< Βασιλειῶν Βʹ 8 >

1 Μετά δε ταύτα επάταξεν ο Δαβίδ τους Φιλισταίους και κατετρόπωσεν αυτούς· και έλαβεν ο Δαβίδ την Μεθέγ-αμμά εκ χειρός των Φιλισταίων.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων
2 Και επάταξε τους Μωαβίτας και διεμέτρησεν αυτούς διά σχοινίων, απλώσας αυτούς κατά γής· και διεμέτρησε διά δύο σχοινίων διά να θανατώση, και δι' ενός πλήρους σχοινίου διά να αφήση ζώντας. Ούτως οι Μωαβίται έγειναν δούλοι του Δαβίδ υποτελείς.
καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια
3 Επάταξεν έτι ο Δαβίδ τον Αδαδεζέρ, υιόν του Ρεώβ, βασιλέα της Σωβά, ενώ υπήγαινε να στήση την εξουσίαν αυτού επί τον ποταμόν Ευφράτην.
καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην
4 Και έλαβεν ο Δαβίδ εξ αυτού χιλίους επτακοσίους ιππείς και είκοσι χιλιάδας πεζών· και ενευροκόπησεν ο Δαβίδ πάντας τους ίππους των αμαξών, και εφύλαξεν εξ αυτών εκατόν αμάξας.
καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα
5 Και ότε ήλθον οι Σύριοι της Δαμασκού διά να βοηθήσωσι τον Αδαδέζερ, βασιλέα της Σωβά, ο Δαβίδ επάταξεν εκ των Συρίων εικοσιδύο χιλιάδας ανδρών.
καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν
6 Και έβαλεν ο Δαβίδ φρουράς εν τη Συρία της Δαμασκού· και οι Σύριοι έγειναν δούλοι υποτελείς του Δαβίδ. Και έσωζεν ο Κύριος τον Δαβίδ πανταχού, όπου επορεύετο.
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
7 Και έλαβεν ο Δαβίδ τας ασπίδας τας χρυσάς, αίτινες ήσαν επί τους δούλους του Αδαδέζερ, και έφερεν αυτάς εις Ιερουσαλήμ.
καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος
8 Και εκ της Βετάχ και εκ Βηρωθάϊ, πόλεων του Αδαδέζερ, ο βασιλεύς Δαβίδ έλαβε χαλκόν πολύν σφόδρα.
καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη
9 Ακούσας δε ο Θοεί, βασιλεύς της Αιμάθ, ότι ο Δαβίδ επάταξε πάσαν την δύναμιν του Αδαδέζερ,
καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ
10 απέστειλεν ο Θοεί Ιωράμ, τον υιόν αυτού, προς τον βασιλέα Δαβίδ, διά να χαιρετήση αυτόν και να ευλογήση αυτόν, ότι κατεπολέμησε τον Αδαδέζερ και επάταξεν αυτόν· διότι ο Αδαδέζερ ήτο πολέμιος του Θοεί. Και έφερεν ο Ιωράμ μεθ' εαυτού σκεύη αργυρά και σκεύη χρυσά και σκεύη χάλκινα·
καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ
11 και ταύτα αφιέρωσεν ο βασιλεύς Δαβίδ εις τον Κύριον μετά του αργυρίου και του χρυσίου, τα οποία είχεν αφιερώσει εκ πάντων των εθνών, όσα υπέταξεν·
καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν
12 εκ της Συρίας και εκ του Μωάβ και εκ των υιών Αμμών και εκ των Φιλισταίων και εκ του Αμαλήκ και εκ των λαφύρων του Αδαδέζερ, υιού του Ρεώβ, βασιλέως της Σωβά.
ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα
13 Και απέκτησεν ο Δαβίδ όνομα, ότε επέστρεφε, κατατροπώσας τους Συρίους εν τη κοιλάδι του άλατος, δεκαοκτώ χιλιάδας.
καὶ ἐποίησεν Δαυιδ ὄνομα καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας
14 Και έβαλε φρουράς εν τη Ιδουμαία· καθ' όλην την Ιδουμαίαν έβαλε φρουράς· και πάντες οι Ιδουμαίοι έγειναν δούλοι του Δαβίδ. Και έσωζεν ο Κύριος τον Δαβίδ πανταχού όπου επορεύετο.
καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ Ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
15 Και εβασίλευσεν ο Δαβίδ επί πάντα τον Ισραήλ· και έκαμεν ο Δαβίδ κρίσιν και δικαιοσύνην εις πάντα τον λαόν αυτού.
καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ
16 Και Ιωάβ, ο υιός της Σερουΐας, ήτο επί του στρατεύματος· Ιωσαφάτ δε, ο υιός του Αχιλούδ, υπομνηματογράφος·
καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων
17 και Σαδώκ, ο υιός του Αχιτώβ, και Αχιμέλεχ, ο υιός του Αβιάθαρ, ιερείς· ο δε Σεραΐας, γραμματεύς.
καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Ασα ὁ γραμματεύς
18 Και Βεναΐας, ο υιός του Ιωδαέ, ήτο επί των Χερεθαίων και επί των Φελεθαίων· οι δε υιοί του Δαβίδ ήσαν αυλάρχαι.
καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ ὁ Χελεθθι καὶ ὁ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν

< Βασιλειῶν Βʹ 8 >