< Πραξεις 11 >
1 Ήκουσαν δε οι απόστολοι και οι αδελφοί οι όντες εν τη Ιουδαία ότι και τα έθνη εδέχθησαν τον λόγον του Θεού.
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
2 Και ότε ανέβη ο Πέτρος εις Ιεροσόλυμα, εφιλονείκουν μετ' αυτού οι εκ περιτομής,
ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
3 λέγοντες ότι Εισήλθες προς ανθρώπους απεριτμήτους και συνέφαγες μετ' αυτών.
λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς.
4 Ο δε Πέτρος ήρχισε και εξέθετε προς αυτούς τα γενόμενα κατά σειράν, λέγων·
ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
5 Εγώ ήμην προσευχόμενος εν τη πόλει Ιόππη, και είδον όραμα εν εκστάσει, σκεύος τι καταβαίνον ως σινδόνα μεγάλην, ήτις δεδεμένη από των τεσσάρων άκρων κατεβιβάζετο εκ του ουρανού και ήλθε μέχρις εμού·
ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
6 εις την οποίαν ατενίσας παρετήρουν και είδον τα τετράποδα της γης και τα θηρία και τα ερπετά και τα πετεινά του ουρανού.
εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7 Και ήκουσα φωνήν λέγουσαν προς εμέ· Σηκωθείς, Πέτρε, σφάξον και φάγε.
ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8 Και είπον· Μη γένοιτο, Κύριε, διότι ουδέν βέβηλον ή ακάθαρτον εισήλθε ποτέ εις το στόμα μου.
εἶπον δέ, μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9 Και η φωνή μοι απεκρίθη εκ δευτέρου εκ του ουρανού· Όσα ο Θεός εκαθάρισε, συ μη λέγε βέβηλα.
ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
10 Έγεινε δε τούτο τρίς, και πάλιν ανεσύρθησαν άπαντα εις τον ουρανόν.
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
11 Και ιδού, τη αυτή ώρα τρεις άνθρωποι έφθασαν εις την οικίαν, εν ή ήμην, απεσταλμένοι προς εμέ από Καισαρείας.
καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρίας πρός με.
12 Είπε δε προς εμέ το Πνεύμα να υπάγω μετ' αυτών, μηδόλως διστάζων. Ήλθον δε μετ' εμού και οι εξ ούτοι αδελφοί, και εισήλθομεν εις τον οίκον του ανθρώπου,
εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
13 και απήγγειλε προς ημάς πως είδε τον άγγελον εν τω οίκω αυτού, ότι εστάθη και είπε προς αυτόν· Απόστειλον ανθρώπους εις Ιόππην και προσκάλεσον τον Σίμωνα τον επονομαζόμενον Πέτρον,
ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14 όστις θέλει λαλήσει προς σε λόγους, δι' ων θέλεις σωθή συ και πας ο οίκός σου.
ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15 Και ενώ ήρχισα να λαλώ, το Πνεύμα το Άγιον επήλθεν επ' αυτούς καθώς και εφ' ημάς κατ' αρχάς.
ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
16 Τότε ενεθυμήθην τον λόγον του Κυρίου, ότι έλεγεν· Ιωάννης μεν εβάπτισεν εν ύδατι, σεις όμως θέλετε βαπτισθή εν Πνεύματι Αγίω.
ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17 Εάν λοιπόν ο Θεός έδωκεν εις αυτούς την ίσην δωρεάν ως και εις ημάς, διότι επίστευσαν εις τον Κύριον Ιησούν Χριστόν, εγώ τις ήμην ώστε να δυνηθώ να εμποδίσω τον Θεόν;
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18 Ακούσαντες δε ταύτα ησύχασαν και εδόξαζον τον Θεόν, λέγοντες· Και εις τα έθνη λοιπόν έδωκεν ο Θεός την μετάνοιαν εις ζωήν.
ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
19 Οι μεν λοιπόν διασκορπισθέντες εκ του διωγμού του γενομένου διά τον Στέφανον, επέρασαν έως Φοινίκης και Κύπρου και Αντιοχείας, εις μηδένα κηρύττοντες τον λόγον, ειμή μόνον εις Ιουδαίους.
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 Ήσαν δε τινές εξ αυτών άνδρες Κύπριοι και Κυρηναίοι, οίτινες εισελθόντες εις Αντιόχειαν, ελάλουν προς τους Ελληνιστάς, ευαγγελιζόμενοι τον Κύριον Ιησούν.
ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21 Και ήτο χειρ Κυρίου μετ' αυτών, και πολύ πλήθος πιστεύσαντες επέστρεψαν εις τον Κύριον.
καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22 Ηκούσθη δε ο λόγος περί αυτών εις τα ώτα της εκκλησίας της εν Ιεροσολύμοις, και εξαπέστειλαν τον Βαρνάβαν, διά να περάση έως Αντιοχείας·
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἱερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας·
23 όστις ελθών και ιδών την χάριν του Θεού, εχάρη και παρεκίνει πάντας να εμμένωσιν εν σταθερότητι καρδίας εις τον Κύριον,
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ,
24 επειδή ήτο ανήρ αγαθός και πλήρης Πνεύματος Αγίου και πίστεως· και προσετέθη εις τον Κύριον πλήθος ικανόν.
ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
25 Τότε εξήλθεν εις Ταρσόν ο Βαρνάβας, διά να αναζητήση τον Σαύλον,
ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν.
26 και ευρών αυτόν, έφερεν αυτόν εις Αντιόχειαν. Και συνελθόντες εις την εκκλησίαν εν ολόκληρον έτος εδίδαξαν πλήθος ικανόν, και πρώτον εν Αντιοχεία ωνομάσθησαν οι μαθηταί Χριστιανοί.
ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Εν εκείναις δε ταις ημέραις κατέβησαν από Ιεροσολύμων προφήται εις Αντιόχειαν·
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
28 σηκωθείς δε εις εξ αυτών ονόματι Άγαβος, εφανέρωσε διά του Πνεύματος ότι έμελλε να γείνη μεγάλη πείνα καθ' όλην την οικουμένην· ήτις και έγεινεν επί Κλαυδίου Καίσαρος.
ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
29 Όθεν οι μαθηταί απεφάσισαν, έκαστος αυτών κατά την εαυτού κατάστασιν, να πέμψωσι βοήθειαν προς τους αδελφούς τους κατοικούντας εν τη Ιουδαία·
τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 το οποίον και έκαμον αποστείλαντες αυτήν προς τους πρεσβυτέρους διά χειρός Βαρνάβα και Σαύλου.
ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.