< Παραλειπομένων Βʹ 9 >
1 Ακούσασα δε η βασίλισσα της Σεβά την φήμην του Σολομώντος, ήλθεν εις Ιερουσαλήμ, διά να δοκιμάση τον Σολομώντα δι' αινιγμάτων, έχουσα συνοδίαν μεγάλην σφόδρα και καμήλους φορτωμένας αρώματα και χρυσόν άφθονον και λίθους πολυτίμους· και, ότε ήλθε προς τον Σολομώντα, ελάλησε μετ' αυτού περί πάντων όσα είχεν εν τη καρδία αυτής.
καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ ἦλθεν τοῦ πειράσαι Σαλωμων ἐν αἰνίγμασιν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆθος καὶ λίθον τίμιον καὶ ἦλθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τῇ ψυχῇ αὐτῆς
2 Και εξήγησεν εις αυτήν ο Σολομών πάντα τα ερωτήματα αυτής· και δεν εστάθη ουδέν κεκρυμμένον από του Σολομώντος, το οποίον δεν εξήγησεν εις αυτήν.
καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς καὶ οὐ παρῆλθεν λόγος ἀπὸ Σαλωμων ὃν οὐκ ἀπήγγειλεν αὐτῇ
3 Και ιδούσα η βασίλισσα της Σεβά την σοφίαν του Σολομώντος και τον οίκον, τον οποίον ωκοδόμησε,
καὶ εἶδεν βασίλισσα Σαβα τὴν σοφίαν Σαλωμων καὶ τὸν οἶκον ὃν ᾠκοδόμησεν
4 και τα φαγητά της τραπέζης αυτού, και την καθεδρίασιν των δούλων αυτού, και την στάσιν των υπουργών αυτού και τον ιματισμόν αυτών, και τους οινοχόους αυτού και τον ιματισμόν αυτών, και την ανάβασιν αυτού δι' ης ανέβαινεν εις τον οίκον του Κυρίου, έγεινεν έκθαμβος·
καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκῳ κυρίου καὶ ἐξ ἑαυτῆς ἐγένετο
5 και είπε προς τον βασιλέα, Αληθής ο λόγος, τον οποίον ήκουσα εν τη γη μου, περί των έργων σου και περί της σοφίας σου·
καὶ εἶπεν πρὸς τὸν βασιλέα ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου
6 αλλά δεν επίστευον εις τους λόγους αυτών, εωσού ήλθον και είδον οι οφθαλμοί μου· και ιδού, το ήμισυ του πλήθους της σοφίας σου δεν απηγγέλθη προς εμέ· συ υπερβαίνεις την φήμην την οποίαν ήκουσα·
καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου προσέθηκας ἐπὶ τὴν ἀκοήν ἣν ἤκουσα
7 μακάριοι οι άνδρες σου και μακάριοι οι δούλοί σου ούτοι, οι ιστάμενοι πάντοτε ενώπιόν σου και ακούοντες την σοφίαν σου·
μακάριοι οἱ ἄνδρες μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοφίαν σου
8 έστω Κύριος ο Θεός σου ευλογημένος, όστις ευηρεστήθη εις σε, διά να σε θέση επί του θρόνου αυτού, να ήσαι βασιλεύς εις Κύριον τον Θεόν σου· επειδή ο Θεός σου ηγάπησε τον Ισραήλ, ώστε να στερεώση αυτούς εις τον αιώνα, διά τούτο σε κατέστησε βασιλέα επ' αυτούς, διά να κάμνης κρίσιν και δικαιοσύνην.
ἔστω κύριος ὁ θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου ἐν τῷ ἀγαπῆσαι κύριον τὸν θεόν σου τὸν Ισραηλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέν σε ἐπ’ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην
9 Και έδωκεν εις τον βασιλέα εκατόν είκοσι τάλαντα χρυσίου και αρώματα πολλά σφόδρα και λίθους πολυτίμους· και δεν εστάθησαν ποτέ τοιαύτα αρώματα, οποία η βασίλισσα της Σεβά έδωκεν εις τον βασιλέα Σολομώντα.
καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα ἃ ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων
10 Και οι δούλοι δε του Χουράμ και οι δούλοι του Σολομώντος, οίτινες έφερον χρυσίον από Οφείρ, έφερον και ξύλον αλγουμείμ και λίθους πολυτίμους.
καὶ οἱ παῖδες Σαλωμων καὶ οἱ παῖδες Χιραμ ἔφερον χρυσίον τῷ Σαλωμων ἐκ Σουφιρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον
11 Και έκαμεν ο βασιλεύς εκ των ξύλων αλγουμείμ αναβάσεις εις τον οίκον του Κυρίου και εις τον οίκον του βασιλέως, και κιθάρας και ψαλτήρια διά τους μουσικούς· και τοιαύτα δεν εφάνησαν πρότερον εν τη γη Ιούδα.
καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ιουδα
12 Και έδωκεν ο βασιλεύς Σολομών εις την βασίλισσαν της Σεβά πάντα όσα ηθέλησεν, όσα εζήτησε, πλειότερα των όσα έφερε προς τον βασιλέα. Και επέστρεψε και ανεχώρησεν εις την γην αυτής, αυτή και οι δούλοι αυτής.
καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα τὰ θελήματα αὐτῆς ἃ ᾔτησεν ἐκτὸς πάντων ὧν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμων καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς
13 Το βάρος δε του χρυσίου, το οποίον ήρχετο εις τον Σολομώντα κατ' έτος, ήτο εξακόσια εξήκοντα εξ τάλαντα χρυσίου,
καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου
14 εκτός του συναγομένου εκ των τελωνών και των εμπόρων και πάντων των βασιλέων της Αραβίας και των σατραπών της γης, οίτινες έφερον χρυσίον και αργύριον προς τον Σολομώντα.
πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων ὧν ἔφερον καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμων
15 Και έκαμεν ο βασιλεύς Σολομών διακοσίους θυρεούς εκ χρυσίου σφυρηλάτου· εξακόσιοι σίκλοι χρυσίου σφυρηλάτου εξωδεύθησαν εις έκαστον θυρεόν·
καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς ἑξακόσιοι χρυσοῖ καθαροὶ τῷ ἑνὶ θυρεῷ ἑξακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν
16 και τριακοσίας ασπίδας εκ χρυσίου σφυρηλάτου· τριακόσιοι σίκλοι χρυσίου εξωδεύθησαν εις εκάστην ασπίδα. Και έθεσεν αυτάς ο βασιλεύς εν τω οίκω του δάσους του Λιβάνου.
καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς τριακοσίων χρυσῶν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου
17 Έκαμεν έτι ο βασιλεύς, θρόνον μέγαν ελεφάντινον και εσκέπασεν αυτόν με καθαρόν χρυσίον.
καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ
18 είχε δε ο θρόνος εξ βαθμίδας και υποπόδιον χρυσούν, συνδεδεμένα με τον θρόνον, και αγκώνας εντεύθεν και εντεύθεν της καθέδρας, και δύο λέοντας ισταμένους εις τα πλάγια των αγκώνων·
καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας
19 και δώδεκα λέοντες ίσταντο εκεί, εκατέρωθεν επί των εξ βαθμίδων. Παρόμοιον δεν κατεσκευάσθη εις ουδέν βασίλειον.
καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ βασιλείᾳ
20 Και πάντα τα σκεύη του ποτού του βασιλέως Σολομώντος ήσαν εκ χρυσίου, και πάντα τα σκεύη του οίκου του δάσους του Λιβάνου εκ χρυσίου καθαρού· ουδέν εξ αργυρίου· το αργύριον ελογίζετο εις ουδέν εν ταις ημέραις του Σολομώντος.
καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμων χρυσίου καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐθέν
21 Διότι είχε πλοία ο βασιλεύς πορευόμενα εις Θαρσείς μετά των δούλων του Χουράμ· άπαξ κατά τριετίαν ήρχοντο τα πλοία από Θαρσείς, φέροντα χρυσόν και άργυρον, οδόντας ελέφαντος και πιθήκους και παγώνια.
ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσις μετὰ τῶν παίδων Χιραμ ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσις τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων
22 Και εμεγαλύνθη ο βασιλεύς Σολομών υπέρ πάντας τους βασιλείς της γης εις πλούτον και εις σοφίαν.
καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ
23 Και πάντες οι βασιλείς της γης εζήτουν το πρόσωπον του Σολομώντος, διά να ακούσωσι την σοφίαν αυτού, την οποίαν ο Θεός έθεσεν εις την καρδίαν αυτού.
καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκοῦσαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ
24 Και έφερον έκαστος αυτών το δώρον αυτού, σκεύη αργυρά και σκεύη χρυσά και στολάς, πανοπλίας και αρώματα, ίππους και ημιόνους, κατ' έτος.
καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα ἵππους καὶ ἡμιόνους τὸ κατ’ ἐνιαυτὸν ἐνιαυτόν
25 Και είχεν ο Σολομών τέσσαρας χιλιάδας σταύλους ίππων και αμαξών και δώδεκα χιλιάδας ιππέων, τους οποίους έθεσεν ο βασιλεύς εις τας πόλεις των αμαξών και πλησίον εαυτού εν Ιερουσαλήμ.
καὶ ἦσαν τῷ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ
26 Και εβασίλευεν επί πάντας τους βασιλείς από του ποταμού έως της γης των Φιλισταίων και των ορίων της Αιγύπτου.
καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου
27 Και κατέστησεν ο βασιλεύς τον άργυρον εν Ιερουσαλήμ ως λίθους, και τας κέδρους κατέστησεν ως τας εν τη πεδιάδι συκαμίνους, διά την αφθονίαν.
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
28 Και έφερον προς τον Σολομώντα ίππους εξ Αιγύπτου και εκ πάντων των τόπων.
καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμων καὶ ἐκ πάσης τῆς γῆς
29 αι δε λοιπαί πράξεις του Σολομώντος, αι πρώται και αι έσχαται, δεν είναι γεγραμμέναι εν τω βιβλίω Νάθαν του προφήτου και εν τη προφητεία Αχιά του Σηλωνίτου και εν τοις οράμασιν Ιδδώ του βλέποντος, τοις γενομένοις εναντίον Ιεροβοάμ υιού του Ναβάτ;
καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Αχια τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν Ιωηλ τοῦ ὁρῶντος περὶ Ιεροβοαμ υἱοῦ Ναβατ
30 Εβασίλευσε δε ο Σολομών εν Ιερουσαλήμ, επί πάντα τον Ισραήλ, τεσσαράκοντα έτη.
καὶ ἐβασίλευσεν Σαλωμων ὁ βασιλεὺς ἐπὶ πάντα Ισραηλ τεσσαράκοντα ἔτη
31 Και εκοιμήθη ο Σολομών μετά των πατέρων αυτού· και έθαψαν αυτόν εν τη πόλει Δαβίδ του πατρός αυτού· εβασίλευσε δε αντ' αυτού Ροβοάμ ο υιός αυτού.
καὶ ἐκοιμήθη Σαλωμων καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ