< Βασιλειῶν Δʹ 13 >

1 Εν τω εικοστώ τρίτω έτει του Ιωάς, υιού του Οχοζίου, βασιλέως του Ιούδα, εβασίλευσεν Ιωάχαζ, ο υιός του Ιηού, επί Ισραήλ εν Σαμαρεία, δεκαεπτά έτη.
ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη
2 Και έπραξε πονηρά ενώπιον του Κυρίου και ηκολούθησε τας αμαρτίας του Ιεροβοάμ υιού του Ναβάτ, όστις έκαμε τον Ισραήλ να αμαρτήση· δεν απεμακρύνθη απ' αυτών.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη ἀπ’ αὐτῶν
3 Και εξήφθη η οργή του Κυρίου κατά του Ισραήλ, και παρέδωκεν αυτούς εις την χείρα του Αζαήλ βασιλέως της Συρίας και εις την χείρα του Βεν-αδάδ υιού του Αζαήλ, κατά πάσας τας ημέρας.
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας
4 Και εδεήθη του Κυρίου ο Ιωάχαζ, και επήκουσεν αυτού ο Κύριος· διότι είδε την θλίψιν του Ισραήλ, ότι ο βασιλεύς της Συρίας κατέθλιβεν αυτούς.
καὶ ἐδεήθη Ιωαχας τοῦ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτοῦ κύριος ὅτι εἶδεν τὴν θλῖψιν Ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας
5 Και έδωκεν ο Κύριος εις τον Ισραήλ σωτήρα, και εξήλθον υποκάτωθεν της χειρός των Συρίων· και κατώκησαν οι υιοί Ισραήλ εν τοις σκηνώμασιν αυτών, ως το πρότερον.
καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης
6 Πλην δεν απεμακρύνθησαν από των αμαρτιών του οίκου του Ιεροβοάμ, όστις έκαμε τον Ισραήλ να αμαρτήση· εις αυτάς περιεπάτησαν· και έτι διέμενε το άλσος εν Σαμαρεία.
πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ
7 Διότι δεν έμεινεν εις τον Ιωάχαζ λαός, ειμή πεντήκοντα ιππείς και δέκα άμαξαι και δέκα χιλιάδες πεζών· διότι κατέστρεψεν αυτούς ο βασιλεύς της Συρίας και κατέστησεν αυτούς ως το χώμα το καταπατούμενον.
ὅτι οὐχ ὑπελείφθη τῷ Ιωαχας λαὸς ἀλλ’ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν
8 Αι δε λοιπαί πράξεις του Ιωάχαζ και πάντα όσα έπραξε και τα κατορθώματα αυτού, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ισραήλ;
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
9 Και εκοιμήθη ο Ιωάχαζ μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν Σαμαρεία· εβασίλευσε δε αντ' αυτού Ιωάς ο υιός αυτού.
καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
10 Εν τω τριακοστώ εβδόμω έτει του Ιωάς βασιλέως του Ιούδα, εβασίλευσεν Ιωάς ο υιός του Ιωάχαζ επί Ισραήλ εν Σαμαρεία, δεκαέξ έτη.
ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη
11 Και έπραξε πονηρά ενώπιον του Κυρίου· δεν απεμακρύνθη από πασών των αμαρτιών του Ιεροβοάμ υιού του Ναβάτ, όστις έκαμε τον Ισραήλ να αμαρτήση· εις αυτάς περιεπάτησεν.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθη
12 Αι δε λοιπαί πράξεις του Ιωάς και πάντα όσα έπραξε, τα κατορθώματα αυτού, πως επολέμησε κατά του Αμασίου βασιλέως του Ιούδα, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ισραήλ;
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
13 Και εκοιμήθη ο Ιωάς μετά των πατέρων αυτού· εκάθησε δε επί του θρόνου αυτού ο Ιεροβοάμ· και ετάφη ο Ιωάς εν Σαμαρεία μετά των βασιλέων του Ισραήλ.
καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ
14 Ο δε Ελισσαιέ ηρρώστησε την αρρωστίαν αυτού υπό της οποίας απέθανε. Και κατέβη προς αυτόν Ιωάς ο βασιλεύς του Ισραήλ και έκλαυσεν επί τω προσώπω αυτού και είπε, Πάτερ μου, πάτερ μου, άμαξα του Ισραήλ και ιππικόν αυτού.
καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ δῑ ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ
15 Και είπε προς αυτόν ο Ελισσαιέ, Λάβε τόξον και βέλη. Και έλαβεν εις εαυτόν τόξον και βέλη.
καὶ εἶπεν αὐτῷ Ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη
16 Και είπε προς τον βασιλέα του Ισραήλ, Επίθες την χείρα σου επί το τόξον. Και επέθηκε την χείρα αυτού· και επέθηκεν ο Ελισσαιέ τας χείρας αυτού επί τας χείρας του βασιλέως.
καὶ εἶπεν τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως
17 Και είπεν, Άνοιξον το παράθυρον κατά ανατολάς. Και ήνοιξε. Και είπεν ο Ελισσαιέ, Τόξευσον. Και ετόξευσε. Και είπε, το βέλος της σωτηρίας του Κυρίου και το βέλος της σωτηρίας εκ των Συρίων. Και θέλεις πατάξει τους Συρίους εν Αφέκ, εωσού συντελέσης αυτούς.
καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ’ ἀνατολάς καὶ ἤνοιξεν καὶ εἶπεν Ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἶπεν βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας
18 Και είπε, Λάβε τα βέλη. Και έλαβε. Και είπε προς τον βασιλέα του Ισραήλ, Πάταξον επί την γην. Και επάταξε τρίς και εστάθη.
καὶ εἶπεν αὐτῷ Ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη
19 Και ωργίσθη εις αυτόν ο άνθρωπος του Θεού και είπεν, Έπρεπε να πατάξης πεντάκις ή εξάκις· τότε ήθελες πατάξει τους Συρίους εωσού συντελέσης αυτούς· τώρα όμως τρίς θέλεις πατάξει τους Συρίους.
καὶ ἐλυπήθη ἐπ’ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν
20 Και απέθανεν ο Ελισσαιέ, και έθαψαν αυτόν· το δε ακόλουθον έτος τάγματα Μωαβιτών έκαμον εισβολήν εις την γην.
καὶ ἀπέθανεν Ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωαβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ
21 Και ενώ έθαπτον άνθρωπον τινά, ιδού, είδον τάγμα· και έρριψαν τον άνθρωπον εις τον τάφον του Ελισσαιέ· και καθώς ο άνθρωπος υπήγε και ήγγισε τα οστά του Ελισσαιέ, ανέζησε και εστάθη επί τους πόδας αυτού.
καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ
22 Ο δε Αζαήλ ο βασιλεύς της Συρίας, κατέθλιψε τον Ισραήλ πάσας τας ημέρας του Ιωάχαζ.
καὶ Αζαηλ ἐξέθλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας
23 Και ηλέησεν ο Κύριος αυτούς και ωκτείρησεν αυτούς και επέβλεψεν επ' αυτούς, διά την διαθήκην αυτού την μετά του Αβραάμ, Ισαάκ, και Ιακώβ· και δεν ηθέλησε να εξολοθρεύση αυτούς και δεν απέρριψεν αυτούς από προσώπου αυτού, μέχρι του νυν.
καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ
24 Απέθανε δε ο Αζαήλ βασιλεύς της Συρίας, και εβασίλευσεν αντ' αυτού Βεν-αδάδ ο υιός αυτού.
καὶ ἀπέθανεν Αζαηλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
25 Και έλαβε πάλιν Ιωάς ο υιός του Ιωάχαζ εκ της χειρός του Βεν-αδάδ υιού του Αζαήλ τας πόλεις, τας οποίας ο Αζαήλ είχε λάβει εκ της χειρός Ιωάχαζ του πατρός αυτού εν τω πολέμω. Τρίς επάταξεν αυτόν ο Ιωάς και επανέλαβε τας πόλεις του Ισραήλ.
καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ

< Βασιλειῶν Δʹ 13 >