέβαλον τας χείρας αυτών επί τους αποστόλους, και έβαλον αυτούς εις δημοσίαν φυλακήν.
καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19 Άγγελος όμως Κυρίου διά της νυκτός ήνοιξε τας θύρας της φυλακής, και εκβαλών αυτούς είπεν·
Ἄγγελος δὲ Κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν
20 Υπάγετε, και σταθέντες λαλείτε εν τω ιερώ προς τον λαόν πάντας τους λόγους της ζωής ταύτης.
Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς Ζωῆς ταύτης.
21 Και ακούσαντες εισήλθον την αυγήν εις το ιερόν και εδίδασκον. Ελθών δε ο αρχιερεύς και οι μετ' αυτού, συνεκάλεσαν το συνέδριον και όλην την γερουσίαν των υιών του Ισραήλ και έστειλαν εις το δεσμωτήριον, διά να φέρωσιν αυτούς.
ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
22 Οι δε υπηρέται ελθόντες δεν εύρον αυτούς εν τη φυλακή, και επιστρέψαντες απήγγειλαν,
οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23 λέγοντες ότι το μεν δεσμωτήριον εύρομεν κεκλεισμένον μετά πάσης ασφαλείας, και τους φύλακας ισταμένους έξω έμπροσθεν των θυρών, ανοίξαντες δε ουδένα εύρομεν έσω.
λέγοντες ὅτι Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
24 Ως δε ήκουσαν τους λόγους τούτους και ο ιερεύς και ο στρατηγός του ιερού και οι αρχιερείς, ήσαν εν απορία περί αυτών εις τι έμελλε να καταντήση τούτο.
ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
25 Και ελθών τις απήγγειλε προς αυτούς, λέγων ότι ιδού, οι άνθρωποι, τους οποίους εβάλετε εις την φυλακήν, ίστανται εν τω ιερώ και διδάσκουσι τον λαόν.
παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
26 Τότε υπήγεν ο στρατηγός μετά των υπηρετών και έφερεν αυτούς, ουχί μετά βίας· διότι εφοβούντο τον λαόν, μη λιθοβοληθώσι.
Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, μὴ λιθασθῶσιν·
27 Και αφού έφεραν αυτούς, έστησαν εν τω συνεδρίω. Και ηρώτησεν αυτούς ο αρχιερεύς
ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28 λέγων· Δεν σας παρηγγείλαμεν ρητώς να μη διδάσκητε εν τω ονόματι τούτω; και ιδού, εγεμίσατε την Ιερουσαλήμ από της διδαχής σας, και θέλετε να φέρητε εφ' ημάς το αίμα του ανθρώπου τούτου.
λέγων Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
29 Αποκριθείς δε ο Πέτρος και οι απόστολοι, είπον· Πρέπει να πειθαρχώμεν εις τον Θεόν μάλλον παρά εις τους ανθρώπους.
ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30 Ο Θεός των πατέρων ημών ανέστησε τον Ιησούν, τον οποίον σεις εθανατώσατε κρεμάσαντες επί ξύλου·
ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
31 τούτον ο Θεός ύψωσε διά της δεξιάς αυτού Αρχηγόν και Σωτήρα, διά να δώση μετάνοιαν εις τον Ισραήλ και άφεσιν αμαρτιών.
τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
32 Και ημείς είμεθα μάρτυρες αυτού περί των λόγων τούτων, και το Πνεύμα δε το Άγιον, το οποίον έδωκεν ο Θεός εις τους πειθαρχούντας εις αυτόν.
καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οι δε ακούσαντες έτριζον τους οδόντας και εβουλεύοντο να θανατώσωσιν αυτούς.
οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
34 Σηκωθείς δε εν τω συνεδρίω Φαρισαίός τις Γαμαλιήλ το όνομα, νομοδιδάσκαλος τιμώμενος υπό παντός του λαού, προσέταξε να εκβάλωσι τους αποστόλους δι' ολίγην ώραν,
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι,
35 και είπε προς αυτούς· Άνδρες Ισραηλίται, προσέχετε εις εαυτούς περί των ανθρώπων τούτων τι μέλλετε να πράξητε.
εἶπέν τε πρὸς αὐτούς Ἄνδρες Ἰσραηλεῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
36 Διότι προ τούτων των ημερών εσηκώθη ο Θευδάς, λέγων εαυτόν ότι είναι μέγας τις, εις τον οποίον προσεκολλήθη αριθμός ανδρών έως τετρακοσίων· όστις εφονεύθη, και πάντες όσοι επείθοντο εις αυτόν διελύθησαν και κατήντησαν εις ουδέν.
πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37 Μετά τούτον εσηκώθη Ιούδας ο Γαλιλαίος εν ταις ημέραις της απογραφής και έσυρεν οπίσω αυτού αρκετόν λαόν· και εκείνος απωλέσθη, και πάντες όσοι επείθοντο εις αυτόν διεσκορπίσθησαν.
μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38 Και τώρα σας λέγω, απέχετε από των ανθρώπων τούτων και αφήσατε αυτούς· διότι εάν η βουλή αύτη ή το έργον τούτο ήναι εξ ανθρώπων, θέλει ματαιωθή·
καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
39 εάν όμως ήναι εκ Θεού, δεν δύνασθε να ματαιώσητε αυτό, και προσέχετε μήπως ευρεθήτε και θεομάχοι. Και επείσθησαν εις αυτόν,
εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ,
40 και προσκαλέσαντες τους αποστόλους, έδειραν και παρήγγειλαν να μη λαλώσιν εν τω ονόματι του Ιησού, και απέλυσαν αυτούς.
καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν.
41 Εκείνοι λοιπόν ανεχώρουν από προσώπου του συνεδρίου, χαίροντες ότι υπέρ του ονόματος αυτού ηξιώθησαν να ατιμασθώσι.
Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ Ὀνόματος ἀτιμασθῆναι·
42 Και πάσαν ημέραν εν τω ιερώ και κατ' οίκον δεν έπαυον διδάσκοντες και ευαγγελιζόμενοι τον Ιησούν Χριστόν.
πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.