< Βασιλειῶν Βʹ 15 >

1 Μετά δε ταύτα ητοίμασεν εις εαυτόν ο Αβεσσαλώμ αμάξας και ίππους και πεντήκοντα άνδρας, διά να τρέχωσιν έμπροσθεν αυτού.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
2 Και εσηκόνετο ο Αβεσσαλώμ πρωΐ, και ίστατο εις τα πλάγια της οδού της πύλης· και οπότε τις έχων διαφοράν τινά ήρχετο προς τον βασιλέα διά κρίσιν, τότε ο Αβεσσαλώμ εκάλει αυτόν προς εαυτόν και έλεγεν, Εκ ποίας πόλεως είσαι; Ο δε απεκρίνετο, Ο δούλός σου είναι εκ της δείνος φυλής του Ισραήλ.
καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ὁ ἀνήρ ἐκ μιᾶς φυλῶν Ισραηλ ὁ δοῦλός σου
3 Και έλεγε προς αυτόν ο Αβεσσαλώμ, Ιδέ, η υπόθεσίς σου είναι καλή και ορθή· πλην δεν είναι ουδείς ο ακούων σε από μέρους του βασιλέως.
καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως
4 Έλεγε προσέτι ο Αβεσσαλώμ, Τις να με εδιώριζε κριτήν του τόπου, διά να έρχηται προς εμέ πας όστις έχει διαφοράν ή κρίσιν, και να δικαιόνω αυτόν.
καὶ εἶπεν Αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ’ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν
5 Και οπότε τις επλησίαζε διά να προσκυνήση αυτόν, ήπλονε την χείρα αυτού και επίανεν αυτόν και εφίλει αυτόν.
καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
6 Και έκαμνεν ο Αβεσσαλώμ κατά τούτον τον τρόπον εις πάντα Ισραηλίτην ερχόμενον προς τον βασιλέα διά κρίσιν· και υπέκλεπτεν ο Αβεσσαλώμ τας καρδίας των ανδρών Ισραήλ.
καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ
7 Και εις το τέλος τεσσαράκοντα ετών είπεν ο Αβεσσαλώμ προς τον βασιλέα, Ας υπάγω, παρακαλώ, διά να εκπληρώσω την ευχήν μου, την οποίαν ηυχήθην εις τον Κύριον, εν Χεβρών·
καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρων
8 διότι ο δούλός σου ηυχήθη ευχήν, ότε κατώκει εν Γεσσούρ εν Συρία, λέγων· Εάν ο Κύριος με επιστρέψη τωόντι εις Ιερουσαλήμ, τότε θέλω προσφέρει θυσίαν εις τον Κύριον.
ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ
9 Και είπε προς αυτόν ο βασιλεύς, Ύπαγε εν ειρήνη. Και σηκωθείς, υπήγεν εις Χεβρών.
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων
10 Απέστειλε δε ο Αβεσσαλώμ κατασκόπους εις πάσας τας φυλάς του Ισραήλ, λέγων, Καθώς ακούσητε την φωνήν της σάλπιγγος, θέλετε ειπεί Ο Αβεσσαλώμ εβασίλευσεν εν Χεβρών.
καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραηλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων
11 Και υπήγαν μετά του Αβεσσαλώμ διακόσιοι άνδρες εξ Ιερουσαλήμ, κεκλημένοι και υπήγαν εν τη απλότητι αυτών και δεν ήξευραν ουδέν.
καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα
12 Και προσεκάλεσεν ο Αβεσσαλώμ Αχιτόφελ τον Γιλωναίον, τον σύμβουλον του Δαβίδ, εκ της πόλεως αυτού, εκ Γιλώ, ενώ προσέφερε τας θυσίας. Και η συνωμοσία ήτο δυνατή και ο λαός επληθύνετο αδιακόπως πλησίον του Αβεσσαλώμ.
καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ
13 Ήλθε δε μηνυτής προς τον Δαβίδ λέγων, Αι καρδίαι των ανδρών Ισραήλ εστράφησαν κατόπιν του Αβεσσαλώμ.
καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ
14 Και είπεν ο Δαβίδ προς πάντας τους δούλους αυτού τους μεθ' αυτού εν Ιερουσαλήμ, Σηκώθητε, και ας φύγωμεν· διότι δεν θέλομεν δυνηθή να διασωθώμεν από προσώπου του Αβεσσαλώμ· σπεύσατε να αναχωρήσωμεν, διά να μη επιταχύνη και καταφθάση ημάς και σπρώξη το κακόν εφ' ημάς και πατάξη την πόλιν εν στόματι μαχαίρας.
καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ’ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ’ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης
15 Και οι δούλοι του βασιλέως είπαν προς τον βασιλέα, Εις παν, ό,τι εκλέξη ο κύριός μου ο βασιλεύς, ιδού, οι δούλοί σου.
καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου
16 Και εξήλθεν ο βασιλεύς και πας ο οίκος αυτού κατόπιν αυτού. Και αφήκεν ο βασιλεύς τας δέκα γυναίκας τας παλλακάς διά να φυλάττωσι τον οίκον.
καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον
17 Και εξήλθεν ο βασιλεύς και πας ο λαός κατόπιν αυτού, και εστάθησαν εις τόπον μακράν απέχοντα.
καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν
18 Και πάντες οι δούλοι αυτού επορεύοντο πλησίον αυτού· και πάντες οι Χερεθαίοι και πάντες οι Φελεθαίοι και πάντες οι Γετθαίοι, εξακόσιοι άνδρες, οι ελθόντες οπίσω αυτού από Γαθ, προεπορεύοντο έμπροσθεν του βασιλέως.
καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττι καὶ πᾶς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χερεθθι καὶ πᾶς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως
19 Τότε είπεν ο βασιλεύς προς Ιτταΐ τον Γετθαίον, Διά τι έρχεσαι και συ μεθ' ημών; επίστρεψον και κατοίκει μετά του βασιλέως, διότι είσαι ξένος, και μάλιστα είσαι μετωκισμένος εκ του τόπου σου·
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ’ ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου
20 χθές ήλθες, και σήμερον θέλω σε κάμει να περιπλανάσαι μεθ' ημών; εγώ δε υπάγω όπου δυνηθώ· επίστρεψον και λάβε και τους αδελφούς σου· έλεος και αλήθεια μετά σου.
εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ’ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ’ ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν
21 Ο δε Ιτταΐ απεκρίθη προς τον βασιλέα και είπε, Ζη Κύριος, και ζη ο κύριός μου ο βασιλεύς, όπου και αν ήναι ο κύριός μου ο βασιλεύς, είτε εις θάνατον, είτε εις ζωήν, βεβαίως εκεί θέλει είσθαι και ο δούλός σου.
καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου
22 Και είπεν ο Δαβίδ προς τον Ιτταΐ, Ελθέ λοιπόν, και διάβαινε. Και διέβη ο Ιτταΐ ο Γετθαίος και πάντες οι άνδρες αυτού και πάντα τα παιδία τα μετ' αυτού.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι δεῦρο καὶ διάβαινε μετ’ ἐμοῦ καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ’ αὐτοῦ
23 Όλος δε ο τόπος έκλαιε μετά φωνής μεγάλης, και διέβαινε πας ο λαός· διέβη και ο βασιλεύς τον χείμαρρον Κέδρων· και πας ο λαός διέβη κατά την οδόν της ερήμου.
καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον
24 Και ιδού, προσέτι ο Σαδώκ και πάντες οι Λευΐται μετ' αυτού, φέροντες την κιβωτόν της διαθήκης του Θεού· και έστησαν την κιβωτόν του Θεού· ανέβη δε ο Αβιάθαρ, αφού ετελείωσε πας ο λαός διαβαίνων από της πόλεως.
καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ’ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως
25 Και είπεν ο βασιλεύς προς τον Σαδώκ, Απόστρεψον την κιβωτόν του Θεού εις την πόλιν· εάν εύρω χάριν εις τους οφθαλμούς του Κυρίου, θέλει με κάμει να επιστρέψω και να ίδω αυτήν και το κατοικητήριον αυτού·
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς
26 αλλ' εάν είπη ούτω, Δεν έχω ευαρέσκειαν εις σε, ιδού, εγώ, ας κάμη εις εμέ ό, τι φανή αρεστόν εις τους οφθαλμούς αυτού.
καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
27 Ο βασιλεύς είπεν έτι προς Σαδώκ τον ιερέα, Δεν είσαι συ ο βλέπων; επίστρεψον εις την πόλιν εν ειρήνη, και Αχιμάας ο υιός σου και Ιωνάθαν ο υιός του Αβιάθαρ, οι δύο υιοί σας μεθ' υμών·
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ’ ὑμῶν
28 ιδέτε, εγώ θέλω μένει εις τας πεδιάδας της ερήμου, εωσού έλθη λόγος παρ' υμών διά να μοι αναγγείλη.
ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ’ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι
29 Ο Σαδώκ λοιπόν και ο Αβιάθαρ επανέφεραν την κιβωτόν του Θεού εις Ιερουσαλήμ και έμειναν εκεί.
καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ
30 Ο δε Δαβίδ ανέβαινε διά της αναβάσεως των Ελαιών, αναβαίνων και κλαίων και έχων την κεφαλήν αυτού κεκαλυμμένην και περιπατών ανυπόδητος· και πας ο λαός ο μετ' αυτού είχεν έκαστος κεκαλυμμένην την κεφαλήν αυτού, και ανέβαινον πορευόμενοι και κλαίοντες.
καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες
31 Και απήγγειλαν προς τον Δαβίδ, λέγοντες, Ο Αχιτόφελ είναι μεταξύ των συνωμοτών μετά του Αβεσσαλώμ. Και είπεν ο Δαβίδ, Κύριε, δέομαί σου, διασκέδασον την βουλήν του Αχιτόφελ.
καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἶπεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου
32 Και ότε ήλθεν ο Δαβίδ εις την κορυφήν του όρους, όπου προσεκύνησε τον Θεόν, ιδού, ήλθεν εις συνάντησιν αυτού Χουσαΐ ο Αρχίτης, έχων διεσχισμένον τον χιτώνα αυτού και χώμα επί της ο κεφαλής αυτού.
καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
33 Και είπε προς αυτόν ο Δαβίδ, Εάν διαβής μετ' εμού, θέλεις βεβαίως είσθαι φορτίον επ' εμέ·
καὶ εἶπεν αὐτῷ Δαυιδ ἐὰν μὲν διαβῇς μετ’ ἐμοῦ καὶ ἔσῃ ἐπ’ ἐμὲ εἴς βάσταγμα
34 εάν όμως επιστρέψης εις την πόλιν και είπης προς τον Αβεσσαλώμ, Θέλω είσθαι δούλός σου, βασιλεύ· καθώς εστάθην δούλος του πατρός σου μέχρι τούδε, ούτω θέλω είσθαι τώρα δούλός σου· τότε δύνασαι υπέρ εμού να ανατρέψης την βουλήν του Αχιτόφελ·
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ
35 και δεν είναι εκεί μετά σου ο Σαδώκ και ο Αβιάθαρ, οι ιερείς; παν ό, τι λοιπόν ήθελες ακούσει εκ του οίκου του βασιλέως, θέλεις αναγγείλει προς τον Σαδώκ και Αβιάθαρ, τους ιερείς·
καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν
36 ιδού, εκεί μετ' αυτών οι δύο υιοί αυτών, Αχιμάας ο του Σαδώκ και Ιωνάθαν ο του Αβιάθαρ· και δι' αυτών θέλετε αποστέλλει προς εμέ παν ό, τι ακούσητε.
ἰδοὺ ἐκεῖ μετ’ αὐτῶν δύο υἱοὶ αὐτῶν Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε
37 Και καθώς εισήλθεν εις την πόλιν ο Χουσαΐ ο φίλος του Δαβίδ, ο Αβεσσαλώμ ήλθεν εις Ιερουσαλήμ.
καὶ εἰσῆλθεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ

< Βασιλειῶν Βʹ 15 >