< Πραξεις 2 >

1 Και ότε ήλθεν η ημέρα της Πεντηκοστής, ήσαν άπαντες ομοθυμαδόν εν τω αυτώ τόπω.
Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό·
2 Και εξαίφνης έγεινεν ήχος εκ του ουρανού ως ανέμου βιαίως φερομένου, και εγέμισεν όλον τον οίκον όπου ήσαν καθήμενοι·
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
3 και εφάνησαν εις αυτούς διαμεριζόμεναι γλώσσαι ως πυρός, και εκάθησεν επί ένα έκαστον αυτών,
καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν,
4 και επλήσθησαν άπαντες Πνεύματος Αγίου, και ήρχισαν να λαλώσι ξένας γλώσσας, καθώς το Πνεύμα έδιδεν εις αυτούς να λαλώσιν.
καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 Ήσαν δε κατοικούντες εν Ιερουσαλήμ Ιουδαίοι, άνδρες ευλαβείς από παντός έθνους των υπό τον ουρανόν·
Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
6 και καθώς έγεινεν η φωνή αύτη, συνήλθε το πλήθος και συνεταράχθη, διότι ήκουον αυτούς εις έκαστος λαλούντας με την ιδίαν αυτού διάλεκτον.
γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7 Εξεπλήττοντο δε πάντες και εθαύμαζον, λέγοντες προς αλλήλους· Ιδού, πάντες ούτοι οι λαλούντες δεν είναι Γαλιλαίοι;
ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχὶ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8 Και πως ημείς ακούομεν έκαστος εν τη ιδία ημών διαλέκτω, εν ή εγεννήθημεν;
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,
9 Πάρθοι και Μήδοι και Ελαμίται και οι κατοικούντες την Μεσοποταμίαν, την Ιουδαίαν τε και Καππαδοκίαν, τον Πόντον και την Ασίαν,
Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10 την Φρυγίαν τε και την Παμφυλίαν, την Αίγυπτον και τα μέρη της Λιβύης της κατά την Κυρήνην και οι παρεπιδημούντες Ρωμαίοι, Ιουδαίοί τε και προσήλυτοι,
Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
11 Κρήτες και Άραβες, ακούομεν αυτούς λαλούντας εν ταις γλώσσαις ημών τα μεγαλεία του Θεού.
Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
12 Εθαύμαζον δε πάντες και ηπόρουν, άλλος προς άλλον λέγοντες· Τι σημαίνει τούτο;
ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι;
13 Άλλοι δε χλευάζοντες έλεγον ότι είναι μεστοί από γλυκύν οίνον.
ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθείς δε ο Πέτρος μετά των ένδεκα, ύψωσε την φωνήν αυτού και ελάλησε προς αυτούς· Άνδρες Ιουδαίοι και πάντες οι κατοικούντες την Ιερουσαλήμ, τούτο ας ήναι γνωστόν εις εσάς και ακούσατε τους λόγους μου.
Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 Διότι ούτοι δεν είναι μεθυσμένοι, καθώς σεις νομίζετε· διότι είναι τρίτη ώρα της ημέρας·
οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
16 αλλά τούτο είναι το ρηθέν διά του προφήτου Ιωήλ·
ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
17 Και εν ταις εσχάταις ημέραις, λέγει ο Θεός, Θέλω εκχέει από του Πνεύματός μου επί πάσαν σάρκα, και θέλουσι προφητεύσει οι υιοί σας και αι θυγατέρες σας, και οι νεανίσκοι σας θέλουσιν ιδεί οράσεις, και οι πρεσβύτεροί σας θέλουσιν ενυπνιασθή ενύπνια·
Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·
18 και έτι επί τους δούλους μου και επί τας δούλας μου εν ταις ημέραις εκείναις θέλω εκχέει από του Πνεύματός μου, και θέλουσι προφητεύσει·
καίγε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν.
19 και θέλω δείξει τέρατα εν τω ουρανώ άνω και σημεία επί της γης κάτω, αίμα και πυρ και ατμίδα καπνού·
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.
20 ο ήλιος θέλει μεταστραφή εις σκότος και η σελήνη εις αίμα, πριν έλθη η ημέρα του Κυρίου η μεγάλη και επιφανής.
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21 Και πας όστις αν επικαλεσθή το όνομα του Κυρίου, θέλει σωθή.
καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
22 Άνδρες Ισραηλίται, ακούσατε τους λόγους τούτους· τον Ιησούν τον Ναζωραίον, άνδρα αποδεδειγμένον προς εσάς από του Θεού διά θαυμάτων και τεραστίων και σημείων, τα οποία ο Θεός έκαμε δι' αυτού εν μέσω υμών, καθώς και σεις εξεύρετε,
Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,
23 τούτον λαβόντες παραδεδομένον κατά την ωρισμένην βουλήν και πρόγνωσιν του Θεού, διά χειρών ανόμων σταυρώσαντες εθανατώσατε·
τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
24 τον οποίον ο Θεός ανέστησε, λύσας τας ωδίνας του θανάτου, διότι δεν ήτο δυνατόν να κρατήται υπ' αυτού.
ὃν ὁ Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ.
25 Επειδή ο Δαβίδ λέγει περί αυτού· Έβλεπον τον Κύριον ενώπιόν μου διαπαντός, διότι είναι εκ δεξιών μου διά να μη σαλευθώ.
Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
26 Διά τούτο ευφράνθη η καρδία μου και ηγαλλίασεν η γλώσσα μου· έτι δε και η σαρξ μου θέλει αναπαυθή επ' ελπίδι.
διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι,
27 Διότι δεν θέλεις εγκαταλείψει την ψυχήν μου εν τω άδη ουδέ θέλεις αφήσει τον όσιόν σου να ίδη διαφθοράν. (Hadēs g86)
ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. (Hadēs g86)
28 Εφανέρωσας εις εμέ οδούς ζωής, θέλεις με χορτάσει από ευφροσύνης διά του προσώπου σου.
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29 Άνδρες αδελφοί, δύναμαι να σας είπω μετά παρρησίας περί του πατριάρχου Δαβίδ ότι και ετελεύτησε και ετάφη, και το μνήμα αυτού είναι παρ' ημίν μέχρι της ημέρας ταύτης.
Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
30 Επειδή λοιπόν ήτο προφήτης και ήξευρεν ότι μεθ' όρκου ώμοσε προς αυτόν ο Θεός, ότι εκ του καρπού της οσφύος αυτού θέλει αναστήσει κατά σάρκα τον Χριστόν διά να καθίση αυτόν επί του θρόνου αυτού,
προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,
31 προϊδών ελάλησε περί της αναστάσεως του Χριστού ότι δεν εγκατελείφθη η ψυχή αυτού εν τω άδη ουδέ η σαρξ αυτού είδε διαφθοράν. (Hadēs g86)
προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς Ἅιδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. (Hadēs g86)
32 Τούτον τον Ιησούν ανέστησεν ο Θεός, του οποίου πάντες ημείς είμεθα μάρτυρες.
τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες·
33 Αφού λοιπόν υψώθη διά της δεξιάς του Θεού και έλαβε παρά του Πατρός την επαγγελίαν του Αγίου Πνεύματος, εξέχεε τούτο, το οποίον τώρα σεις βλέπετε και ακούετε.
τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.
34 Διότι ο Δαβίδ δεν ανέβη εις τους ουρανούς, λέγει όμως αυτός, Είπεν ο Κύριος προς τον Κύριόν μου, κάθου εκ δεξιών μου,
οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου,
35 εωσού θέσω τους εχθρούς σου υποπόδιον των ποδών σου.
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
36 Βεβαίως λοιπόν ας εξεύρη πας ο οίκος του Ισραήλ ότι ο Θεός Κύριον και Χριστόν έκαμεν αυτόν τούτον τον Ιησούν, τον οποίον σεις εσταυρώσατε.
ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Αφού δε ήκουσαν ταύτα, ήλθεν εις κατάνυξιν η καρδία αυτών, και είπον προς τον Πέτρον και τους λοιπούς αποστόλους· Τι πρέπει να κάμωμεν, άνδρες αδελφοί;
Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
38 Και ο Πέτρος είπε προς αυτούς· Μετανοήσατε, και ας βαπτισθή έκαστος υμών εις το όνομα του Ιησού Χριστού εις άφεσιν αμαρτιών, και θέλετε λάβει την δωρεάν του Αγίου Πνεύματος.
Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
39 Διότι προς εσάς είναι η επαγγελία και προς τα τέκνα σας και προς πάντας τους εις μακράν, όσους αν προσκαλέση Κύριος ο Θεός ημών.
ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
40 Και με άλλους πολλούς λόγους διεμαρτύρετο και προέτρεπε, λέγων, Σώθητε από της διεστραμμένης ταύτης γενεάς.
ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
41 Εκείνοι λοιπόν μετά χαράς δεχθέντες τον λόγον αυτού εβαπτίσθησαν, και προσετέθησαν εν εκείνη τη ημέρα έως τρεις χιλιάδες ψυχαί.
οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι·
42 Και ενέμενον εν τη διδαχή των αποστόλων και εν τη κοινωνία και εν τη κλάσει του άρτου και εν ταις προσευχαίς.
ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 Κατέλαβε δε πάσαν ψυχήν φόβος, και πολλά τεράστια και σημεία εγίνοντο διά των αποστόλων.
Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 Και πάντες οι πιστεύοντες ήσαν ομού και είχον τα πάντα κοινά,
πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινά,
45 και τα κτήματα και τα υπάρχοντα αυτών επώλουν και διεμοίραζον αυτά εις πάντας, καθ' ην έκαστος είχε χρείαν.
καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν.
46 Και καθ' ημέραν εμμένοντες ομοθυμαδόν εν τω ιερώ και κόπτοντες τον άρτον κατ' οίκους, μετελάμβανον την τροφήν εν αγαλλιάσει και απλότητι καρδίας,
καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
47 δοξολογούντες τον Θεόν και ευρίσκοντες χάριν ενώπιον όλου του λαού. Ο δε Κύριος προσέθετε καθ' ημέραν εις την εκκλησίαν τους σωζομένους.
αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.

< Πραξεις 2 >