< Προς Τιμοθεον Β΄ 1 >

1 Παύλος, απόστολος Ιησού Χριστού διά θελήματος Θεού κατά την επαγγελίαν της ζωής της εν Χριστώ Ιησού,
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ,
2 προς Τιμόθεον το αγαπητόν τέκνον· είη χάρις, έλεος, ειρήνη από Θεού Πατρός και Χριστού Ιησού του Κυρίου ημών.
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
3 Ευχαριστώ τον Θεόν, τον οποίον λατρεύω από προγόνων μετά καθαράς συνειδήσεως, ότι αδιαλείπτως σε ενθυμούμαι εν ταις δεήσεσί μου νύκτα και ημέραν,
Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας,
4 επιποθών να σε ίδω, ενθυμούμενος τα δάκρυά σου, διά να εμπλησθώ χαράς,
ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
5 ανακαλών εις την μνήμην μου την εν σοι ανυπόκριτον πίστιν, ήτις πρώτον κατώκησεν εν τη μάμμη σου Λωΐδι και εν τη μητρί σου Ευνίκη, είμαι δε πεπεισμένος ότι και εν σοι.
ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
6 Διά την οποίαν αιτίαν σε υπενθυμίζω να αναζωπυρής το χάρισμα του Θεού, το οποίον είναι εν σοι διά της επιθέσεως των χειρών μου·
Δι᾿ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.
7 διότι δεν έδωκεν εις ημάς ο Θεός πνεύμα δειλίας, αλλά δυνάμεως και αγάπης και σωφρονισμού.
Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
8 Μη αισχυνθής λοιπόν την μαρτυρίαν του Κυρίου ημών μηδέ εμέ τον δέσμιον αυτού, αλλά συγκακοπάθησον μετά του ευαγγελίου με την δύναμιν του Θεού,
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
9 όστις έσωσεν ημάς και εκάλεσε με κλήσιν αγίαν, ουχί κατά τα έργα ημών, αλλά κατά την εαυτού πρόθεσιν και χάριν, την δοθείσαν εις ημάς εν Χριστώ Ιησού προ χρόνων αιωνίων, (aiōnios g166)
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, (aiōnios g166)
10 φανερωθείσαν δε τώρα διά της επιφανείας του Σωτήρος ημών Ιησού Χριστού, όστις κατήργησε μεν τον θάνατον, έφερε δε εις φως την ζωήν και την αφθαρσίαν διά του ευαγγελίου,
φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
11 εις το οποίον ετάχθην εγώ κήρυξ και απόστολος και διδάσκαλος των εθνών.
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.
12 Διά την οποίαν αιτίαν και πάσχω ταύτα, πλην δεν επαισχύνομαι· διότι εξεύρω εις τίνα επίστευσα, και είμαι πεπεισμένος ότι είναι δυνατός να φυλάξη την παρακαταθήκην μου μέχρις εκείνης της ημέρας.
Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
13 Κράτει το υπόδειγμα των υγιαινόντων λόγων, τους οποίους ήκουσας παρ' εμού, μετά πίστεως και αγάπης της εν Χριστώ Ιησού.
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ.
14 Την καλήν παρακαταθήκην φύλαξον διά του Πνεύματος του Αγίου του ενοικούντος εν ημίν.
Τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Εξεύρεις τούτο, ότι με απεστράφησαν πάντες οι εν τη Ασία, εκ των οποίων είναι ο Φύγελλος και ο Ερμογένης.
Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστὶ Φύγελλος καὶ Ἑρμογένης.
16 Είθε ο Κύριος να δώση έλεος εις τον οίκον του Ονησιφόρου, διότι πολλάκις με παρηγόρησε και δεν επησχύνθη την άλυσίν μου,
Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη,
17 αλλ' ότε ήλθεν εις την Ρώμην, με εζήτησε μετά σπουδής πολλής και με εύρεν·
ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε —
18 είθε ο Κύριος να δώση εις αυτόν να εύρη έλεος παρά Κυρίου εν εκείνη τη ημέρα· και όσας διακονίας έκαμεν εν Εφέσω, συ εξεύρεις καλήτερα.
δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ — καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

< Προς Τιμοθεον Β΄ 1 >