< Πραξεις 21 >

1 Καθώς δε αποσπασθέντες απ' αυτών απεπλεύσαμεν, ήλθομεν κατ' ευθείαν εις την Κων, την δε ακόλουθον ημέραν εις την Ρόδον, και εκείθεν εις Πάταρα.
Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα·
2 Και ευρόντες πλοίον μέλλον να περάση εις Φοινίκην, επέβημεν εις αυτό και απεπλεύσαμεν.
καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.
3 Και αφού διεκρίναμεν μακρόθεν την Κύπρον και αφήκαμεν αυτήν αριστερά, επλέομεν εις Συρίαν, και κατέβημεν εις Τύρον· διότι εκεί έμελλε το πλοίον να εκβάλη το φορτίον αυτού.
Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
4 Και ευρόντες τους μαθητάς, εμείναμεν αυτού επτά ημέρας· οίτινες έλεγον προς τον Παύλον διά του Πνεύματος να μη αναβή εις Ιερουσαλήμ.
Καὶ ἀνευρόντες μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ.
5 Αφού δε ετελειώσαμεν τας ημέρας εκείνας, εξελθόντες επορευόμεθα και προέπεμπον ημάς πάντες συν γυναιξί και τέκνοις έως έξω της πόλεως, και γονατίσαντες επί τον αιγιαλόν προσηυχήθημεν,
Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα.
6 και ασπασθέντες αλλήλους επέβημεν εις το πλοίον, εκείνοι δε υπέστρεψαν εις τα ίδια.
Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7 Και ημείς τελειώσαντες τον πλούν από Τύρου κατηντήσαμεν εις Πτολεμαΐδα, και ασπασθέντες τους αδελφούς εμείναμεν παρ' αυτοίς μίαν ημέραν.
Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς.
8 Τη δε επαύριον, ο Παύλος και οι περί αυτόν αναχωρήσαντες, ήλθομεν εις Καισάρειαν· και εισελθόντες εις τον οίκον Φιλίππου του Ευαγγελιστού, του όντος εκ των επτά, εμείναμεν παρ' αυτώ.
Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ.
9 Είχε δε ούτος τέσσαρας θυγατέρας παρθένους, αίτινες προεφήτευον.
Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.
10 Και ενώ διετρίβομεν εκεί ημέρας πολλάς, κατέβη από της Ιουδαίας προφήτης τις ονόματι Άγαβος,
Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος.
11 και ελθών προς ημάς, έλαβε την ζώνην του Παύλου και δέσας τας χείρας εαυτού και τους πόδας είπε· Ταύτα λέγει το Πνεύμα το Αγιον· Τον άνδρα, του οποίου είναι η ζώνη αύτη, ούτω θέλουσι δέσει εν Ιερουσαλήμ οι Ιουδαίοι και θέλουσι παραδώσει εις τας χείρας των εθνών.
Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε, Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
12 Και ως ηκούσαμεν ταύτα, παρεκαλούμεν αυτόν και ημείς και οι εντόπιοι να μη αναβή εις Ιερουσαλήμ.
Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
13 Ο Παύλος όμως απεκρίθη· Τι κάμνετε, κλαίοντες και καταθλίβοντες την καρδίαν μου; επειδή εγώ ουχί μόνον να δεθώ, αλλά και να αποθάνω εις Ιερουσαλήμ είμαι έτοιμος υπέρ του ονόματος του Κυρίου Ιησού.
Ἀπεκρίθη τε ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.
14 Και επειδή δεν επείθετο, ησυχάσαμεν ειπόντες· Ας γείνη το θέλημα του Κυρίου.
Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.
15 Μετά δε τας ημέρας ταύτας ετοιμάσαντες την αποσκευήν ημών, ανεβαίνομεν εις Ιερουσαλήμ·
Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.
16 ήλθον δε μεθ' ημών και τινές των μαθητών εκ της Καισαρείας, φέροντες Μνάσωνά τινά Κύπριον, παλαιόν μαθητήν, παρά τω οποίω εμέλλομεν να ξενισθώμεν.
Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17 Και αφού ήλθομεν εις Ιεροσόλυμα, μετά χαράς εδέχθησαν ημάς οι αδελφοί.
Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
18 Την δε ακόλουθον ημέραν υπήγεν ο Παύλος μεθ' ημών προς τον Ιάκωβον, και ήλθον πάντες οι πρεσβύτεροι.
Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
19 Και ασπασθείς αυτούς, διηγείτο καθ' εν έκαστον όσα έκαμεν ο Θεός μεταξύ των εθνών διά της διακονίας αυτού.
Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
20 Εκείνοι δε ακούσαντες εδόξαζον τον Κύριον, και είπον προς αυτόν· Βλέπεις, αδελφέ, πόσαι μυριάδες είναι εκ των Ιουδαίων οίτινες επίστευσαν, και πάντες είναι ζηλωταί του νόμου.
Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἰπόντες αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι·
21 Έμαθον δε περί σου ότι διδάσκεις πάντας τους μεταξύ των εθνών Ιουδαίους να αποστατήσωσιν από του Μωϋσέως, λέγων να μη περιτέμνωσι τα τέκνα αυτών μηδέ να περιπατώσι κατά τα έθιμα.
κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν.
22 Τι είναι λοιπόν; μέλλει βεβαίως να συναχθή πλήθος· διότι θέλουσιν ακούσει ότι ήλθες.
Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
23 Κάμε λοιπόν τούτο, το οποίον σοι λέγομεν· Ευρίσκονται παρ' ημίν τέσσαρες άνδρες, οίτινες έχουσιν ευχήν εφ' εαυτών·
Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾽ ἑαυτῶν·
24 παράλαβε τούτους και καθαρίσθητι μετ' αυτών και δαπάνησον δι' αυτούς διά να ξυρισθώσι την κεφαλήν, και να γνωρίσωσι πάντες ότι δεν υπάρχει ουδέν εκ των όσα έμαθον περί σου, αλλ' ακολουθείς και συ φυλάττων τον νόμον.
τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.
25 Περί δε των εθνών, τα οποία επίστευσαν, ημείς εγράψαμεν, αποφασίσαντες να μη φυλάττωσι μηδέν τοιούτον, παρά μόνον να απέχωσιν από του ειδωλοθύτου και του αίματος και πνικτού και πορνείας.
Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
26 Τότε ο Παύλος παραλαβών τους άνδρας, την ακόλουθον ημέραν καθαρισθείς μετ' αυτών εισήλθεν εις το ιερόν, διαγγέλλων πότε εκπληρούνται αι ημέραι του καθαρισμού, ότε θέλει γείνει προσφορά υπέρ ενός εκάστου αυτών.
Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27 Ως δε έμελλον αι επτά ημέραι να συντελεσθώσιν, οι από της Ασίας Ιουδαίοι ιδόντες αυτόν εν τω ιερώ, ετάραξαν πάντα τον όχλον και έβαλον τας χείρας επ' αυτόν,
Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾽ αὐτόν,
28 κράζοντες· Άνδρες Ισραηλίται, βοηθείτε· ούτος είναι ο άνθρωπος, όστις διδάσκει πάντας πανταχού εναντίον του λαού και του νόμου και του τόπου τούτου· προς τούτοις δε εισήγαγε και Έλληνας εις το ιερόν και εβεβήλωσε τον άγιον τούτον τόπον·
κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον.
29 διότι είχον ιδεί προλαβόντως Τρόφιμον τον Εφέσιον μετ' αυτού εν τη πόλει, τον οποίον ενόμιζον ότι ο Παύλος εισήγαγεν εις το ιερόν.
Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
30 Και εκινήθη η πόλις όλη και έγεινε συρροή του λαού, και πιάσαντες τον Παύλον έσυρον αυτόν έξω του ιερού, και ευθύς εκλείσθησαν αι θύραι.
Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
31 Ενώ δε εζήτουν να θανατώσωσιν αυτόν, ανέβη η φήμη εις τον χιλίαρχον του τάγματος, ότι όλη η Ιερουσαλήμ είναι τεταραγμένη·
Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ·
32 όστις παραλαβών ευθύς στρατιώτας και εκατοντάρχους, έδραμε κάτω προς αυτούς. Οι δε ιδόντες τον χιλίαρχον και τους στρατιώτας, έπαυσαν να τύπτωσι τον Παύλον.
ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
33 Τότε πλησιάσας ο χιλίαρχος, επίασεν αυτόν και προσέταξε να δεθή με δύο αλύσεις, και ηρώτα τις ήτο και τι είχε πράξει.
Ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίς ἂν εἴη, καὶ τί ἐστι πεποιηκώς.
34 Και εφώναζον μεταξύ του όχλου άλλοι άλλο τι και άλλοι άλλο· μη δυνάμενος δε διά τον θόρυβον να μάθη το βέβαιον, προσέταξε να φερθή εις το φρούριον.
Ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
35 Ότε δε έφθασεν εις τας βαθμίδας, συνέβη να βαστάζηται υπό των στρατιωτών διά την βίαν του όχλου·
Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου.
36 επειδή το πλήθος του λαού ηκολούθει, κράζον· Σήκωσον αυτόν.
Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κρᾶζον, Αἶρε αὐτόν.
37 Ενώ δε έμελλεν ο Παύλος να εισαχθή εις το φρούριον, λέγει προς τον χιλίαρχον· Μοι είναι συγκεχωρημένον να σοι είπω τι; Ο δε είπεν· Εξεύρεις Ελληνικά;
Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι εἰπεῖν πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις;
38 δεν είσαι συ τάχα ο Αιγύπτιος, ο προ των ημερών τούτων διεγείρας εις αποστασίαν και εκβαλών εις την έρημον τους τετρακισχιλίους άνδρας φονείς;
Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
39 Και ο Παύλος είπεν· Εγώ είμαι άνθρωπος Ιουδαίος εκ της Ταρσού, πολίτης επισήμου πόλεως της Κιλικίας και σε παρακαλώ, δος μοι την άδειαν να λαλήσω προς τον λαόν.
Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
40 Και αφού έδωκεν εις αυτόν την άδειαν, ο Παύλος, σταθείς επί των βαθμίδων, έσεισε την χείρα εις τον λαόν· και γενομένης σιωπής μεγάλης, ελάλησεν εις την Εβραϊκήν διάλεκτον, λέγων·
Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνει τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,

< Πραξεις 21 >