< Βασιλειῶν Δʹ 21 >

1 Δώδεκα ετών ηλικίας ήτο ο Μανασσής, ότε εβασίλευσεν· εβασίλευσε δε πεντήκοντα πέντε έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Εφσιβά.
υἱὸς δώδεκα ἐτῶν Μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Οψιβα
2 Και έπραξε πονηρά ενώπιον του Κυρίου, κατά τα βδελύγματα των εθνών, τα οποία εξεδίωξεν ο Κύριος απ' έμπροσθεν των υιών Ισραήλ.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ
3 Και ανωκοδόμησε τους υψηλούς τόπους, τους οποίους Εζεκίας ο πατήρ αυτού κατέστρεψε· και ανήγειρε θυσιαστήρια εις τον Βάαλ και έκαμεν άλσος, καθώς έκαμεν Αχαάβ ο βασιλεύς του Ισραήλ· και προσεκύνησε πάσαν την στρατιάν του ουρανού και ελάτρευσεν αυτά.
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς
4 Και ωκοδόμησε θυσιαστήρια εν τω οίκω του Κυρίου, περί του οποίου ο Κύριος είπεν, Εν Ιερουσαλήμ θέλω θέσει το όνομά μου.
καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ κυρίου ὡς εἶπεν ἐν Ιερουσαλημ θήσω τὸ ὄνομά μου
5 Και ωκοδόμησε θυσιαστήρια εις πάσαν την στρατιάν του ουρανού, εντός των δύο αυλών του οίκου του Κυρίου.
καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου
6 Και διεβίβασε τον υιόν αυτού διά του πυρός, και προεμάντευε καιρούς, και έκαμνεν οιωνισμούς, και εσύστησεν ανταποκριτάς δαιμονίων και επαοιδούς· έπραξε πολλά πονηρά ενώπιον του Κυρίου, διά να παροργίση αυτόν.
καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας ἐπλήθυνεν τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν
7 Και έστησε το γλυπτόν του άλσους, το οποίον έκαμεν, εν τω οίκω, περί του οποίου ο Κύριος είπε προς τον Δαβίδ και προς τον Σολομώντα τον υιόν αυτού, Εν τω οίκω τούτω και εν Ιερουσαλήμ, την οποίαν εξέλεξα από πασών των φυλών του Ισραήλ, θέλω θέσει το όνομά μου εις τον αιώνα·
καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν κύριος πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων τὸν υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ιερουσαλημ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ισραηλ καὶ θήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα
8 και δεν θέλω μετασαλεύσει τον πόδα του Ισραήλ από της γης, την οποίαν έδωκα εις τους πατέρας αυτών· εάν μόνον προσέξωσι να κάμνωσι κατά πάντα όσα προσέταξα εις αυτούς, και κατά πάντα τον νόμον τον οποίον ο δούλός μου Μωϋσής προσέταξεν εις αυτούς.
καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς
9 Πλην δεν υπήκουσαν· και επλάνησεν αυτούς ο Μανασσής, ώστε να πράττωσι πονηρότερα παρά τα έθνη, τα οποία ο Κύριος ηφάνισεν απ' έμπροσθεν των υιών του Ισραήλ.
καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν κύριος ἐκ προσώπου υἱῶν Ισραηλ
10 Και ελάλησε Κύριος διά χειρός των δούλων αυτού των προφητών, λέγων,
καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων
11 Επειδή Μανασσής ο βασιλεύς του Ιούδα έπραξε τα βδελύγματα ταύτα, πονηρότερα υπέρ πάντα όσα έπραξαν οι Αμορραίοι οι προ αυτού, και έκαμεν έτι τον Ιούδαν να αμαρτήση διά των ειδώλων αυτού,
ἀνθ’ ὧν ὅσα ἐποίησεν Μανασσης ὁ βασιλεὺς Ιουδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Αμορραῖος ὁ ἔμπροσθεν καὶ ἐξήμαρτεν καί γε Ιουδα ἐν τοῖς εἰδώλοις αὐτῶν
12 διά ταύτα ούτω λέγει Κύριος ο Θεός του Ισραήλ· Ιδού, εγώ επιφέρω κακόν επί την Ιερουσαλήμ και επί τον Ιούδαν, ώστε παντός ακούοντος περί αυτού θέλουσιν ηχήσει αμφότερα τα ώτα αυτού·
οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ
13 και θέλω εκτείνει επί την Ιερουσαλήμ το σχοινίον της Σαμαρείας και την στάθμην του οίκου του Αχαάβ· και θέλω σπογγίσει την Ιερουσαλήμ, καθώς σπογγίζει τις τρυβλίον και σπογγίσας στρέφει άνω κάτω·
καὶ ἐκτενῶ ἐπὶ Ιερουσαλημ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Αχααβ καὶ ἀπαλείψω τὴν Ιερουσαλημ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ
14 και θέλω εγκαταλείψει το υπόλοιπον της κληρονομίας μου και παραδώσει αυτούς εις την χείρα των εχθρών αυτών· και θέλουσιν είσθαι εις διαρπαγήν και λεηλασίαν εις πάντας τους εχθρούς αυτών·
καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν τοῖς ἐχθροῖς αὐτῶν
15 διότι έπραξαν πονηρά ενώπιόν μου και με παρώργισαν, αφ' ης ημέρας οι πατέρες αυτών εξήλθον εξ Αιγύπτου, έως της ημέρας ταύτης.
ἀνθ’ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης
16 Και αίμα έτι αθώον έχυσεν ο Μανασσής πολύ σφόδρα, εωσού ενέπλησε την Ιερουσαλήμ απ' άκρου έως άκρου· εκτός της αμαρτίας αυτού, διά της οποίας έκαμε τον Ιούδαν να αμαρτήση, πράξας πονηρά ενώπιον του Κυρίου.
καί γε αἷμα ἀθῷον ἐξέχεεν Μανασσης πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν Ιερουσαλημ στόμα εἰς στόμα πλὴν τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν Ιουδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου
17 Αι δε λοιπαί πράξεις του Μανασσή και πάντα όσα έκαμε και η αμαρτία αυτού, την οποίαν ημάρτησε, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα;
καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
18 Εκοιμήθη δε ο Μανασσής μετά των πατέρων αυτού, και ετάφη εν τω κήπω του οίκου αυτού εν τω κήπω Ουζά· και εβασίλευσεν αντ' αυτού Αμών ο υιός αυτού.
καὶ ἐκοιμήθη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ ἐν κήπῳ Οζα καὶ ἐβασίλευσεν Αμων υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
19 Εικοσιδύο ετών ηλικίας ήτο ο Αμών ότε εβασίλευσε, και εβασίλευσε δύο έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Μεσουλλεμέθ, θυγάτηρ του Αρούς από Ιοτεβά.
υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλαμ θυγάτηρ Αρους ἐξ Ιετεβα
20 Και έπραξε πονηρά ενώπιον του Κυρίου, καθώς έπραξε Μανασσής ο πατήρ αυτού.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καθὼς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ
21 Και περιεπάτησεν εις πάσας τας οδούς, εις τας οποίας περιεπάτησεν ο πατήρ αυτού· και ελάτρευσε τα είδωλα, τα οποία ελάτρευσεν ο πατήρ αυτού, και προσεκύνησεν αυτά.
καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ καὶ προσεκύνησεν αὐτοῖς
22 Και εγκατέλιπε Κύριον τον Θεόν των πατέρων αυτού και δεν περιεπάτησεν εις την οδόν του Κυρίου.
καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ κυρίου
23 Και συνώμοσαν οι δούλοι του Αμών εναντίον αυτού· και εθανάτωσαν τον βασιλέα εν τω οίκω αυτού.
καὶ συνεστράφησαν οἱ παῖδες Αμων πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ
24 Ο δε λαός της γης εθανάτωσε πάντας τους συνωμόσαντας κατά του βασιλέως Αμών· και έκαμεν ο λαός της γης Ιωσίαν τον υιόν αυτού βασιλέα αντ' αυτού.
καὶ ἐπάταξεν πᾶς ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ
25 Αι δε λοιπαί πράξεις του Αμών, όσας έπραξε, δεν είναι γεγραμμέναι εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα;
καὶ τὰ λοιπὰ τῶν λόγων Αμων ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
26 Και έθαψαν αυτόν εν τω τάφω αυτού, εν τω κήπω Ουζά· εβασίλευσε δε αντ' αυτού Ιωσίας ο υιός αυτού.
καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Οζα καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ

< Βασιλειῶν Δʹ 21 >