< Πραξεις 26 >

1 Ο δε Αγρίππας είπε προς τον Παύλον. Έχεις την άδειαν να ομιλήσης υπέρ σεαυτού. Τότε ο Παύλος εκτείνας την χείρα, απελογείτο·
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,
2 Μακάριον νομίζω εμαυτόν, βασιλεύ Αγρίππα, μέλλων να απολογηθώ ενώπιόν σου σήμερον περί πάντων εις όσα εγκαλούμαι υπό των Ιουδαίων,
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον·
3 μάλιστα επειδή γνωρίζεις πάντα τα παρά τοις Ιουδαίοις έθιμα και ζητήματα· όθεν δέομαί σου να με ακούσης μετά μακροθυμίας.
μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαί σου, μακροθύμως ἀκοῦσαί μου.
4 Την εκ νεότητος λοιπόν ζωήν μου, την οποίαν απ' αρχής έζησα μεταξύ του έθνους μου εν Ιεροσολύμοις, εξεύρουσι πάντες οι Ιουδαίοι,
Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι,
5 επειδή με γνωρίζουσιν εξ αρχής, εάν θέλωσι να μαρτυρήσωσιν, ότι κατά την ακριβεστάτην αίρεσιν της θρησκείας ημών έζησα Φαρισαίος.
προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
6 Και τώρα παρίσταμαι κρινόμενος διά την ελπίδα της επαγγελίας της γενομένης υπό του Θεού προς τους πατέρας ημών,
Καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,
7 εις την οποίαν το δωδεκάφυλον ημών γένος, λατρεύον εκτενώς τον Θεόν νύκτα και ημέραν, ελπίζει να καταντήση· περί ταύτης της ελπίδος εγκαλούμαι, βασιλεύ Αγρίππα, υπό των Ιουδαίων.
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.
8 Τι απίστευτον κρίνεται εις εσάς, ότι ο Θεός ανιστά νεκρούς;
Τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
9 Εγώ μεν εστοχάσθην κατ' εμαυτόν ότι έπρεπε να πράξω πολλά εναντία εις το όνομα του Ιησού του Ναζωραίου·
Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
10 το οποίον και έπραξα εν Ιεροσολύμοις, και πολλούς των αγίων εγώ κατέκλεισα εις φυλακάς, λαβών την εξουσίαν παρά των αρχιερέων, και ότε εφονεύοντο έδωκα ψήφον κατ' αυτών.
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον.
11 Και εν πάσαις ταις συναγωγαίς πολλάκις τιμωρών αυτούς ηνάγκαζον να βλασφημώσι, και καθ' υπερβολήν μαινόμενος εναντίον αυτών κατεδίωκον έως και εις τας έξω πόλεις.
Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 Εν τούτοις δε, ότε ηρχόμην εις την Δαμασκόν μετ' εξουσίας και επιτροπής της παρά των αρχιερέων,
Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων,
13 εν τω μέσω της ημέρας είδον καθ' οδόν, βασιλεύ, φως ουρανόθεν υπερβαίνον την λαμπρότητα του ηλίου, το οποίον έλαμψε περί εμέ και τους οδοιπορούντας μετ' εμού·
ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
14 και ενώ κατεπέσομεν πάντες εις την γην, ήκουσα φωνήν λαλούσαν προς με και λέγουσαν εις την Εβραϊκήν διάλεκτον· Σαούλ Σαούλ, τι με διώκεις; σκληρόν σοι είναι να λακτίζης προς κέντρα.
Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15 Εγώ δε είπον· Τις είσαι, Κύριε; Και εκείνος είπεν· Εγώ είμαι ο Ιησούς, τον οποίον συ διώκεις.
Ἐγὼ δὲ εἶπον, Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
16 Αλλά σηκώθητι και στήθι επί τους πόδας σου· επειδή διά τούτο εφάνην εις σε, διά να σε καταστήσω υπηρέτην και μάρτυρα και όσων είδες και περί όσων θέλω φανερωθή εις σε,
Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι,
17 εκλέγων σε εκ του λαού και των εθνών, εις τα οποία τώρα σε αποστέλλω
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω,
18 διά να ανοίξης τους οφθαλμούς αυτών, ώστε να επιστρέψωσιν από του σκότους εις το φως και από της εξουσίας του Σατανά προς τον Θεόν, διά να λάβωσιν άφεσιν αμαρτιών και κληρονομίαν μεταξύ των ηγιασμένων διά της εις εμέ πίστεως.
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
19 Όθεν, βασιλεύ Αγρίππα, δεν έγεινα απειθής εις την ουράνιον οπτασίαν,
Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20 αλλ' εκήρυττον πρώτον εις τους εν Δαμασκώ και Ιεροσολύμοις και εις πάσαν την γην της Ιουδαίας, και έπειτα εις τα έθνη, να μετανοώσι και να επιστρέφωσιν εις τον Θεόν, πράττοντες έργα άξια της μετανοίας.
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21 Διά ταύτα οι Ιουδαίοι συλλαβόντες με εν τω ιερώ, επεχείρουν να με φονεύσωσιν.
Ἕνεκα τούτων οἱ Ἰουδαῖοί με συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22 Αξιωθείς όμως της βοηθείας της παρά του Θεού, ίσταμαι έως της ημέρας ταύτης μαρτυρών προς μικρόν τε και μεγάλον, μη λέγων μηδέν εκτός των όσα ελάλησαν οι προφήται και ο Μωϋσής ότι έμελλον να γείνωσιν,
Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
23 ότι ο Χριστός έμελλε να πάθη, ότι πρώτος αναστάς εκ νεκρών μέλλει να κηρύξη φως εις τον λαόν και εις τα έθνη.
εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.
24 Ενώ δε αυτός απελογείτο ταύτα, ο Φήστος είπε με μεγάλην φωνήν· Μαίνεσαι, Παύλε, τα πολλά γράμματα σε καταφέρουσιν εις μανίαν.
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25 Ο δε, Δεν μαίνομαι, είπε, κράτιστε Φήστε, αλλά προφέρω λόγους αληθείας και νοός υγιαίνοντος.
Ὁ δέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26 Διότι έχει γνώσιν περί τούτων ο βασιλεύς, προς τον οποίον και λαλώ μετά παρρησίας· επειδή είμαι πεπεισμένος ότι δεν λανθάνει αυτόν ουδέν τούτων, διότι τούτο δεν είναι πεπραγμένον εν γωνία.
Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐδέν· οὐ γὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27 Πιστεύεις, βασιλεύ Αγρίππα, εις τους προφήτας; εξεύρω ότι πιστεύεις.
Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.
28 Και ο Αγρίππας είπε προς τον Παύλον· Παρ' ολίγον με πείθεις να γείνω Χριστιανός.
Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.
29 Και ο Παύλος είπεν· Ήθελον εύχεσθαι προς τον Θεόν, ουχί μόνον συ, αλλά και πάντες οι σήμερον ακούοντές με, να γείνωσι και παρ' ολίγον και παρά πολύ τοιούτοι οποίος και εγώ είμαι, παρεκτός των δεσμών τούτων.
Ὁ δὲ Παῦλος εἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σέ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 Και αφού αυτός είπε ταύτα, εσηκώθη ο βασιλεύς και ο ηγεμών και η Βερνίκη και οι συγκαθήμενοι μετ' αυτών,
Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς·
31 και αναχωρήσαντες ελάλουν προς αλλήλους, λέγοντες ότι ουδέν άξιον θανάτου ή δεσμών πράττει ο άνθρωπος ούτος.
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος.
32 Ο δε Αγρίππας είπε προς τον Φήστον· Ο άνθρωπος ούτος ηδύνατο να απολυθή, εάν δεν είχεν επικαλεσθή τον Καίσαρα.
Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

< Πραξεις 26 >