< Βασιλειῶν Βʹ 13 >
1 Μετά δε ταύτα Αβεσσαλώμ ο υιός του Δαβίδ είχεν αδελφήν ώραίαν, ονόματι Θάμαρ, και ηγάπησεν αυτήν Αμνών ο υιός του Δαβίδ.
καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ Θημαρ καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ
2 Και έπασχε τόσον ο Αμνών, ώστε ηρρώστησε διά την αδελφήν αυτού Θάμαρ· διότι ήτο παρθένος, και εφαίνετο εις τον Αμνών δυσκολώτατον να πράξη τι εις αυτήν.
καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστεῖν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτοῦ ὅτι παρθένος ἦν αὐτή καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Αμνων τοῦ ποιῆσαί τι αὐτῇ
3 είχε δε ο Αμνών φίλον, ονομαζόμενον Ιωναδάβ, υιόν του Σαμαά, αδελφού του Δαβίδ· ήτο δε ο Ιωναδάβ άνθρωπος πανούργος σφόδρα.
καὶ ἦν τῷ Αμνων ἑταῖρος καὶ ὄνομα αὐτῷ Ιωναδαβ υἱὸς Σαμαα τοῦ ἀδελφοῦ Δαυιδ καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα
4 Και είπε προς αυτόν, Διά τι συ, υιέ του βασιλέως, αδυνατείς τόσον από ημέρας εις ημέραν; δεν θέλεις φανερώσει τούτο προς εμέ; Και είπε προς αυτόν ο Αμνών, Αγαπώ Θάμαρ, την αδελφήν Αβεσσαλώμ του αδελφού μου.
καὶ εἶπεν αὐτῷ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ τοῦ βασιλέως τὸ πρωὶ πρωί οὐκ ἀπαγγελεῖς μοι καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ
5 Και ο Ιωναδάβ είπε προς αυτόν, Πλαγίασον επί της κλίνης σου και προσποιήθητι τον άρρωστον· και όταν ο πατήρ σου έλθη να σε ίδη, ειπέ προς αυτόν, Ας έλθη, παρακαλώ, Θάμαρ η αδελφή μου, και ας μοι δώση να φάγω, και ας ετοιμάση έμπροσθέν μου το φαγητόν, διά να ίδω και να φάγω εκ της χειρός αυτής.
καὶ εἶπεν αὐτῷ Ιωναδαβ κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε καὶ ἐρεῖς πρὸς αὐτόν ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ ὀφθαλμούς μου βρῶμα ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς
6 Και επλαγίασεν ο Αμνών και προσεποιήθη τον άρρωστον· και ότε ήλθεν ο βασιλεύς να ίδη αυτόν, είπεν ο Αμνών προς τον βασιλέα, Ας έλθη, παρακαλώ, Θάμαρ η αδελφή μου, και ας κάμη έμπροσθέν μου δύο κολλύρια, διά να φάγω εκ της χειρός αυτής.
καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν καὶ εἶπεν Αμνων πρὸς τὸν βασιλέα ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς
7 Και απέστειλεν ο Δαβίδ εις τον οίκον προς την Θάμαρ, λέγων, Ύπαγε τώρα εις τον οίκον του αδελφού σου Αμνών, και ετοίμασον εις αυτόν φαγητόν.
καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἶκον λέγων πορεύθητι δὴ εἰς τὸν οἶκον Αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα
8 Και υπήγεν η Θάμαρ εις τον οίκον του αδελφού αυτής Αμνών, όστις ήτο πλαγιασμένος· και έλαβε το άλευρον και εζύμωσε και έκαμε κολλύρια έμπροσθεν αυτού και έψησε τα κολλύρια.
καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἶκον Αμνων ἀδελφοῦ αὐτῆς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ’ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας
9 Έπειτα έλαβε το τηγάνιον και εκένωσεν αυτά έμπροσθεν αυτού· πλην δεν ηθέλησε να φάγη. Και είπεν ο Αμνών, Εκβάλετε πάντα άνθρωπον απ' έμπροσθέν μου. Και εξήλθον απ' αυτού πάντες.
καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἠθέλησεν φαγεῖν καὶ εἶπεν Αμνων ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ
10 Και είπεν ο Αμνών προς την Θάμαρ, Φέρε το φαγητόν εις τον κοιτώνα, διά να φάγω εκ της χειρός σου. Και η Θάμαρ έλαβε τα κολλύρια, τα οποία έκαμε, και έφερεν εις τον κοιτώνα προς Αμνών τον αδελφόν αυτής.
καὶ εἶπεν Αμνων πρὸς Θημαρ εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον καὶ φάγομαι ἐκ τῆς χειρός σου καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας ἃς ἐποίησεν καὶ εἰσήνεγκεν τῷ Αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα
11 Και ότε προσέφερε προς αυτόν διά να φάγη, επίασεν αυτήν και είπε προς αυτήν, Ελθέ, κοιμήθητι μετ' εμού, αδελφή μου.
καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ δεῦρο κοιμήθητι μετ’ ἐμοῦ ἀδελφή μου
12 Η δε είπε προς αυτόν, Μη, αδελφέ μου, μη με ταπεινώσης· διότι δεν πρέπει τοιούτον πράγμα να γείνη εν τω Ισραήλ· μη κάμης την αφροσύνην ταύτην·
καὶ εἶπεν αὐτῷ μή ἄδελφέ μου μὴ ταπεινώσῃς με διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην
13 και εγώ πως θέλω απαλείψει το όνειδός μου; αλλά και συ θέλεις είσθαι ως εις εκ των αφρόνων εν τω Ισραήλ· τώρα λοιπόν, παρακαλώ, λάλησον προς τον βασιλέα· διότι δεν θέλει με αρνηθή εις σε.
καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραηλ καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ
14 Δεν ηθέλησεν όμως να εισακούση της φωνής αυτής· αλλ' υπερισχύσας εκείνης, εβίασεν αυτήν και εκοιμήθη μετ' αυτής.
καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς
15 Τότε ο Αμνών εμίσησεν αυτήν μίσος μέγα σφόδρα· ώστε το μίσος, με το οποίον εμίσησεν αυτήν, ήτο μεγαλήτερον παρά την αγάπην, με την οποίαν ηγάπησεν αυτήν. Και είπε προς αυτήν ο Αμνών, Σηκώθητι, ύπαγε.
καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σφόδρα ὅτι μέγα τὸ μῖσος ὃ ἐμίσησεν αὐτήν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἶπεν αὐτῇ Αμνων ἀνάστηθι καὶ πορεύου
16 Η δε είπε προς αυτόν, Δεν είναι αιτία· το κακόν τούτο, το να με αποβάλης, είναι μεγαλήτερον του άλλου, το οποίον έπραξας εις εμέ. Δεν ηθέλησεν όμως να εισακούση αυτής.
καὶ εἶπεν αὐτῷ Θημαρ μή ἄδελφε ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ’ ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς
17 Και έκραξε τον νέον αυτού τον υπηρετούντα αυτόν και είπεν, Έκβαλε τώρα ταύτην απ' εμού έξω, και μόχλωσον την θύραν κατόπιν αυτής.
καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ ἐξαποστείλατε δὴ ταύτην ἀπ’ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς
18 Ήτο δε ενδεδυμένη χιτώνα ποικιλόχρουν· διότι αι θυγατέρες του βασιλέως, αι παρθένοι, τοιαύτα επενδύματα ενεδύοντο. Και εξέβαλεν αυτήν έξω ο υπηρέτης αυτού και εμόχλωσε την θύραν κατόπιν αυτής.
καὶ ἐπ’ αὐτῆς ἦν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς
19 Λαβούσα δε η Θάμαρ στάκτην επί της κεφαλής αυτής, και διασχίσασα τον εφ' αυτής χιτώνα τον ποικιλόχρουν, και βαλούσα τας χείρας αυτής επί της κεφαλής αυτής, απήρχετο, πορευομένη και κράζουσα.
καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ’ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα
20 Και είπε προς αυτήν Αβεσσαλώμ ο αδελφός αυτής, Μήπως Αμνών ο αδελφός σου ευρέθη μετά σου; πλην τώρα σιώπησον, αδελφή μου· αδελφός σου είναι μη κατάθλιβε την καρδίαν σου διά το πράγμα τούτο. Η Θάμαρ λοιπόν εκάθητο χηρεύουσα εν τω οίκω του αδελφού αυτής Αβεσσαλώμ.
καὶ εἶπεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελφὸς αὐτῆς μὴ Αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ καὶ νῦν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστιν μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκῳ Αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς
21 Ακούσας δε ο βασιλεύς Δαβίδ πάντα ταύτα τα πράγματα, εθυμώθη σφόδρα.
καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτοῦ ἦν
22 Ο δε Αβεσσαλώμ δεν ελάλησε μετά του Αμνών ούτε καλόν ούτε κακόν· διότι εμίσει ο Αβεσσαλώμ τον Αμνών, επειδή εταπείνωσε την αδελφήν αυτού Θάμαρ.
καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ
23 Και μετά δύο ολόκληρα έτη, ο Αβεσσαλώμ είχε κουρευτάς εν Βαάλ-ασώρ, ήτις είναι πλησίον του Εφραΐμ, και προσεκάλεσεν ο Αβεσσαλώμ πάντας τους υιούς του βασιλέως.
καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Αβεσσαλωμ ἐν Βελασωρ τῇ ἐχόμενα Εφραιμ καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως
24 Και ήλθεν ο Αβεσσαλώμ προς τον βασιλέα και είπεν, Ιδού, τώρα, ο δούλός σου έχει κουρευτάς· ας έλθη, παρακαλώ, ο βασιλεύς και οι δούλοι αυτού μετά του δούλου σου.
καὶ ἦλθεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου
25 Και είπεν ο βασιλεύς προς τον Αβεσσαλώμ, Ουχί, υιέ μου, ας μη έλθωμεν τώρα πάντες, διά να μη ήμεθα βάρος εις σε. Και εβίασεν αυτόν, πλην δεν ηθέλησε να υπάγη, αλλ' ευλόγησεν αυτόν.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αβεσσαλωμ μὴ δή υἱέ μου μὴ πορευθῶμεν πάντες ἡμεῖς καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν
26 Τότε είπεν ο Αβεσσαλώμ, Αν όχι, ας έλθη καν μεθ' ημών Αμνών, ο αδελφός μου. Και είπεν ο βασιλεύς προς αυτόν, Διά τι να έλθη μετά σου;
καὶ εἶπεν Αβεσσαλωμ καὶ εἰ μή πορευθήτω δὴ μεθ’ ἡμῶν Αμνων ὁ ἀδελφός μου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί πορευθῇ μετὰ σοῦ
27 πλην ο Αβεσσαλώμ εβίασεν αυτόν, ώστε απέστειλε μετ' αυτού τον Αμνών και πάντας τους υιούς του βασιλέως.
καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλωμ καὶ ἀπέστειλεν μετ’ αὐτοῦ τὸν Αμνων καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἐποίησεν Αβεσσαλωμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως
28 Τότε προσέταξεν ο Αβεσσαλώμ τους υπηρέτας αυτού λέγων. Ιδέτε τώρα όταν ευφρανθή η καρδία του Αμνών εκ του οίνου, και είπω προς εσάς, Πατάξατε τον Αμνών, τότε θανατώσατε αυτόν· μη φοβείσθε· δεν είμαι εγώ όστις σας προστάζω; ανδρίζεσθε και γίνεσθε υιοί δυνάμεως.
καὶ ἐνετείλατο Αβεσσαλωμ τοῖς παιδαρίοις αὐτοῦ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Αμνων ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς πατάξατε τὸν Αμνων καὶ θανατώσατε αὐτόν μὴ φοβηθῆτε ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως
29 Και έκαμον οι υπηρέται του Αβεσσαλώμ προς τον Αμνών, ως προσέταξεν ο Αβεσσαλώμ. Τότε σηκωθέντες πάντες οι υιοί του βασιλέως, εκάθησαν έκαστος επί της ημιόνου αυτού και έφυγον.
καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τῷ Αμνων καθὰ ἐνετείλατο αὐτοῖς Αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν
30 Ενώ δε ούτοι ήσαν καθ' οδόν, η φήμη έφθασε προς τον Δαβίδ, λέγουσα, Ο Αβεσσαλώμ επάταξε πάντας τους υιούς του βασιλέως, και δεν εναπελείφθη εξ αυτών ουδέ εις.
καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθεν πρὸς Δαυιδ λέγων ἐπάταξεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς
31 Τότε σηκωθείς ο βασιλεύς διέσχισε τα ιμάτια αυτού και επλαγίασε κατά γής· και πάντες οι δούλοι αυτού οι περιεστώτες διέσχισαν τα ιμάτια αυτών.
καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
32 Και απεκρίθη Ιωναδάβ, ο υιός του Σαμαά, αδελφού του Δαβίδ, και είπεν, Ας μη λέγη ο κύριός μου ότι εθανατώθησαν πάντες οι νέοι, οι υιοί του βασιλέως· διότι ο Αμνών μόνος απέθανεν· επειδή ο Αβεσσαλώμ είχεν αποφασίσει τούτο, αφ' ης ημέρας εταπείνωσε Θάμαρ την αδελφήν αυτού·
καὶ ἀπεκρίθη Ιωναδαβ υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ καὶ εἶπεν μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν ὅτι Αμνων μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ
33 τώρα λοιπόν ας μη βάλη ο κύριός μου ο βασιλεύς το πράγμα εν τη καρδία αυτού, λέγων ότι πάντες οι υιοί του βασιλέως απέθανον· διότι ο Αμνών μόνος απέθανεν.
καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν ὅτι ἀλλ’ ἢ Αμνων μονώτατος ἀπέθανεν
34 Ο δε Αβεσσαλώμ έφυγε. Και υψώσας ο νέος, ο σκοπός, τους οφθαλμούς αυτού, είδε, και ιδού, λαός πολύς επορεύετο διά της οδού όπισθεν αυτού κατά το πλευρόν του όρους.
καὶ ἀπέδρα Αβεσσαλωμ καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ωρωνην ἐκ μέρους τοῦ ὄρους
35 Και είπεν ο Ιωναδάβ προς τον βασιλέα, Ιδού, οι υιοί του βασιλέως έρχονται κατά τον λόγον του δούλου σου, ούτως έγεινε.
καὶ εἶπεν Ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν κατὰ τὸν λόγον τοῦ δούλου σου οὕτως ἐγένετο
36 Και ως ετελείωσε λαλών, ιδού, οι υιοί του βασιλέως ήλθον και ύψωσαν την φωνήν αυτών και έκλαυσαν· και ο βασιλεύς έτι, και πάντες οι δούλοι αυτού έκλαυσαν κλαυθμόν μέγαν σφόδρα.
καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα
37 Ο δε Αβεσσαλώμ έφυγε και υπήγε προς τον Θαλμαΐ, υιόν του Αμμιούδ, βασιλέα της Γεσσούρ· και επένθησεν ο Δαβίδ διά τον υιόν αυτού πάσας τας ημέρας.
καὶ Αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς Θολμαι υἱὸν Εμιουδ βασιλέα Γεδσουρ εἰς γῆν Μαχαδ καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυιδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας
38 Ο Αβεσσαλώμ λοιπόν έφυγε και υπήγεν εις Γεσσούρ, και ήτο εκεί τρία έτη.
καὶ Αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἦν ἐκεῖ ἔτη τρία
39 Επεπόθησε δε ο βασιλεύς Δαβίδ να υπάγη προς τον Αβεσσαλώμ, διότι είχε παρηγορηθή διά τον θάνατον του Αμνών.
καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Αβεσσαλωμ ὅτι παρεκλήθη ἐπὶ Αμνων ὅτι ἀπέθανεν