< Βασιλειῶν Δʹ 24 >

1 Εν ταις ημέραις αυτού ανέβη Ναβουχοδονόσορ ο βασιλεύς της Βαβυλώνος, και ο Ιωακείμ έγεινε δούλος αυτού τρία έτη· έπειτα εστράφη και απεστάτησε κατ' αυτού.
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ Ιωακιμ δοῦλος τρία ἔτη καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτῷ
2 Και απέστειλεν ο Κύριος εναντίον αυτού τα τάγματα των Χαλδαίων και τα τάγματα των Συρίων και τα τάγματα των Μωαβιτών και τα τάγματα των υιών Αμμών, και απέστειλεν αυτούς εναντίον του Ιούδα, διά να καταστρέψωσιν αυτόν· κατά τον λόγον του Κυρίου, τον οποίον ελάλησε διά χειρός των δούλων αυτού των προφητών.
καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱῶν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ιουδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν
3 Τω όντι κατά προσταγήν του Κυρίου έγεινε τούτο εις τον Ιούδαν, διά να αποβάλη αυτόν από προσώπου αυτού, διά τας αμαρτίας του Μανασσή, κατά πάντα όσα έπραξε·
πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐν τῷ Ιουδα ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα ὅσα ἐποίησεν
4 και έτι διά το αθώον αίμα το οποίον έχυσε, διότι εγέμισε την Ιερουσαλήμ αίμα αθώον· και δεν ηθέλησεν ο Κύριος να συγχωρήση αυτόν.
καί γε αἷμα ἀθῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθῴου καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθῆναι
5 Αι δε λοιπαί πράξεις του Ιωακείμ και πάντα όσα έπραξε, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα;
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
6 Και εκοιμήθη ο Ιωακείμ μετά των πατέρων αυτού, και εβασίλευσεν αντ' αυτού Ιωαχείν ο υιός αυτού.
καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
7 Ο δε βασιλεύς της Αιγύπτου δεν εξήλθε πλέον εκ της γης αυτού· διότι ο βασιλεύς της Βαβυλώνος έλαβεν, από του ποταμού της Αιγύπτου μέχρι του ποταμού Ευφράτου, πάντα όσα ήσαν του βασιλέως της Αιγύπτου.
καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ ὅτι ἔλαβεν βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου
8 Δεκαοκτώ ετών ηλικίας ήτο ο Ιωαχείν, ότε εβασίλευσε· και εβασίλευσε τρεις μήνας εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Νεουσθά, θυγάτηρ του Ελναθάν εξ Ιερουσαλήμ.
υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νεσθα θυγάτηρ Ελλαναθαν ἐξ Ιερουσαλημ
9 Και έπραξε πονηρά ενώπιον του Κυρίου, κατά πάντα όσα έπραξεν ο πατήρ αυτού.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ
10 Κατ' εκείνον τον καιρόν ανέβησαν οι δούλοι του Ναβουχοδονόσορ βασιλέως της Βαβυλώνος επί την Ιερουσαλήμ και επολιόρκησαν την πόλιν.
ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ
11 Και ήλθε Ναβουχοδονόσορ ο βασιλεύς της Βαβυλώνος κατά της πόλεως, και οι δούλοι αυτού επολιόρκουν αυτήν.
καὶ εἰσῆλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν πόλιν καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ’ αὐτήν
12 Και εξήλθεν ο Ιωαχείν βασιλεύς του Ιούδα προς τον βασιλέα της Βαβυλώνος, αυτός και η μήτηρ αυτού και οι δούλοι αυτού και οι άρχοντες αυτού και οι ευνούχοι αυτού· και συνέλαβεν αυτόν ο βασιλεύς της Βαβυλώνος, εν τω ογδόω έτει της βασιλείας αυτού.
καὶ ἐξῆλθεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλῶνος αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ
13 Και εξήγαγεν εκείθεν πάντας τους θησαυρούς του οίκου του Κυρίου και τους θησαυρούς του οίκου του βασιλέως, και κατέκοψε πάντα τα σκεύη τα χρυσά, τα οποία έκαμε Σολομών ο βασιλεύς του Ισραήλ εν τω ναώ, του Κυρίου, καθώς ελάλησεν ο Κύριος.
καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τῷ ναῷ κυρίου κατὰ τὸ ῥῆμα κυρίου
14 Και μετώκισε πάσαν την Ιερουσαλήμ και πάντας τους άρχοντας και πάντας τους δυνατούς πολεμιστάς, δέκα χιλιάδας αιχμαλώτων, και πάντας τους ξυλουργούς και σιδηρουργούς· δεν έμεινεν ειμή το πτωχότερον μέρος του λαού της γης.
καὶ ἀπῴκισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς
15 Και μετώκισε τον Ιωαχείν εις την Βαβυλώνα· και την μητέρα του βασιλέως και τας γυναίκας του βασιλέως και τους ευνούχους αυτού και τους δυνατούς της γης έφερεν αιχμαλώτους εξ Ιερουσαλήμ εις την Βαβυλώνα·
καὶ ἀπῴκισεν τὸν Ιωακιμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλῶνα
16 και πάντας τους πολεμιστάς, επτά χιλιάδας, και τους ξυλουργούς και τους σιδηρουργούς, χιλίους, πάντας δυνατούς και επιτηδείους εις πόλεμον· και μετώκισεν αυτούς εις Βαβυλώνα ο βασιλεύς της Βαβυλώνος.
καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους πάντες δυνατοὶ ποιοῦντες πόλεμον καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα
17 Και έκαμεν ο βασιλεύς της Βαβυλώνος βασιλέα, αντ' αυτού, Ματθανίαν τον αδελφόν του πατρός αυτού, και μετήλλαξε το όνομα αυτού εις Σεδεκίαν.
καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλῶνος τὸν Μαθθανιαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Σεδεκια
18 Ενός και είκοσι ετών ηλικίας ήτο ο Σεδεκίας, ότε εβασίλευσεν· εβασίλευσε δε ένδεκα έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Αμουτάλ, θυγάτηρ του Ιερεμίου από Λιβνά.
υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου
19 Και έπραξε πονηρά ενώπιον του Κυρίου, κατά πάντα όσα έπραξεν ο Ιωακείμ·
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ιωακιμ
20 διότι εξ οργής του Κυρίου κατά της Ιερουσαλήμ και του Ιούδα, εωσού απέρριψεν αυτούς από προσώπου αυτού, έγεινε να αποστατήση ο Σεδεκίας κατά του βασιλέως της Βαβυλώνος.
ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐπὶ Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ καὶ ἠθέτησεν Σεδεκιας ἐν τῷ βασιλεῖ Βαβυλῶνος

< Βασιλειῶν Δʹ 24 >