< Πραξεις 18 >
1 Μετά δε ταύτα αναχωρήσας ο Παύλος εκ των Αθηνών, ήλθεν εις Κόρινθον·
Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2 και ευρών τινά Ιουδαίον ονόματι Ακύλαν, γεγεννημένον εν Πόντω, νεωστί ελθόντα από της Ιταλίας, και Πρίσκιλλαν την γυναίκα αυτού, διότι ο Κλαύδιος είχε διατάξει να αναχωρήσωσι πάντες οι Ιουδαίοι εκ της Ρώμης, προσήλθε προς αυτούς,
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
3 και επειδή ήτο ομότεχνος, έμενε παρ' αυτοίς και ειργάζετο· διότι ήσαν σκηνοποιοί την τέχνην.
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς, καὶ ἠργάζοντο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.
4 Διελέγετο δε εν τη συναγωγή κατά παν σάββατον και έπειθεν Ιουδαίους και Έλληνας.
διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5 Ότε δε κατέβησαν από της Μακεδονίας ο τε Σίλας και ο Τιμόθεος, ο Παύλος συνεσφίγγετο κατά το πνεύμα διαμαρτυρόμενος προς τους Ιουδαίους ότι ο Ιησούς είναι ο Χριστός.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν.
6 Και επειδή αυτοί ηναντιούντο και εβλασφήμουν, εκτινάξας τα ιμάτια αυτού είπε προς αυτούς· το αίμα σας επί την κεφαλήν σας· εγώ είμαι καθαρός· από του νυν θέλω υπάγει εις τα έθνη.
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7 Και μεταβάς εκείθεν ήλθεν εις την οικίαν τινός ονομαζομένου Ιούστου, όστις εσέβετο τον Θεόν, του οποίου η οικία συνείχετο με την συναγωγήν.
καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8 Κρίσπος δε ο αρχισυνάγωγος επίστευσεν εις τον Κύριον μεθ' όλου του οίκου αυτού, και πολλοί των Κορινθίων ακούοντες επίστευον και εβαπτίζοντο.
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9 Και ο Κύριος είπεν εν νυκτί προς τον Παύλον δι' οράματος· Μη φοβού, αλλά ομίλει και μη σιωπήσης,
Εἶπεν δὲ ὁ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10 διότι εγώ είμαι μετά σου, και ουδείς θέλει επιβάλει χείρα επί σε διά να σε κακοποιήση, διότι έχω λαόν πολύν εν τη πόλει ταύτη.
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11 Και εκάθησεν εκεί εν έτος και μήνας εξ, διδάσκων μεταξύ αυτών τον λόγον του Θεού.
Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12 Ότε δε ο Γαλλίων ήτο ανθύπατος της Αχαΐας, οι Ιουδαίοι εσηκώθησαν ομοθυμαδόν κατά του Παύλου και έφεραν αυτόν εις το δικαστήριον,
Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13 λέγοντες ότι ούτος πείθει τους ανθρώπους να λατρεύωσι τον Θεόν παρά τον νόμον.
λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
14 Και ότε έμελλεν ο Παύλος να ανοίξη το στόμα, είπεν ο Γαλλίων προς τους Ιουδαίους· Εάν μεν ήτο τι αδίκημα ή ραδιούργημα πονηρόν, ω Ιουδαίοι, ευλόγως ήθελον σας υποφέρει·
μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15 εάν δε ήναι ζήτημα περί λέξεων και ονομάτων και του νόμου υμών, θεωρήσατε σείς· διότι εγώ κριτής τούτων δεν θέλω να γείνω.
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16 Και απεδίωξεν αυτούς από του δικαστηρίου.
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17 Πιάσαντες δε πάντες οι Έλληνες Σωσθένην τον αρχισυνάγωγον, έτυπτον έμπροσθεν του δικαστηρίου· και παντελώς δεν έμελε τον Γαλλίωνα περί τούτων.
ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
18 Ο δε Παύλος, αφού προσέμεινεν έτι ημέρας ικανάς, αποχαιρετήσας τους αδελφούς, εξέπλευσεν εις την Συρίαν, και μετ' αυτού η Πρίσκιλλα και ο Ακύλας, αφού εξύρισε την κεφαλήν εν Κεγχρεαίς· διότι είχεν ευχήν.
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν.
19 Και κατήντησεν εις Έφεσον, και αφήκεν εκείνους αυτού, αυτός δε εισελθών εις την συναγωγήν, συνδιελέχθη μετά των Ιουδαίων.
κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις.
20 Και παρακαλούμενος υπ' αυτών να μείνη πλειότερον καιρόν παρ' αυτοίς, δεν συγκατένευσεν,
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν,
21 αλλά απεχαιρέτησεν αυτούς ειπών· Πρέπει εξάπαντος να κάμω την ερχομένην εορτήν εις Ιεροσόλυμα, θέλω δε επιστρέψει πάλιν προς εσάς, του Θεού θέλοντος. Και απέπλευσεν από της Εφέσου,
ἀλλὰ ἀποταξάμενος καὶ εἰπών Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22 και αποβάς εις Καισάρειαν, ανέβη εις Ιερουσαλήμ, και χαιρετήσας την εκκλησίαν κατέβη εις Αντιόχειαν,
καὶ κατελθὼν εἰς Καισάριαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
23 και διατρίψας καιρόν τινά, εξήλθε και διήρχετο κατά σειράν την γην της Γαλατίας και την Φρυγίαν, επιστηρίζων πάντας τους μαθητάς.
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
24 Ιουδαίος δε τις ονόματι Απολλώς, Αλεξανδρεύς το γένος, ανήρ λόγιος, κατήντησεν εις Έφεσον, όστις ήτο δυνατός εν ταις γραφαίς.
Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25 Ούτος ήτο κατηχημένος την οδόν του Κυρίου, και ζέων κατά το πνεύμα, ελάλει και εδίδασκεν ακριβώς τα περί του Κυρίου, γινώσκων μόνον το βάπτισμα του Ιωάννου.
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου·
26 Και ούτος ήρχισε να λαλή μετά παρρησίας εν τη συναγωγή. Ακούσαντες δε αυτόν ο Ακύλας και Πρίσκιλλα, παρέλαβον αυτόν και εξέθεσαν εις αυτόν ακριβέστερα την οδόν του Θεού.
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ.
27 Επειδή δε ήθελε να περάση εις την Αχαΐαν, οι αδελφοί έγραψαν προς τους μαθητάς, προτρέποντες να δεχθώσιν αυτόν· όστις ελθών, ωφέλησε πολύ τους πιστεύσαντας διά της χάριτος·
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
28 διότι εντόνως εξήλεγχε τους Ιουδαίους, δημοσία αποδεικνύων διά των γραφών ότι ο Ιησούς είναι ο Χριστός.
εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.