< Βασιλειῶν Δʹ 8 >
1 Και ελάλησεν ο Ελισσαιέ προς την γυναίκα, της οποίας ανεζωοποίησε τον υιόν, λέγων, Σηκώθητι και ύπαγε, συ και ο οίκός σου, και παροίκησον όπου αν δυνηθής να παροικήσης· διότι ο Κύριος εκάλεσε την πείναν, και θέλει μάλιστα επέλθει επί την γην επτά έτη.
καὶ Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἧς ἐζωπύρησεν τὸν υἱόν λέγων ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη
2 Και σηκωθείσα η γυνή, έκαμε κατά τον λόγον του ανθρώπου του Θεού· και υπήγεν αυτή και ο οίκος αυτής, και παρώκησεν εν τη γη των Φιλισταίων επτά έτη.
καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη
3 Μετά δε το τέλος των επτά ετών, επέστρεψεν η γυνή εκ της γης των Φιλισταίων· και εξήλθε να βοήση προς τον βασιλέα περί της οικίας αυτής και περί των αγρών αυτής.
καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς
4 Και ελάλησεν ο βασιλεύς προς τον Γιεζεί, τον υπηρέτην του ανθρώπου του Θεού, λέγων, Διηγήθητί μοι, παρακαλώ, πάντα τα μεγαλεία τα οποία έκαμεν ο Ελισσαιέ.
καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ελισαιε
5 Και ενώ διηγείτο προς τον βασιλέα πως ανεζωοποίησε τον νεκρόν, ιδού, η γυνή, της οποίας τον υιόν είχεν αναζωοποιήσει, εβόησε προς τον βασιλέα περί της οικίας αυτής και περί των αγρών αυτής. Και είπεν ο Γιεζεί, Κύριέ μου βασιλεύ, αύτη είναι η γυνή και ούτος ο υιός αυτής, τον οποίον ανεζωοποίησεν ο Ελισσαιέ.
καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα καὶ ἰδοὺ ἡ γυνή ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ελισαιε βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς καὶ εἶπεν Γιεζι κύριε βασιλεῦ αὕτη ἡ γυνή καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὃν ἐζωπύρησεν Ελισαιε
6 Και ηρώτησεν ο βασιλεύς την γυναίκα, και αυτή διηγήθη το πράγμα προς αυτόν. Τότε έδωκεν εις αυτήν ο βασιλεύς ευνούχον, λέγων, Επίστρεψον πάντα τα πράγματα αυτής και πάντα τα προϊόντα των αγρών αυτής, αφ' ης ημέρας αφήκε την γην μέχρι του νυν.
καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν
7 Ο δε Ελισσαιέ ήλθεν εις Δαμασκόν. Και Βεν-αδάδ ο βασιλεύς της Συρίας ήτο άρρωστος· και απήγγειλαν προς αυτόν, λέγοντες, Ο άνθρωπος του Θεού ήλθεν έως εδώ.
καὶ ἦλθεν Ελισαιε εἰς Δαμασκόν καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε
8 Και είπεν ο βασιλεύς προς τον Αζαήλ, Λάβε εις την χείρα σου δώρον και ύπαγε εις συνάντησιν του ανθρώπου του Θεού και ερώτησον δι' αυτού τον Κύριον, λέγων, Θέλω αναλάβει εκ της αρρωστίας ταύτης;
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ’ αὐτοῦ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης
9 Και υπήγεν ο Αζαήλ εις συνάντησιν αυτού, λαβών δώρον εις την χείρα αυτού και από παντός αγαθού της Δαμασκού, τεσσαράκοντα καμήλων φορτίον· και ελθών εστάθη έμπροσθεν αυτού και είπεν, Ο υιός σου Βεν-αδάδ, ο βασιλεύς της Συρίας, με απέστειλε προς σε, λέγων, Θέλω αναλάβει εκ της αρρωστίας ταύτης;
καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης
10 Και είπε προς αυτόν ο Ελισσαιέ, Ύπαγε, ειπέ προς αυτόν, Ναι, θέλεις αναλάβει πλην ο Κύριος έδειξεν εις εμέ ότι εξάπαντος θέλει αποθάνει.
καὶ εἶπεν Ελισαιε δεῦρο εἰπὸν αὐτῷ ζωῇ ζήσῃ καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ
11 Και έστησε το πρόσωπον αυτού ακίνητον, εωσού ερυθρίασε· και έκλαυσεν ο άνθρωπος του Θεού.
καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ
12 Και είπεν ο Αζαήλ, Διά τι κλαίεις, κύριέ μου; Ο δε απεκρίθη, Διότι εξεύρω όσα κακά θέλεις κάμει εις τους υιούς Ισραήλ· τα οχυρώματα αυτών θέλεις παραδώσει εις πυρ, και τους νέους αυτών θέλεις αποκτείνει εν ρομφαία, και τα νήπια αυτών θέλεις συντρίψει, και τας εγκυμονούσας αυτών θέλεις διασχίσει.
καὶ εἶπεν Αζαηλ τί ὅτι ὁ κύριός μου κλαίει καὶ εἶπεν ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις
13 Και είπεν ο Αζαήλ, Αλλά τι είναι ο δούλός σου, ο κύων, ώστε να κάμη το μέγα τούτο πράγμα; Και είπεν ο Ελισσαιέ, Ο Κύριος έδειξεν εις εμέ, ότι συ θέλεις βασιλεύσει επί της Συρίας.
καὶ εἶπεν Αζαηλ τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο καὶ εἶπεν Ελισαιε ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν
14 Τότε ανεχώρησεν από του Ελισσαιέ και ήλθε προς τον κύριον αυτού· ο δε είπε προς αυτόν, Τι σοι είπεν ο Ελισσαιέ; Και απεκρίθη, Μοι είπε, Ναι, θέλεις αναλάβει.
καὶ ἀπῆλθεν ἀπὸ Ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ τί εἶπέν σοι Ελισαιε καὶ εἶπεν εἶπέν μοι ζωῇ ζήσῃ
15 Την δε ακόλουθον ημέραν έλαβε το σκέπασμα και εμβάψας εις ύδωρ, εξήπλωσεν επί του προσώπου αυτού· και απέθανε· και αντ' αυτού εβασίλευσεν ο Αζαήλ.
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανεν καὶ ἐβασίλευσεν Αζαηλ ἀντ’ αὐτοῦ
16 Εν δε τω πέμπτω έτει του Ιωράμ, υιού του Αχαάβ βασιλέως του Ισραήλ, βασιλεύοντος Ιωσαφάτ επί του Ιούδα, εβασίλευσεν Ιωράμ, ο υιός του Ιωσαφάτ βασιλέως του Ιούδα.
ἐν ἔτει πέμπτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαφατ βασιλεὺς Ιουδα
17 Τριάκοντα δύο ετών ηλικίας ήτο ότε εβασίλευσεν· εβασίλευσε δε οκτώ έτη εν Ιερουσαλήμ.
υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
18 Και περιεπάτησεν εν τη οδώ των βασιλέων του Ισραήλ, καθώς έπραξεν ο οίκος του Αχαάβ· διότι η θυγάτηρ του Αχαάβ ήτο γυνή αυτού· και έπραξε πονηρά ενώπιον του Κυρίου.
καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ισραηλ καθὼς ἐποίησεν οἶκος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἦν αὐτῷ εἰς γυναῖκα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
19 Αλλ' ο Κύριος δεν ηθέλησε να εξολοθρεύση τον Ιούδαν, χάριν Δαβίδ του δούλου αυτού, καθώς είπε προς αυτόν ότι θέλει δώσει εις αυτόν λύχνον και εις τους υιούς αυτού εις τον αιώνα.
καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι τὸν Ιουδαν διὰ Δαυιδ τὸν δοῦλον αὐτοῦ καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας
20 Εν ταις ημέραις αυτού απεστάτησεν ο Εδώμ από της υποταγής του Ιούδα, και κατέστησαν βασιλέα εφ' εαυτών.
ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα καὶ ἐβασίλευσαν ἐφ’ ἑαυτοὺς βασιλέα
21 Όθεν διέβη ο Ιωράμ εις Σαείρ, και πάσαι αι άμαξαι μετ' αυτού· και σηκωθείς διά νυκτός, επάταξε τους Ιδουμαίους τους κύκλω αυτού και τους αμαξάρχας· ο δε λαός έφυγον εις τας σκηνάς αυτών.
καὶ ἀνέβη Ιωραμ εἰς Σιωρ καὶ πάντα τὰ ἅρματα μετ’ αὐτοῦ καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξεν τὸν Εδωμ τὸν κυκλώσαντα ἐπ’ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν
22 Πλην ο Εδώμ απεστάτησεν από της υποταγής του Ιούδα, έως της ημέρας ταύτης. Τότε κατά τον αυτόν καιρόν απεστάτησεν η Λιβνά.
καὶ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα ἕως τῆς ἡμέρας ταύτης τότε ἠθέτησεν Λοβενα ἐν τῷ καιρῷ ἐκείνῳ
23 Αι δε λοιπαί πράξεις του Ιωράμ και πάντα όσα έπραξε, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα;
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωραμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
24 Και εκοιμήθη ο Ιωράμ μετά των πατέρων αυτού και ετάφη μετά των πατέρων αυτού εν τη πόλει Δαβίδ· εβασίλευσε δε αντ' αυτού Οχοζίας ο υιός αυτού.
καὶ ἐκοιμήθη Ιωραμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
25 Εν τω δωδεκάτω έτει του Ιωράμ, υιού του Αχαάβ βασιλέως του Ισραήλ, εβασίλευσεν Οχοζίας, ο υιός του Ιωράμ βασιλέως του Ιούδα.
ἐν ἔτει δωδεκάτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ
26 Εικοσιδύο ετών ηλικίας ήτο ο Οχοζίας ότε εβασίλευσεν· εβασίλευσε δε εν έτος εν Ιερουσαλήμ. Και το όνομα της μητρός αυτού ήτο Γοθολία, θυγάτηρ του Αμρί, βασιλέως του Ισραήλ.
υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Οχοζιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι βασιλέως Ισραηλ
27 Και περιεπάτησεν εν τη οδώ του οίκου του Αχαάβ, και έπραξε πονηρά ενώπιον του Κυρίου, καθώς ο οίκος του Αχαάβ· διότι ήτο γαμβρός του οίκου του Αχαάβ.
καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἶκος Αχααβ
28 Και υπήγε μετά του Ιωράμ υιού του Αχαάβ εις πόλεμον εναντίον του Αζαήλ βασιλέως της Συρίας εις Ραμώθ-γαλαάδ· και ετραυμάτισαν οι Σύριοι τον Ιωράμ.
καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον μετὰ Αζαηλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμωθ Γαλααδ καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ιωραμ
29 Και επέστρεψεν ο βασιλεύς Ιωράμ διά να ιατρευθή εν Ιεζραέλ από των τραυμάτων, τα οποία οι Σύριοι έκαμον εις αυτόν εν Ραμά, ότε επολέμει εναντίον του Αζαήλ βασιλέως της Συρίας. Οχοζίας δε ο υιός του Ιωράμ, βασιλεύς του Ιούδα, κατέβη διά να ίδη τον Ιωράμ υιόν του Αχαάβ εν Ιεζραέλ, διότι ήτο άρρωστος.
καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ιωραμ τοῦ ἰατρευθῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμωθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ Οχοζιας υἱὸς Ιωραμ κατέβη τοῦ ἰδεῖν τὸν Ιωραμ υἱὸν Αχααβ ἐν Ιεζραελ ὅτι ἠρρώστει αὐτός