< Παραλειπομένων Βʹ 8 >

1 Εν δε τω τέλει των είκοσι ετών, καθ' α ο Σολομών ωκοδόμησε τον οίκον του Κυρίου και τον οίκον εαυτού,
καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ
2 τας πόλεις τας οποίας ο Χουράμ είχε δώσει εις τον Σολομώντα, ο Σολομών ωκοδόμησεν αυτάς και κατώκισεν εκεί τους υιούς Ισραήλ.
καὶ τὰς πόλεις ἃς ἔδωκεν Χιραμ τῷ Σαλωμων ᾠκοδόμησεν αὐτὰς Σαλωμων καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ισραηλ
3 Και υπήγεν ο Σολομών εις Αιμάθ-σωβά και υπερίσχυσεν εναντίον αυτής.
καὶ ἦλθεν Σαλωμων εἰς Αιμαθ Σωβα καὶ κατίσχυσεν αὐτήν
4 Και ωκοδόμησε την Θαδμώρ εν τη ερήμω και πάσας τας πόλεις των αποθηκών, τας οποίας ωκοδόμησεν εν Αιμάθ.
καὶ ᾠκοδόμησεν τὴν Θεδμορ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ᾠκοδόμησεν ἐν Ημαθ
5 Ωικοδόμησεν έτι την Βαιθ-ωρών την άνω και την Βαιθ-ωρών την κάτω, πόλεις ωχυρωμένας με τείχη, πύλας και μοχλούς·
καὶ ᾠκοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί
6 και την Βααλάθ και πάσας τας πόλεις των αποθηκών, τας οποίας είχεν ο Σολομών, και πάσας τας πόλεις των αμαξών και τας πόλεις των ιππέων και παν ό, τι επεθύμησεν ο Σολομών να οικοδομήση εν Ιερουσαλήμ και εν τω Λιβάνω και εν πάση τη γη της επικρατείας αυτού.
καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἦσαν τῷ Σαλωμων καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ
7 Πάντα δε τον λαόν τον εναπολειφθέντα εκ των Χετταίων και των Αμορραίων και των Φερεζαίων και των Ευαίων και των Ιεβουσαίων, οίτινες δεν ήσαν εκ του Ισραήλ,
πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου οἳ οὔκ εἰσιν ἐκ τοῦ Ισραηλ
8 αλλ' εκ των τέκνων εκείνων, των εναπολειφθέντων εν τη γη μετ' αυτούς, τους οποίους οι υιοί Ισραήλ δεν εξωλόθρευσαν, επί τούτους ο Σολομών επέβαλε φόρον έως της ημέρας ταύτης.
ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ’ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης
9 Εκ δε των υιών Ισραήλ ο Σολομών δεν έκαμε δούλους διά το έργον αυτού, διότι ήσαν άνδρες πολεμισταί, και πρώταρχοι και άρχοντες των αμαξών αυτού και των ιππέων αυτού.
καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων
10 Εκ τούτων ήσαν οι αρχηγοί των επιστατών, τους οποίους είχεν ο βασιλεύς Σολομών, διακόσιοι πεντήκοντα, εξουσιάζοντες επί τον λαόν.
καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμων πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ
11 Και ανεβίβασεν ο Σολομών την θυγατέρα του Φαραώ εκ της πόλεως Δαβίδ, εις τον οίκον τον οποίον ωκοδόμησε δι' αυτήν· διότι είπεν, Η γυνή μου δεν θέλει κατοικεί εν τω οίκω Δαβίδ του βασιλέως του Ισραήλ, επειδή το μέρος, όπου η κιβωτός του Κυρίου εισήλθεν, είναι άγιον.
καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ ὅτι εἶπεν οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ τοῦ βασιλέως Ισραηλ ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς κυρίου
12 Τότε προσέφερεν ο Σολομών ολοκαυτώματα εις τον Κύριον επί του θυσιαστηρίου του Κυρίου, το οποίον ωκοδόμησε κατ' έμπροσθεν του προνάου,
τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ
13 κατά το απαιτούμενον εκάστης ημέρας του να προσφέρωσι κατά τας εντολάς του Μωϋσέως, εν τοις σάββασι και εν ταις νεομηνίαις και εν ταις επισήμοις εορταίς ταις γινομέναις τρίς του ενιαυτού, εν τη εορτή των αζύμων και εν τη εορτή των εβδομάδων και εν τη εορτή των σκηνών.
καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν
14 Και κατέστησε, κατά την διάταξιν Δαβίδ του πατρός αυτού, τας διαιρέσεις των ιερέων εις την υπηρεσίαν αυτών, και τους Λευΐτας εις τας φυλακάς αυτών διά να υμνώσι και να λειτουργώσι κατέναντι των ιερέων, κατά το απαιτούμενον εκάστης ημέρας· και τους πυλωρούς κατά τας διαιρέσεις αυτών εις εκάστην πύλην· διότι τοιαύτη ήτο η εντολή Δαβίδ του ανθρώπου του Θεού.
καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ
15 Και δεν παρεδρόμησαν από της εντολής του βασιλέως περί των ιερέων και Λευϊτών εις ουδέν πράγμα ουδέ εις τα περί των θησαυρών.
οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς
16 Ήτο δε ετοιμασία δι' άπαν το έργον του Σολομώντος, αφ' ης ημέρας εθεμελιώθη ο οίκος του Κυρίου, εωσού εξετελέσθη. Ούτως ετελειώθη ο οίκος του Κυρίου.
καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφ’ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμων τὸν οἶκον κυρίου
17 Τότε υπήγεν ο Σολομών εις Εσιών-γάβερ και εις Αιλώθ, επί το χείλος της θαλάσσης εν τη γη Εδώμ.
τότε ᾤχετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαθ τὴν παραθαλασσίαν ἐν γῇ Ιδουμαίᾳ
18 Και απέστειλεν ο Χουράμ προς αυτόν, διά χειρός των δούλων αυτού πλοία και δούλους ειδήμονας της θαλάσσης· και υπήγαν μετά των δούλων του Σολομώντος εις Οφείρ, και έλαβον εκείθεν τετρακόσια πεντήκοντα τάλαντα χρυσίου και έφεραν αυτά προς τον βασιλέα Σολομώντα.
καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμων εἰς Σωφιρα καὶ ἔλαβον ἐκεῖθεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμων

< Παραλειπομένων Βʹ 8 >