< Πραξεις 17 >
1 Διοδεύσαντες δε την Αμφίπολιν και Απολλωνίαν, ήλθαν εις Θεσσαλονίκην, όπου ήτο η συναγωγή των Ιουδαίων.
Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων·
2 Και κατά την συνήθειάν του ο Παύλος εισήλθε προς αυτούς, και τρία σάββατα διελέγετο μετ' αυτών από των γραφών,
κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 εξηγών και αποδεικνύων ότι έπρεπε να πάθη ο Χριστός και να αναστηθή εκ νεκρών και ότι ούτος είναι ο Χριστός Ιησούς, τον οποίον εγώ σας κηρύττω.
διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν ὁ Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 Και τινές εξ αυτών επείσθησαν και ηνώθησαν μετά του Παύλου και του Σίλα, και εκ των θεοσεβών Ελλήνων πολύ πλήθος και εκ των πρώτων γυναικών ουκ ολίγαι.
Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 Φθονήσαντες δε οι μη πειθόμενοι Ιουδαίοι και λαβόντες μεθ' εαυτών κακούς τινάς ανθρώπους εκ των χυδαίων και οχλαγωγήσαντες, εθορύβουν την πόλιν και εφορμήσαντες εις την οικίαν του Ιάσονος, εζήτουν αυτούς διά να φέρωσιν εις τον δήμον·
Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες, τῶν ἀγοραίων τινὰς ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον.
6 μη ευρόντες δε αυτούς, έσυραν τον Ιάσονα και τινάς αδελφούς επί τους πολιτάρχας, βοώντες ότι οι αναστατώσαντες την οικουμένην, ούτοι ήλθον και εδώ,
Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7 τους οποίους υπεδέχθη ο Ιάσων· και πάντες ούτοι πράττουσιν εναντίον των προσταγμάτων του Καίσαρος, λέγοντες ότι είναι βασιλεύς άλλος, ο Ιησούς.
οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα λέγοντες ἕτερον εἶναι, Ἰησοῦν.
8 Ετάραξαν δε τον όχλον και τους πολιτάρχας ακούοντας ταύτα,
Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.
9 και λαβόντες εγγύησιν παρά του Ιάσονος και των λοιπών, απέλυσαν αυτούς.
Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
10 Οι δε αδελφοί ευθύς διά της νυκτός εξέπεμψαν τον τε Παύλον και τον Σίλαν εις Βέροιαν, οίτινες ελθόντες υπήγον εις την συναγωγήν των Ιουδαίων.
Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.
11 Ούτοι δε ήσαν ευγενέστεροι παρά τους εν Θεσσαλονίκη, καθότι εδέχθησαν τον λόγον μετά πάσης προθυμίας, εξετάζοντες καθ' ημέραν τας γραφάς αν ούτως έχωσι ταύτα.
Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτω.
12 Πολλοί μεν λοιπόν εξ αυτών επίστευσαν, και εκ των επισήμων Ελληνίδων γυναικών και εκ των ανδρών ουκ ολίγοι.
Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
13 Ως δε έμαθον οι από της Θεσσαλονίκης Ιουδαίοι ότι και εν τη Βεροία εκηρύχθη υπό του Παύλου ο λόγος του Θεού, ήλθον και εκεί και ετάραττον τους όχλους.
Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους.
14 Και ευθύς τότε οι αδελφοί εξαπέστειλαν τον Παύλον να υπάγη έως εις την θάλασσαν· ο Σίλας δε και ο Τιμόθεος έμειναν εκεί.
Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 Οι δε συνοδεύοντες τον Παύλον έφεραν αυτόν έως Αθηνών, και αφού έλαβον παραγγελίαν προς τον Σίλαν και Τιμόθεον να έλθωσι προς αυτόν όσον τάχιστα, ανεχώρησαν.
Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.
16 Ενώ δε περιέμενεν αυτούς ο Παύλος εν ταις Αθήναις, το πνεύμα αυτού παρωξύνετο εν αυτώ, επειδή έβλεπε την πόλιν γέμουσαν ειδώλων.
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.
17 Διελέγετο λοιπόν εν τη συναγωγή μετά των Ιουδαίων και μετά των θεοσεβών και εν τη αγορά καθ' εκάστην ημέραν μετά των τυχόντων.
Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18 Τινές δε των Επικουρίων και των Στωϊκών φιλοσόφων συνήρχοντο εις λόγους μετ' αυτού, και οι μεν έλεγον· Τι θέλει τάχα ο σπερμολόγος ούτος να είπη; οι δέ· Ξένων θεών κήρυξ φαίνεται ότι είναι· διότι εκήρυττε προς αυτούς τον Ιησούν και την ανάστασιν.
Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
19 Και πιάσαντες αυτόν έφεραν εις τον Άρειον Πάγον, λέγοντες· Δυνάμεθα να μάθωμεν τις αύτη η νέα διδαχή, ήτις κηρύττεται υπό σου;
Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20 διότι φέρεις εις τας ακοάς ημών παράδοξά τινα· θέλομεν λοιπόν να μάθωμεν τι σημαίνουσι ταύτα.
Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, τί ἂν θέλοι ταῦτα εἶναι—
21 Πάντες δε οι Αθηναίοι και οι επιδημούντες ξένοι εις ουδέν άλλο ηυκαίρουν παρά εις το να λέγωσι και να ακούωσι τι νεώτερον.
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον.
22 Σταθείς δε ο Παύλος εν μέσω του Αρείου Πάγου, είπεν· Άνδρες Αθηναίοι, κατά πάντα σας βλέπω εις άκρον θεολάτρας.
Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.
23 Διότι ενώ διηρχόμην και ανεθεώρουν τα σεβάσματά σας, εύρον και βωμόν, εις τον οποίον είναι επιγεγραμμένον, Αγνώστω Θεώ. Εκείνον λοιπόν, τον οποίον αγνοούντες λατρεύετε, τούτον εγώ κηρύττω προς εσάς.
Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.
24 Ο Θεός, όστις έκαμε τον κόσμον και πάντα τα εν αυτώ, ούτος Κύριος ων του ουρανού και της γης, δεν κατοικεί εν χειροποιήτοις ναοίς,
Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
25 ουδέ λατρεύεται υπό χειρών ανθρώπων ως έχων χρείαν τινός, επειδή αυτός δίδει εις πάντας ζωήν και πνοήν και τα πάντα·
οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα·
26 και έκαμεν εξ ενός αίματος παν έθνος ανθρώπων, διά να κατοικώσιν εφ' όλου του προσώπου της γης, και διώρισε τους προδιατεταγμένους καιρούς και τα οροθέσια της κατοικίας αυτών,
ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν·
27 διά να ζητώσι τον Κύριον, ίσως δυνηθώσι να ψηλαφήσωσιν αυτόν και να εύρωσιν, αν και δεν είναι μακράν από ενός εκάστου ημών.
ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
28 Διότι εν αυτώ ζώμεν και κινούμεθα και υπάρχομεν, καθώς και τινές των ποιητών σας είπον· Διότι και γένος είμεθα τούτου.
Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι, Τοῦ γὰρ καὶ γένος ἐσμέν.
29 Γένος λοιπόν όντες του Θεού, δεν πρέπει να νομίζωμεν τον Θεόν ότι είναι όμοιος με χρυσόν ή άργυρον ή λίθον, κεχαραγμένα διά τέχνης και επινοίας ανθρώπου.
Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
30 Τους καιρούς λοιπόν της αγνοίας παραβλέψας ο Θεός, τώρα παραγγέλλει εις πάντας τους ανθρώπους πανταχού να μετανοώσι,
Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν·
31 διότι προσδιώρισεν ημέραν εν ή μέλλει να κρίνη την οικουμένην εν δικαιοσύνη, διά ανδρός τον οποίον διώρισε, και έδωκεν εις πάντας βεβαίωσιν περί τούτου, αναστήσας αυτόν εκ νεκρών.
διότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Ακούσαντες δε ανάστασιν νεκρών, οι μεν εχλεύαζον, οι δε είπον· Περί τούτου θέλομεν σε ακούσει πάλιν.
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπον, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.
33 Και ούτως ο Παύλος εξήλθεν εκ μέσου αυτών.
Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34 Τινές δε άνδρες προσεκολλήθησαν εις αυτόν και επίστευσαν, μεταξύ των οποίων ήτο και Διονύσιος ο Αρεοπαγίτης και γυνή τις ονόματι Δάμαρις και άλλοι μετ' αυτών.
Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.