< Βασιλειῶν Δʹ 9 >
1 Ελισσαιέ δε ο προφήτης εκάλεσεν ένα εκ των υιών των προφητών και είπε προς αυτόν, Περίζωσον την οσφύν σου και λάβε εις την χείρα σου την φιάλην ταύτην του ελαίου και ύπαγε εις Ραμώθ-γαλαάδ·
καὶ Ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμωθ Γαλααδ
2 και όταν εισέλθης εκεί, θέλεις ιδεί εκεί τον Ιηού, υιόν του Ιωσαφάτ, υιού του Νιμσί· και θέλεις εισέλθει και σηκώσει αυτόν εκ μέσου των αδελφών αυτού και θέλεις εισαγάγει αυτόν εις το ενδότερον δωμάτιον·
καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ
3 και λαβών την φιάλην του ελαίου, θέλεις επιχέει επί την κεφαλήν αυτού και ειπεί, Ούτω λέγει Κύριος· Σε έχρισα βασιλέα επί τον Ισραήλ· τότε ανοίξας την θύραν, φύγε και μη μείνης.
καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς
4 Και υπήγεν ο νέος, ο νέος ο προφήτης, εις Ραμώθ-γαλαάδ.
καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ
5 Και ότε ήλθεν, ιδού, οι άρχοντες του στρατεύματος εκάθηντο· και είπεν, Έχω λόγον προς σε, ω άρχων. Και ο Ιηού είπε, Προς τίνα εκ πάντων ημών; Ο δε είπε, προς σε, ω άρχων.
καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο καὶ εἶπεν λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἶπεν Ιου πρὸς τίνα ἐκ πάντων ἡμῶν καὶ εἶπεν πρὸς σέ ὁ ἄρχων
6 Και σηκωθείς εισήλθεν εις τον οίκον· και επέχεε το έλαιον επί την κεφαλήν αυτού και είπε προς αυτόν, Ούτω λέγει Κύριος ο Θεός του Ισραήλ· Σε έχρισα βασιλέα επί τον λαόν του Κυρίου, επί τον Ισραήλ·
καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ
7 και θέλεις πατάξει τον οίκον του Αχαάβ του κυρίου σου, διά να εκδικήσω τα αίματα των δούλων μου των προφητών και τα αίματα πάντων των δούλων του Κυρίου, εκ χειρός της Ιεζάβελ·
καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ
8 διότι πας ο οίκος του Αχαάβ θέλει εξολοθρευθή· και θέλω αφανίσει εκ του Αχαάβ τον ουρούντα εις τον τοίχον και τον κεκλεισμένον και τον αφειμένον εν τω Ισραήλ·
καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ
9 και θέλω καταστήσει τον οίκον του Αχαάβ ως τον οίκον του Ιεροβοάμ, υιού του Ναβάτ, και ως τον οίκον του Βαασά, υιού του Αχιά·
καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια
10 και την Ιεζάβελ οι κύνες θέλουσι καταφάγει εν τω αγρώ της Ιεζραέλ, και δεν θέλει είσθαι ο θάπτων αυτήν. Και ανοίξας την θύραν, έφυγε.
καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν
11 Και εξήλθεν ο Ιηού προς τους δούλους του κυρίου αυτού· και είπε τις προς αυτόν, Ειρήνη; διά τι ήλθε προς σε ο παράφρων ούτος; Ο δε είπε προς αυτούς, Σεις γνωρίζετε τον άνθρωπον και το λέγειν αυτού.
καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ καὶ εἶπον αὐτῷ εἰ εἰρήνη τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ καὶ εἶπεν αὐτοῖς ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ
12 Και είπον, Ψευδές είναι· ειπέ εις ημάς, παρακαλούμεν. Ο δε είπεν, Ούτω και ούτως ελάλησε προς εμέ, λέγων, Ούτω λέγει Κύριος· σε έχρισα βασιλέα επί τον Ισραήλ.
καὶ εἶπον ἄδικον ἀπάγγειλον δὴ ἡμῖν καὶ εἶπεν Ιου πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ
13 Τότε έσπευσαν, και λαβόντες έκαστος το ιμάτιον αυτού, έβαλον υπ' αυτόν επί του υψηλοτέρου αναβαθμού· και εσάλπισαν εν σάλπιγγι, λέγοντες, Εβασίλευσεν ο Ιηού.
καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον ἐβασίλευσεν Ιου
14 Και ο Ιηού, ο υιός του Ιωσαφάτ, υιού του Νιμσί, έκαμε συνωμοσίαν κατά του Ιωράμ. Ο δε Ιωράμ εφυλάττετο εν Ραμώθ-γαλαάδ, αυτός και άπας ο Ισραήλ, από προσώπου του Αζαήλ, βασιλέως της Συρίας.
καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ αὐτὸς καὶ πᾶς Ισραηλ ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας
15 Είχε δε επιστρέψει ο βασιλεύς Ιωράμ διά να ιατρευθή εν Ιεζραέλ από των τραυμάτων, τα οποία οι Σύριοι έκαμον εις αυτόν, ότε επολέμει εναντίον του Αζαήλ βασιλέως της Συρίας. Και είπεν ο Ιηού· Εάν ήναι η γνώμη σας, ας μη εξέλθη μηδείς φεύγων εκ της πόλεως, διά να υπάγη να απαγγείλη τούτο εν Ιεζραέλ.
καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἶπεν Ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ’ ἐμοῦ μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ
16 Και ιππεύσας ο Ιηού, υπήγεν εις Ιεζραέλ· διότι ο Ιωράμ εκοίτετο εκεί. Και Οχοζίας ο βασιλεύς του Ιούδα είχε καταβή να ίδη τον Ιωράμ.
καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαθ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδεῖν τὸν Ιωραμ
17 Ίστατο δε ο σκοπός επί του πύργου εν Ιεζραήλ και, ιδών την συνοδίαν του Ιηού ερχομένου, είπε, Συνοδίαν βλέπω. Και είπεν ο Ιωράμ· Λάβε επιβάτην και πέμψον εις συνάντησιν αυτών· και ας ερωτήση, Ειρήνη;
καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω καὶ εἶπεν Ιωραμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν καὶ εἰπάτω εἰ εἰρήνη
18 Υπήγε λοιπόν επιβάτης ίππου εις συνάντησιν αυτού και είπεν, Ούτω λέγει ο βασιλεύς· Ειρήνη; Και είπεν ο Ιηού, Τι σε μέλει περί ειρήνης; στρέψον οπίσω μου. Και ο σκοπός απήγγειλε, λέγων, Ο μηνυτής ήλθε μέχρις αυτών και δεν επέστρεψε.
καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν Ιου τί σοι καὶ εἰρήνῃ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν
19 Και απέστειλε δεύτερον επιβάτην ίππου· όστις, ελθών προς αυτούς, είπεν, Ούτω λέγει ο βασιλεύς· Ειρήνη; Και απεκρίθη ο Ιηού, Τι σε μέλει περί ειρήνης; στρέψον οπίσω μου.
καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν Ιου τί σοι καὶ εἰρήνῃ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου
20 Και απήγγειλεν ο σκοπός, λέγων, Ήλθε μέχρις αυτών και δεν επέστρεψεν· η δε πορεία είναι ως η πορεία του Ιηού υιού του Νιμσί· διότι οδεύει μανιωδώς.
καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου ὅτι ἐν παραλλαγῇ ἐγένετο
21 Και είπεν ο Ιωράμ, Ζεύξατε. Και έζευξαν την άμαξαν αυτού. Και εξήλθον Ιωράμ ο βασιλεύς του Ισραήλ και Οχοζίας ο βασιλεύς του Ιούδα, έκαστος εν τη αμάξη αυτού, και υπήγαν εις συνάντησιν του Ιηού, και εύρον αυτόν εν τω αγρώ Ναβουθαί του Ιεζραηλίτου.
καὶ εἶπεν Ιωραμ ζεῦξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξῆλθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου
22 Και ως είδεν ο Ιωράμ τον Ιηού, είπεν, Ειρήνη, Ιηού; Ο δε απεκρίθη, Τι ειρήνη, ενόσω πληθύνονται αι πορνείαι της Ιεζάβελ της μητρός σου και αι μαγείαι αυτής;
καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου καὶ εἶπεν εἰ εἰρήνη Ιου καὶ εἶπεν Ιου τί εἰρήνη ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά
23 Και έστρεψεν ο Ιωράμ τας χείρας αυτού και έφυγε, λέγων προς τον Οχοζίαν, Δόλος, Οχοζία.
καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν δόλος Οχοζια
24 Και δράξας ο Ιηού το τόξον αυτού, επάταξε τον Ιωράμ μεταξύ των βραχιόνων αυτού· και το βέλος εξήλθε διά της καρδίας αυτού. Ο δε εκάμφθη εν τη αμάξη αυτού.
καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ
25 Και είπεν ο Ιηού προς τον Βιδκάρ, τον στρατηγόν αυτού· Λάβε και ρίψον αυτόν εις την μερίδα του αγρού του Ναβουθαί του Ιεζραηλίτου· διότι ενθυμήθητι, ότε εγώ και συ επορευόμεθα έφιπποι οπίσω Αχαάβ του πατρός αυτού, ότι ο Κύριος επρόφερε κατ' αυτού την απόφασιν ταύτην·
καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ κύριος ἔλαβεν ἐπ’ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων
26 Ναι, είδον χθές τα αίματα του Ναβουθαί και τα αίματα των υιών αυτού, λέγει Κύριος· και θέλω κάμει εις σε ανταπόδοσιν εν τη μερίδι ταύτη, λέγει Κύριος·-τώρα λοιπόν σήκωσον και ρίψον αυτόν εις την μερίδα ταύτην κατά τον λόγον του Κυρίου.
εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ φησὶν κύριος καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου
27 Ο δε Οχοζίας βασιλεύς του Ιούδα, ως είδε τούτο, έφυγε διά της οδού της οικίας του κήπου. Και κατεδίωξεν οπίσω αυτού ο Ιηού και είπε, Πατάξατε και τούτον εν τη αμάξη αυτού. Και έκαμον ούτω, κατά την ανάβασιν Γούρ, πλησίον του Ιβλεάμ. Και έφυγεν εις Μεγιδδώ και εκεί απέθανε.
καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι ἥ ἐστιν Ιεβλααμ καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ
28 Και έφεραν αυτόν οι δούλοι αυτού επί αμάξης εις Ιερουσαλήμ, και έθαψαν αυτόν εν τω τάφω αυτού, μετά των πατέρων αυτού, εν τη πόλει Δαβίδ.
καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ
29 Εβασίλευσε δε ο Οχοζίας επί Ιούδα κατά το ενδέκατον έτος του Ιωράμ υιού του Αχαάβ.
καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν
30 Και ήλθεν ο Ιηού εις Ιεζραέλ, και ακούσασα η Ιεζάβελ, έβαψε τους οφθαλμούς αυτής και εκαλλώπισε την κεφαλήν αυτής και διέκυψε διά του παραθύρου.
καὶ ἦλθεν Ιου εἰς Ιεζραελ καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος
31 Και, ενώ εισήρχετο εις την πύλην ο Ιηού, είπεν, Ευτύχησεν ο Ζιμβρί, ο φονεύσας τον κύριον αυτού;
καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν εἰ εἰρήνη Ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ
32 Ο δε, υψώσας το πρόσωπον αυτού προς το παράθυρον, είπε, Τις είναι μετ' εμού; τις; Και έκυψαν προς αυτόν δύο τρεις ευνούχοι.
καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν τίς εἶ σύ κατάβηθι μετ’ ἐμοῦ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι
33 Και είπε, Ρίψατε αυτήν κάτω. Και έρριψαν αυτήν κάτω, και ερραντίσθη εκ του αίματος αυτής προς τον τοίχον και προς τους ίππους· και κατεπάτησεν αυτήν.
καὶ εἶπεν κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν
34 Και αφού εισήλθε και έφαγε και έπιεν, είπεν, Υπάγετε να ίδητε τώρα την κατηραμένην ταύτην, και θάψατε αυτήν· διότι είναι θυγάτηρ βασιλέως.
καὶ εἰσῆλθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν
35 Και υπήγαν διά να θάψωσιν αυτήν· πλην δεν εύρηκαν εις αυτήν παρά το κρανίον και τους πόδας και τας παλάμας των χειρών.
καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν
36 Και επιστρέψαντες απήγγειλαν προς αυτόν. Ο δε είπεν, Ούτος είναι ο λόγος του Κυρίου, τον οποίον ελάλησε διά του δούλου αυτού Ηλία του Θεσβίτου, λέγων, Εν τη μερίδι της Ιεζραέλ θέλουσι καταφάγει οι κύνες τας σάρκας της Ιεζάβελ·
καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ καὶ εἶπεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων ἐν τῇ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ
37 και το πτώμα της Ιεζάβελ θέλει είσθαι ως κοπρία επί προσώπου του αγρού εν τη μερίδι Ιεζραέλ, ώστε να μη είπωσιν, Αύτη είναι η Ιεζάβελ.
καὶ ἔσται τὸ θνησιμαῖον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς Ιεζαβελ