< Παραλειπομένων Βʹ 6 >

1 Τότε ελάλησεν ο Σολομών, Ο Κύριος είπεν ότι θέλει κατοικεί εν γνόφω·
τότε εἶπεν Σαλωμων κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ
2 αλλ' εγώ ωκοδόμησα εις σε οίκον κατοικήσεως και τόπον διά να κατοικής αιωνίως.
καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας
3 Και στρέψας ο βασιλεύς το πρόσωπον αυτού, ευλόγησε πάσαν την συναγωγήν του Ισραήλ· πάσα δε η συναγωγή του Ισραήλ ίστατο.
καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησεν τὴν πᾶσαν ἐκκλησίαν Ισραηλ καὶ πᾶσα ἐκκλησία Ισραηλ παρειστήκει
4 Και είπεν, Ευλογητός Κύριος ο Θεός του Ισραήλ, όστις εξετέλεσε διά των χειρών αυτού εκείνο το οποίον ελάλησε διά του στόματος αυτού προς Δαβίδ τον πατέρα μου, λέγων,
καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων
5 Αφ' ης ημέρας εξήγαγον τον λαόν μου εκ γης Αιγύπτου, δεν εξέλεξα από πασών των φυλών του Ισραήλ ουδεμίαν πόλιν, διά να οικοδομηθή οίκος, ώστε να ήναι το όνομά μου εκεί· ουδέ εξέλεξα άνδρα, διά να ήναι κυβερνήτης επί τον λαόν μου Ισραήλ·
ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ
6 αλλ' εξέλεξα την Ιερουσαλήμ, διά να ήναι το όνομά μου εκεί· και εξέλεξα τον Δαβίδ, διά να ήναι επί τον λαόν μου Ισραήλ.
καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἶναι ἐπάνω τοῦ λαοῦ μου Ισραηλ
7 Και ήλθεν εις την καρδίαν Δαβίδ του πατρός μου να οικοδομήση οίκον εις το όνομα Κυρίου του Θεού του Ισραήλ.
καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ
8 Αλλ' ο Κύριος είπε προς Δαβίδ τον πατέρα μου, Επειδή ήλθεν εις την καρδίαν σου να οικοδομήσης οίκον εις το όνομά μου, καλώς μεν έκαμες ότι συνέλαβες τούτο εν τη καρδία σου·
καὶ εἶπεν κύριος πρὸς Δαυιδ πατέρα μου διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου καλῶς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου
9 πλην συ δεν θέλεις οικοδομήσει τον οίκον· αλλ' ο υιός σου, όστις θέλει εξέλθει εκ της οσφύος σου, ούτος θέλει οικοδομήσει τον οίκον εις το όνομά μου.
πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου
10 Ο Κύριος λοιπόν επλήρωσε τον λόγον αυτού τον οποίον ελάλησε· και εγώ ανέστην αντί Δαβίδ του πατρός μου και εκάθησα επί του θρόνου του Ισραήλ, καθώς ελάλησε Κύριος, και ωκοδόμησα τον οίκον εις το όνομα Κυρίου του Θεού του Ισραήλ·
καὶ ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν καὶ ἐγενήθην ἀντὶ Δαυιδ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ισραηλ καθὼς ἐλάλησεν κύριος καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ
11 και έθεσα εκεί την κιβωτόν, εν ή κείται η διαθήκη του Κυρίου, την οποίαν έκαμε προς τους υιούς Ισραήλ.
καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτόν ἐν ᾗ ἐκεῖ διαθήκη κυρίου ἣν διέθετο τῷ Ισραηλ
12 Και σταθείς ο Σολομών έμπροσθεν του θυσιαστηρίου του Κυρίου, ενώπιον πάσης της συναγωγής του Ισραήλ, εξέτεινε τας χείρας αυτού·
καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου κυρίου ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ
13 διότι ο Σολομών έκαμε βάσιν χαλκίνην, έχουσαν πέντε πηχών μήκος, και πέντε πηχών πλάτος, και τριών πηχών ύψος· και έθεσεν αυτήν εν τω μέσω της αυλής· και σταθείς επ' αυτής έπεσεν επί τα γόνατα αυτού ενώπιον πάσης της συναγωγής του Ισραήλ και εξέτεινε τας χείρας αυτού προς τον ουρανόν,
ὅτι ἐποίησεν Σαλωμων βάσιν χαλκῆν καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς καὶ ἔστη ἐπ’ αὐτῆς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν
14 και είπε, Κύριε Θεέ του Ισραήλ, δεν είναι Θεός όμοιός σου εν τω ουρανώ και επί της γής· όστις φυλάττεις την διαθήκην και το έλεος προς τους δούλους σου, τους περιπατούντας ενώπιόν σου εν όλη τη καρδία αυτών·
καὶ εἶπεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισίν σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ
15 όστις εφύλαξας προς τον δούλον σου Δαβίδ τον πατέρα μου όσα ελάλησας προς αυτόν, και ελάλησας διά του στόματός σου και εξετέλεσας διά της χειρός σου, καθώς την ημέραν ταύτην.
ἃ ἐφύλαξας τῷ παιδί σου Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη
16 Και τώρα, Κύριε Θεέ του Ισραήλ, φύλαξον προς τον δούλον σου Δαβίδ τον πατέρα μου εκείνο το οποίον υπεσχέθης προς αυτόν, λέγων, Δεν θέλει εκλείψει εις σε ανήρ απ' έμπροσθέν μου καθήμενος επί του θρόνου του Ισραήλ, μόνον εάν προσέχωσιν οι υιοί σου εις την οδόν αυτών, διά να περιπατώσιν εις τον νόμον μου, καθώς συ περιεπάτησας ενώπιόν μου.
καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τῷ παιδί σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου ὡς ἐπορεύθης ἐναντίον μου
17 Τώρα λοιπόν, Κύριε Θεέ του Ισραήλ, ας αληθεύση ο λόγος σου, τον οποίον ελάλησας προς τον δούλον σου τον Δαβίδ.
καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ πιστωθήτω δὴ τὸ ῥῆμά σου ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυιδ
18 Αλλά θέλει αληθώς κατοικήσει Θεός μετά ανθρώπου επί της γης; Ιδού, ο ουρανός, και ο ουρανός των ουρανών, δεν είναι ικανοί να σε χωρέσωσι πόσον ολιγώτερον ο οίκος ούτος, τον οποίον ωκοδόμησα;
ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι καὶ τίς ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα
19 Πλην επίβλεψον επί την προσευχήν του δούλου σου και επί την δέησιν αυτού, Κύριε Θεέ μου, ώστε να επακούσης της κραυγής και της δεήσεως, την οποίαν ο δούλός σου δέεται ενώπιόν σου·
καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεός τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται ἐναντίον σου σήμερον
20 διά να ήναι οι οφθαλμοί σου ανεωγμένοι προς τον οίκον τούτον ημέραν και νύκτα, προς τον τόπον περί του οποίου είπας ότι θέλεις θέσει το όνομά σου εκεί, διά να επακούης της δεήσεως την οποίαν ο δούλός σου θέλει δέεσθαι εν τω τόπω τούτω.
τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον τοῦτον ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον
21 Και επάκουε των δεήσεων του δούλου σου και του λαού σου Ισραήλ, όταν προσεύχωνται εν τω τόπω τούτω· και άκουε συ εκ του τόπου της κατοικήσεώς σου, εκ του ουρανού· και ακούων, γίνου ίλεως.
καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ λαοῦ σου Ισραηλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ
22 Εάν αμαρτήση άνθρωπος εις τον πλησίον αυτού και ζητήση όρκον παρ' αυτού διά να κάμη αυτόν να ορκισθή, και ο όρκος έλθη έμπροσθεν του θυσιαστηρίου σου εν τω οίκω τούτω,
ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπ’ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ
23 τότε συ επάκουσον εκ του ουρανού και ενέργησον και κρίνον τους δούλους σου, ανταποδίδων μεν εις τον άνομον, ώστε να στρέψης κατά της κεφαλής αυτού την πράξιν αυτού, δικαιόνων δε τον δίκαιον, ώστε να αποδώσης εις αυτόν κατά την δικαιοσύνην αυτού.
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ τοῦ δικαιῶσαι δίκαιον τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ
24 Και εάν κτυπηθή ο λαός σου Ισραήλ έμπροσθεν του εχθρού, διότι ημάρτησαν εις σε, και επιστρέψωσι και δοξάσωσι το όνομά σου και προσευχηθώσι και δεηθώσι προς σε εν τω οίκω τούτω,
καὶ ἐὰν θραυσθῇ ὁ λαός σου Ισραηλ κατέναντι τοῦ ἐχθροῦ ἐὰν ἁμάρτωσίν σοι καὶ ἐπιστρέψωσιν καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ
25 τότε συ επάκουσον εκ του ουρανού και συγχώρησον την αμαρτίαν του λαού σου Ισραήλ, και επανάγαγε αυτούς εις την γην την οποίαν έδωκας εις αυτούς και εις τους πατέρας αυτών.
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν
26 Όταν ο ουρανός κλεισθή και δεν γίνηται βροχή, διότι ημάρτησαν εις σε, εάν προσευχηθώσι προς τον τόπον τούτον και δοξάσωσι το όνομά σου και επιστρέψωσιν από των αμαρτιών αυτών, αφού ταπεινώσης αυτούς,
ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν ὅτι ἁμαρτήσονταί σοι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ αἰνέσουσιν τὸ ὄνομά σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν ὅτι ταπεινώσεις αὐτούς
27 τότε συ επάκουσον εκ του ουρανού και συγχώρησον την αμαρτίαν των δούλων σου και του λαού σου Ισραήλ, διδάξας αυτούς την οδόν την αγαθήν εις την οποίαν πρέπει να περιπατώσι και δος βροχήν επί την γην σου, την οποίαν έδωκας εις τον λαόν σου διά κληρονομίαν.
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων σου καὶ τοῦ λαοῦ σου Ισραηλ ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθήν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν
28 Πείνα εάν γείνη εκ τη γη, θανατικόν εάν γείνη, ανεμοφθορία και ερυσίβη, ακρίς και βρούχος εάν γείνη, οι εχθροί αυτών εάν πολιορκήσωσιν αυτούς εν τω τόπω της κατοικίας αυτών, οποιαδήποτε πληγή και οποιαδήποτε νόσος γείνη,
λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς θάνατος ἐὰν γένηται ἀνεμοφθορία καὶ ἴκτερος ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν κατὰ πᾶσαν πληγὴν καὶ πᾶν πόνον
29 πάσαν προσευχήν, πάσαν δέησιν γινομένην υπό παντός ανθρώπου και υπό παντός του λαού σου Ισραήλ, όταν γνωρίση έκαστος την πληγήν αυτού και τον πόνον αυτού και εκτείνη τας χείρας αυτού προς τον οίκον τούτον,
καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις ἣ ἐὰν γένηται παντὶ ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ισραηλ ἐὰν γνῷ ἄνθρωπος τὴν ἁφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον
30 τότε συ επάκουσον εκ του ουρανού, του τόπου της κατοικήσεώς σου, και συγχώρησον και δος εις έκαστον κατά πάσας τας οδούς αυτού, όπως γνωρίζεις την καρδίαν αυτού, διότι συ, μόνος συ, γνωρίζεις τας καρδίας των υιών των ανθρώπων·
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάσῃ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων
31 διά να σε φοβώνται, ώστε να περιπατώσιν εν ταις οδοίς σου πάσας τας ημέρας όσας ζώσιν επί προσώπου της γης, την οποίαν έδωκας εις τους πατέρας ημών.
ὅπως φοβῶνται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν
32 Και τον ξένον έτι, όστις δεν είναι εκ του λαού σου Ισραήλ, αλλ' έρχεται από γης μακράς διά το όνομά σου το μέγα, και διά την χείρα σου την κραταιάν, και διά τον βραχίονά σου τον εξηπλωμένον, εάν έλθωσι και προσευχηθώσι προς τον οίκον τούτον,
καὶ πᾶς ἀλλότριος ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ισραηλ ἐστὶν αὐτὸς καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον
33 τότε συ επάκουσον εκ του ουρανού, εκ του τόπου της κατοικήσεώς σου, και κάμε κατά πάντα περί όσων ο ξένος σε επικαλεσθή, διά να γνωρίσωσι πάντες οι λαοί της γης το όνομά σου και να σε φοβώνται, καθώς ο λαός σου ο Ισραήλ, και διά να γνωρίσωσιν ότι το όνομά σου εκλήθη επί τον οίκον τούτον, τον οποίον ωκοδόμησα.
καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου καὶ τοῦ φοβεῖσθαί σε ὡς ὁ λαός σου Ισραηλ καὶ τοῦ γνῶναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησα
34 Όταν ο λαός σου εξέλθη εις πόλεμον εναντίον των εχθρών αυτών, διά της οδού δι' ης αποστείλης αυτούς, και προσευχηθώσιν εις σε προς την πόλιν ταύτην την οποίαν εξέλεξας, και τον οίκον τον οποίον ωκοδόμησα εις το όνομά σου,
ἐὰν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἀποστελεῖς αὐτούς καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτῇ καὶ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου
35 τότε επάκουσον εκ του ουρανού της προσευχής αυτών και της δεήσεως αυτών, και κάμε το δίκαιον αυτών.
καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν
36 Όταν αμαρτήσωσιν εις σε, διότι ουδείς άνθρωπος είναι αναμάρτητος, και οργισθής εις αυτούς, και παραδώσης αυτούς έμπροσθεν του εχθρού, και οι αιχμαλωτισταί φέρωσιν αυτούς αιχμαλώτους εις γην μακράν ή πλησίον,
ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς
37 και έλθωσιν εις εαυτούς εν τη γη όπου εφέρθησαν αιχμάλωτοι, και επιστρέψωσι και δεηθώσι προς σε εν τη γη της αιχμαλωσίας αυτών, λέγοντες, Ημάρτομεν, ηνομήσαμεν και ηδικήσαμεν·
καὶ ἐπιστρέψωσιν καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν οὗ μετήχθησαν ἐκεῖ καί γε ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν
38 και επιστρέψωσι προς σε εξ όλης της καρδίας αυτών και εξ όλης της ψυχής αυτών, εν τη γη της αιχμαλωσίας αυτών όπου εφέρθησαν αιχμάλωτοι, και προσευχηθώσι προς την γην αυτών την οποίαν έδωκας εις τους πατέρας αυτών, και την πόλιν την οποίαν εξέλεξας, και προς τον οίκον τον οποίον ωκοδόμησα εις το όνομά σου,
καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν καὶ τῆς πόλεως ἧς ἐξελέξω καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου
39 τότε επάκουσον εκ του ουρανού, εκ του τόπου της κατοικήσεώς σου, της προσευχής αυτών και των δεήσεων αυτών, και κάμε το δίκαιον αυτών και συγχώρησον εις τον λαόν σου τον αμαρτήσαντα εις σε.
καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτόντι σοι
40 Τώρα, Θεέ μου, ας ήναι, δέομαι, ανεωγμένοι οι οφθαλμοί σου και προσεκτικά τα ώτα σου εις την προσευχήν την γινομένην εν τω τόπω τούτω.
νῦν κύριε ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου
41 Και τώρα, ανάστηθι, Κύριε Θεέ, εις την ανάπαυσίν σου, συ και η κιβωτός της δυνάμεώς σου· οι ιερείς σου, Κύριε Θεέ, ας ενδυθώσι σωτηρίαν, και οι όσιοί σου ας ευφρανθώσιν εν αγαθοίς.
καὶ νῦν ἀνάστηθι κύριε ὁ θεός εἰς τὴν κατάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου οἱ ἱερεῖς σου κύριε ὁ θεός ἐνδύσαιντο σωτηρίαν καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς
42 Κύριε Θεέ, μη απορρίψης το πρόσωπον του κεχρισμένου σου. ενθυμήθητι τα ελέη Δαβίδ του δούλου σου.
κύριε ὁ θεός μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου μνήσθητι τὰ ἐλέη Δαυιδ τοῦ δούλου σου

< Παραλειπομένων Βʹ 6 >