< Βασιλειῶν Βʹ 18 >
1 Και απηρίθμησεν ο Δαβίδ τον λαόν τον μετ' αυτού, και κατέστησεν επ' αυτούς χιλιάρχους και εκατοντάρχους.
καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους
2 Και απέστειλεν ο Δαβίδ τον λαόν, εν τρίτον υπό την χείρα του Ιωάβ, και εν τρίτον υπό την χείρα του Αβισαί, υιού της Σερουΐας, αδελφού του Ιωάβ, και εν τρίτον υπό την χείρα Ιτταΐ του Γετθαίου. Και είπεν ο βασιλεύς προς τον λαόν, Θέλω βεβαίως εξέλθει και εγώ μεθ' υμών.
καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελφοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι τοῦ Γεθθαίου καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν
3 Ο λαός όμως απεκρίθη, Δεν θέλεις εξέλθει διότι, εάν τραπώμεν εις φυγήν, δεν μέλει αυτούς περί ημών· ουδέ εάν το ήμισυ εξ ημών αποθάνη, δεν μέλει αυτούς περί ημών· επειδή τώρα συ είσαι ως ημείς δέκα χιλιάδες· όθεν τώρα είναι καλήτερον να ήσαι βοηθός ημών εκ της πόλεως.
καὶ εἶπαν οὐκ ἐξελεύσῃ ὅτι ἐὰν φυγῇ φύγωμεν οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν
4 Και είπε προς αυτούς ο βασιλεύς, ό,τι σας φαίνεται καλόν, θέλω κάμει. Και εστάθη ο βασιλεύς εις το πλάγιον της πύλης· και πας ο λαός εξήρχετο κατά εκατοντάδας και κατά χιλιάδας.
καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας
5 Και προσέταξεν ο βασιλεύς εις τον Ιωάβ και εις τον Αβισαί και εις τον Ιτταΐ, λέγων, Σώσατέ μοι τον νέον, τον Αβεσσαλώμ. Και πας ο λαός ήκουσεν, ενώ ο βασιλεύς προσέταττεν εις πάντας τους άρχοντας υπέρ του Αβεσσαλώμ.
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εθθι λέγων φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ
6 Εξήλθε λοιπόν ο λαός εις το πεδίον εναντίον του Ισραήλ· και η μάχη έγεινεν εν τω δάσει Εφραΐμ.
καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Εφραιμ
7 Και κατετροπώθη εκεί ο λαός Ισραήλ υπό των δούλων του Δαβίδ· και έγεινεν εκεί την ημέραν εκείνην θραύσις μεγάλη, είκοσι χιλιάδων.
καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι χιλιάδες ἀνδρῶν
8 διότι η μάχη έγεινεν εκεί διεσπαρμένη επί το πρόσωπον όλου του τόπου· και το δάσος κατέφαγε πλειότερον λαόν, παρ' όσον κατέφαγεν η μάχαιρα, την ημέραν εκείνην.
καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
9 Και συνήντησεν ο Αβεσσαλώμ τους δούλους του Δαβίδ. Και εκάθητο ο Αβεσσαλώμ επί ημιόνου, και εισήλθεν ο ημίονος υπό τους πυκνούς κλάδους μεγάλης δρυός, και επιάσθη η κεφαλή αυτού εις την δρυν, και εκρεμάσθη αναμέσον του ουρανού και της γής· ο δε ημίονος ο υποκάτω αυτού διεπέρασεν.
καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τῶν παίδων Δαυιδ καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν
10 Ιδών δε ανήρ τις, απήγγειλε προς τον Ιωάβ, και είπεν, Ιδού, είδον τον Αβεσσαλώμ κρεμάμενον εις δρυν.
καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἶπεν ἰδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί
11 Και είπεν ο Ιωάβ προς τον άνδρα, τον απαγγείλαντα προς αυτόν, Και ιδού, είδες, και διά τι πατάξας δεν κατέβαλες αυτόν εκεί εις την γην; βεβαίως ήθελον σοι δώσει δέκα σίκλους αργυρίου και μίαν ζώνην.
καὶ εἶπεν Ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι καὶ ἰδοὺ ἑόρακας τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν
12 Ο δε ανήρ είπε προς τον Ιωάβ, Και χίλιοι σίκλοι αργυρίου αν ήθελον μετρηθή εις την παλάμην μου, δεν ήθελον βάλει την χείρα μου επί τον υιόν του βασιλέως· διότι εις επήκοον ημών προσέταξεν ο βασιλεύς εις σε και εις τον Αβισαί και εις τον Ιτταΐ, λέγων, Φυλάχθητε μη εγγίση μηδείς τον νέον, τον Αβεσσαλώμ·
εἶπεν δὲ ὁ ἀνὴρ πρὸς Ιωαβ καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Αβεσσα καὶ τῷ Εθθι λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλωμ
13 αλλά και εάν ήθελον πράξει δολίως εναντίον της ζωής μου, δεν κρύπτεται ουδέν από του βασιλέως· και συ ήθελες σταθή εναντίος.
μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως καὶ σὺ στήσῃ ἐξ ἐναντίας
14 Τότε είπεν ο Ιωάβ, Δεν πρέπει να χρονοτριβώ ούτω μετά σου. Και λαβών εις την χείρα αυτού τρία βέλη, διεπέρασεν αυτά διά της καρδίας του Αβεσσαλώμ, ενώ έτι έζη εν τω μέσω της δρυός.
καὶ εἶπεν Ιωαβ τοῦτο ἐγὼ ἄρξομαι οὐχ οὕτως μενῶ ἐνώπιόν σου καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Αβεσσαλωμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς
15 Και περικυκλώσαντες δέκα νέοι, οι βαστάζοντες τα όπλα του Ιωάβ, επάταξαν τον Αβεσσαλώμ και εθανάτωσαν αυτόν.
καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ιωαβ καὶ ἐπάταξαν τὸν Αβεσσαλωμ καὶ ἐθανάτωσαν αὐτόν
16 Και εσάλπισεν ο Ιωάβ διά της σάλπιγγος, και επέστρεψεν ο λαός από του να καταδιώκη οπίσω του Ισραήλ· διότι ανεχαίτισεν ο Ιωάβ τον λαόν.
καὶ ἐσάλπισεν Ιωαβ ἐν κερατίνῃ καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ισραηλ ὅτι ἐφείδετο Ιωαβ τοῦ λαοῦ
17 Και λαβόντες τον Αβεσσαλώμ, έρριψαν αυτόν εις λάκκον μέγαν εντός του δάσους· και έστησαν επ' αυτόν σωρόν λίθων μέγαν σφόδρα· και πας ο Ισραήλ έφυγεν έκαστος εις την σκηνήν αυτού.
καὶ ἔλαβεν τὸν Αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ’ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα καὶ πᾶς Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ
18 Έτι δε ζων ο Αβεσσαλώμ είχε λάβει και στήσει δι' εαυτόν στήλην, την εν τη κοιλάδι του βασιλέως· διότι είπεν, Δεν έχω υιόν διά να διατηρή την μνήμην του ονόματός μου· και εκάλεσε την στήλην με το όνομα αυτού· και καλείται έως της ημέρας ταύτης Στήλη του Αβεσσαλώμ.
καὶ Αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης
19 Τότε είπεν Αχιμάας ο υιός του Σαδώκ, Ας τρέξω τώρα και ας φέρω προς τον βασιλέα αγγελίας, ότι ο Κύριος εξεδίκησεν αυτόν εκ χειρός των εχθρών αυτού.
καὶ Αχιμαας υἱὸς Σαδωκ εἶπεν δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ
20 Και είπε προς αυτόν ο Ιωάβ, Δεν θέλεις είσθαι την ημέραν ταύτην αγγελιαφόρος, αλλ' εις άλλην ημέραν θέλεις φέρει αγγελίας· εις ταύτην δε την ημέραν δεν θέλεις φέρει αγγελίας, επειδή ο υιός του βασιλέως απέθανε.
καὶ εἶπεν αὐτῷ Ιωαβ οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανεν
21 Τότε είπεν ο Ιωάβ προς τον Χουσεί, Ύπαγε, απάγγειλον προς τον βασιλέα όσα είδες. Και ο Χουσεί προσεκύνησε τον Ιωάβ και έτρεξε.
καὶ εἶπεν Ιωαβ τῷ Χουσι βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες καὶ προσεκύνησεν Χουσι τῷ Ιωαβ καὶ ἐξῆλθεν
22 Τότε Αχιμάας ο υιός του Σαδώκ είπε πάλιν προς τον Ιωάβ, Αλλ' ό, τι και αν ήναι, ας τρέξω και εγώ, παρακαλώ, κατόπιν του Χουσεί. Ο δε Ιωάβ είπε, Διά τι θέλεις να τρέξης, τέκνον μου, ενώ δεν έχεις αρμοδίους αγγελίας;
καὶ προσέθετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἶπεν πρὸς Ιωαβ καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσι καὶ εἶπεν Ιωαβ ἵνα τί τοῦτο τρέχεις υἱέ μου δεῦρο οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένῳ
23 Αλλ' ό, τι και αν ήναι, είπεν, ας τρέξω. Τότε είπε προς αυτόν, Τρέχε. Και έτρεξεν ο Αχιμάας διά της οδού της πεδιάδος και επέρασε τον Χουσεί.
καὶ εἶπεν τί γὰρ ἐὰν δραμοῦμαι καὶ εἶπεν αὐτῷ Ιωαβ δράμε καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν τοῦ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι
24 Εκάθητο δε ο Δαβίδ μεταξύ των δύο πυλών· και ανέβη ο σκοπός εις το δώμα της πύλης, επί το τείχος, και υψώσας τους οφθαλμούς αυτού, είδε, και ιδού, άνθρωπος τρέχων μόνος.
καὶ Δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ
25 Και ανεβόησεν ο σκοπός και απήγγειλε προς τον βασιλέα. Και ο βασιλεύς είπεν, Εάν ήναι μόνος, έχει αγγελίας εις το στόμα αυτού. Και ήρχετο προχωρών και επλησίαζε.
καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς εἰ μόνος ἐστίν εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων
26 Και είδεν ο σκοπός άλλον άνθρωπον τρέχοντα· και ανεβόησεν ο σκοπός προς τον θυρωρόν, και είπεν, Ιδού, άλλος άνθρωπος τρέχων μόνος. Και είπεν ο βασιλεύς, Και ούτος είναι αγγελιαφόρος.
καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος καὶ εἶπεν ὁ βασιλεύς καί γε οὗτος εὐαγγελιζόμενος
27 Και είπεν ο σκοπός, Το τρέξιμον του πρώτου μοι φαίνεται ως το τρέξιμον του Αχιμάας, υιού του Σαδώκ. Και είπεν ο βασιλεύς, Καλός άνθρωπος είναι ούτος και έρχεται με αγαθάς αγγελίας.
καὶ εἶπεν ὁ σκοπός ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ καὶ εἶπεν ὁ βασιλεύς ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται
28 Και εβόησεν ο Αχιμάας και είπε προς τον βασιλέα, Χαίρε. και προσεκύνησε τον βασιλέα κατά πρόσωπον αυτού έως εδάφους· και είπεν, Ευλογητός Κύριος ο Θεός σου, όστις παρέδωκε τους ανθρώπους, τους σηκώσαντας την χείρα αυτών κατά του κυρίου μου του βασιλέως.
καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα εἰρήνη καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ
29 Και είπεν ο βασιλεύς, Υγιαίνει ο νέος, ο Αβεσσαλώμ; Και απεκρίθη ο Αχιμάας, Ότε ο Ιωάβ απέστελλε τον δούλον του βασιλέως, και εμέ τον δούλον σου, είδον τον μέγαν θόρυβον, πλην δεν ήξευρον τι ήτο.
καὶ εἶπεν ὁ βασιλεύς εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ καὶ εἶπεν Αχιμαας εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ιωαβ καὶ τὸν δοῦλόν σου καὶ οὐκ ἔγνων τί ἐκεῖ
30 Και είπεν ο βασιλεύς, Στρέψον, στάθητι εκεί. Και εστράφη και εστάθη.
καὶ εἶπεν ὁ βασιλεύς ἐπίστρεψον στηλώθητι ὧδε καὶ ἐπεστράφη καὶ ἔστη
31 Και ιδού, ήλθεν ο Χουσεί· και είπεν ο Χουσεί, Αγγελίας, κύριέ μου βασιλεύ· διότι ο Κύριος σε εξεδίκησε την ημέραν ταύτην εκ χειρός πάντων των επανισταμένων επί σε.
καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ
32 Και είπεν ο βασιλεύς προς τον Χουσεί, Υγιαίνει ο νέος, ο Αβεσσαλώμ; Και απεκρίθη ο Χουσεί, είθε να γείνωσιν ως ο νέος εκείνος οι εχθροί του κυρίου μου του βασιλέως, και πάντες οι επανιστάμενοι επί σε διά κακόν.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσι εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ καὶ εἶπεν ὁ Χουσι γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ’ αὐτὸν εἰς κακά
33 Και εταράχθη ο βασιλεύς και ανέβη εις το υπερώον της πύλης, και έκλαυσε· και ενώ επορεύετο, έλεγεν ούτως· Υιέ μου Αβεσσαλώμ, υιέ μου, υιέ μου Αβεσσαλώμ· είθε να απέθνησκον εγώ αντί σου, Αβεσσαλώμ, υιέ μου, υιέ μου.
καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν υἱέ μου Αβεσσαλωμ υἱέ μου υἱέ μου Αβεσσαλωμ τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ ἐγὼ ἀντὶ σοῦ Αβεσσαλωμ υἱέ μου υἱέ μου