< Προς Κορινθιους Β΄ 9 >

1 Διότι περί της διακονίας της εις τους αγίους περιττόν είναι εις εμέ να σας γράφω.
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν·
2 Επειδή εξεύρω την προθυμίαν σας, την οποίαν καυχώμαι περί υμών προς τους Μακεδόνας, ότι η Αχαΐα ητοιμάσθη από πέρυσι· και ο ζήλος σας διήγειρε πολλούς.
οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
3 Έπεμψα δε τους αδελφούς, διά να μη ματαιωθή ως προς τούτο η διά σας καύχησις ημών· διά να ήσθε, καθώς έλεγον, ητοιμασμένοι,
Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε·
4 μήπως, εάν έλθωσι μετ' εμού Μακεδόνες και σας εύρωσιν ανετοίμους, καταισχυνθώμεν ημείς, διά να μη λέγωμεν σεις, εις την πεποίθησιν ταύτην της καυχήσεως.
μήπως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς — ἵνα μὴ λέγωμεν ὑμεῖς — ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.
5 Αναγκαίον λοιπόν εστοχάσθην να παρακαλέσω τους αδελφούς να έλθωσι πρότερον εις εσάς και να προετοιμάσωσι την προϋποσχεθείσαν ελεημοσύνην σας, ώστε να ήναι ετοίμη αύτη, ούτως ως ελεημοσύνη και ουχί ως πλεονεξία.
Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὥσπερ πλεονεξίαν.
6 Τούτο δε λέγω, ότι ο σπείρων με φειδωλίαν και με φειδωλίαν θέλει θερίσει, και ο σπείρων με αφθονίαν και με αφθονίαν θέλει θερίσει.
Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις, ἐπ᾿ εὐλογίαις καὶ θερίσει.
7 Έκαστος κατά την προαίρεσιν της καρδίας αυτού, ουχί με λύπην ή εξ ανάγκης· διότι τον ιλαρόν δότην αγαπά ο Θεός.
Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.
8 Δυνατός δε είναι ο Θεός να περισσεύση πάσαν χάριν εις εσάς, ώστε έχοντες πάντοτε εν παντί πάσαν αυτάρκειαν να περισσεύητε εις παν έργον αγαθόν,
Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν·
9 καθώς είναι γεγραμμένον· Εσκόρπισεν, έδωκεν εις τους πένητας· η δικαιοσύνη αυτού μένει εις τον αιώνα. (aiōn g165)
καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. (aiōn g165)
10 Ο δε χορηγών σπόρον εις τον σπείροντα και άρτον προς τροφήν είθε να χορηγήση και να πληθύνη τον σπόρον σας και να αυξήση τα γεννήματα της δικαιοσύνης σας·
Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν·
11 πλουτιζόμενοι κατά πάντα εις πάσαν ελευθεριότητα, ήτις εργάζεται δι' ημών ευχαριστίαν εις τον Θεόν.
ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.
12 Διότι η διακονία της υπηρεσίας ταύτης ουχί μόνον προσαναπληροί τας στερήσεις των αγίων, αλλά και περισσεύει διά πολλών ευχαριστιών προς τον Θεόν·
Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ·
13 επειδή δοκιμάζοντες την διακονίαν ταύτην δοξάζουσι τον Θεόν διά την υποταγήν της εις το ευαγγέλιον του Χριστού ομολογίας σας και διά την ελευθεριότητα της προς αυτούς και προς πάντας μεταδόσεως,
διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας·
14 και διά της υπέρ υμών δεήσεως αυτών, οίτινες σας επιποθούσι διά την προς εσάς υπερβάλλουσαν χάριν του Θεού.
καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾿ ὑμῖν.
15 Χάρις δε εις τον Θεόν διά την ανεκδιήγητον αυτού δωρεάν.
Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

< Προς Κορινθιους Β΄ 9 >