< Παραλειπομένων Βʹ 28 >

1 Είκοσι ετών ηλικίας ήτο ο Άχαζ ότε εβασίλευσε, και εβασίλευσε δεκαέξ έτη εν Ιερουσαλήμ· δεν έπραξεν όμως το ευθές ενώπιον Κυρίου, ως ο Δαβίδ ο πατήρ αυτού·
υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ
2 αλλά περιεπάτησεν εν ταις οδοίς των βασιλέων του Ισραήλ και έκαμεν έτι είδωλα χωνευτά εις τους Βααλείμ.
καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν
3 Και αυτός εθυμίασεν εν τη κοιλάδι του υιού Εννόμ και διεβίβασε τα τέκνα αυτού διά του πυρός, κατά τα βδελύγματα των εθνών τα οποία εξεδίωξεν ο Κύριος απ' έμπροσθεν των υιών Ισραήλ.
καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
4 Και εθυσίαζε και εθυμίαζεν επί τους υψηλούς τόπους και επί τους λόφους και υποκάτω παντός δένδρου πρασίνου.
καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
5 Διά τούτο παρέδωκεν αυτόν Κύριος ο Θεός αυτού εις την χείρα του βασιλέως της Συρίας· και επάταξαν αυτόν, και έλαβον αιχμαλώτους μέγα πλήθος εξ αυτών και έφεραν αυτούς εις Δαμασκόν. Και παρεδόθη έτι εις την χείρα του βασιλέως του Ισραήλ, όστις επάταξεν αυτόν εν σφαγή μεγάλη.
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην
6 Διότι Φεκά ο υιός του Ρεμαλία εθανάτωσεν εκ του Ιούδα εκατόν είκοσι χιλιάδας εν μιά ημέρα, πάντας δυνατούς εν ισχύϊ, επειδή εγκατέλιπον Κύριον τον Θεόν των πατέρων αυτών.
καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν
7 Και Ζιχρί, ανήρ δυνατός εκ του Εφραΐμ, εθανάτωσε Μαασίαν τον υιόν του βασιλέως και Αζρικάμ τον επιστάτην του παλατίου και Ελκανά τον δεύτερον μετά τον βασιλέα.
καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως
8 Και ηχμαλώτισαν οι υιοί Ισραήλ εκ των αδελφών αυτών διακοσίας χιλιάδας, γυναίκας, υιούς και θυγατέρας, και έλαβον έτι λάφυρα πολλά εξ αυτών και έφεραν τα λάφυρα εις Σαμάρειαν.
καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας γυναῖκας υἱοὺς καὶ θυγατέρας καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν
9 Ήτο δε εκεί προφήτης του Κυρίου, ονομαζόμενος Ωδήδ· και εξήλθεν εις απάντησιν του στρατεύματος του ερχομένου εις Σαμάρειαν και είπε προς αυτούς, Ιδού, επειδή Κύριος ο Θεός των πατέρων σας εθυμώθη κατά του Ιούδα, παρέδωκεν αυτούς εις την χείρα σας· και σεις εθανατώσατε αυτούς εν μανία, ήτις έφθασεν έως του ουρανού·
καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου Ωδηδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν
10 και τώρα λέγετε να υποτάξητε εις εαυτούς τους υιούς Ιούδα και της Ιερουσαλήμ διά δούλους και δούλας· δεν είναι με σας, με σας μάλιστα, αμαρτίαι εναντίον Κυρίου του Θεού σας;
καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ’ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν
11 τώρα λοιπόν ακούσατέ μου και επιστρέψατε τους αιχμαλώτους, τους οποίους ηχμαλωτίσατε εκ των αδελφών σας· διότι οργή θυμού Κυρίου επίκειται εις εσάς.
καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ’ ὑμῖν
12 Και εσηκώθησάν τινές εκ των αρχόντων των υιών Εφραΐμ, Αζαρίας ο υιός του Ιωανάν, Βαραχίας ο υιός του Μεσιλλεμώθ και Εζεκίας ο υιός του Σαλλούμ και Αμασά ο υιός του Αδλαΐ εναντίον των ερχομένων από του πολέμου,
καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου
13 και είπον προς αυτούς, Δεν θέλετε εισάξει εδώ τους αιχμαλώτους· διότι ενώ ηνομήσαμεν εις Κύριον, θέλετε να προσθέσητε εις τας αμαρτίας ημών και εις τας ανομίας ημών· διότι μεγάλη είναι ανομία ημών, και οργή θυμού επίκειται επί τον Ισραήλ.
καὶ εἶπαν αὐτοῖς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ’ ἡμᾶς ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ
14 Και αφήκαν οι πολεμισταί τους αιχμαλώτους και τα λάφυρα ενώπιον των αρχόντων και πάσης της συνάξεως.
καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας
15 Και σηκωθέντες οι άνδρες, οι ονομασθέντες κατ' όνομα, έλαβον τους αιχμαλώτους και πάντας τους γυμνούς αυτών ενέδυσαν εκ των λαφύρων· και αφού ενέδυσαν αυτούς και υπεδημάτωσαν αυτούς και έδωκαν εις αυτούς να φάγωσι και να πίωσι και ήλειψαν αυτούς, και πάντας τους αδυνάτους εξ αυτών μετεκόμισαν επί όνους και έφεραν αυτούς εις Ιεριχώ, την πόλιν των φοινίκων, προς τους αδελφούς αυτών· και επέστρεψαν εις Σαμάρειαν.
καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν
16 Κατά τον καιρόν εκείνον ο βασιλεύς Άχαζ απέστειλε προς τους βασιλείς της Ασσυρίας, διά να βοηθήσωσιν αυτόν.
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθῆσαι αὐτῷ
17 Διότι ελθόντες πάλιν οι Ιδουμαίοι επάταξαν τον Ιούδαν και έλαβον αιχμαλώτους.
καὶ ἐν τούτῳ ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
18 Και εφορμήσαντες οι Φιλισταίοι εις τας πόλεις της πεδινής και της μεσημβρινής του Ιούδα· εκυρίευσαν την Βαιθ-σεμές και την Αιαλών και την Γεδηρώθ, και την Σοκχώ και τας κώμας αυτής, και την Θαμνά και τας κώμας αυτής, και την Γιμζώ και ταις κώμας αυτής· και κατώκησαν εκεί.
καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ
19 Διότι ο Κύριος εταπείνωσε τον Ιούδαν διά τον Άχαζ βασιλέα του Ισραήλ· επειδή διέφθειρε τον Ιούδαν και ησέβησε σφόδρα εις τον Κύριον.
ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δῑ Αχαζ βασιλέα Ιουδα ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου
20 Και ήλθε προς αυτόν ο Θελγάθ-φελνασάρ, βασιλεύς της Ασσυρίας, και κατέθλιψεν αυτόν αντί να ενδυναμώση αυτόν.
καὶ ἦλθεν ἐπ’ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν
21 Διότι ο Άχαζ, λαβών τους θησαυρούς του οίκου του Κυρίου και του οίκου του βασιλέως και των αρχόντων, έδωκεν εις τον βασιλέα της Ασσυρίας· πλην ουχί εις βοήθειαν αυτού.
καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ
22 Και εν τω καιρώ της στενοχωρίας αυτού έτι μάλλον παρηνόμησεν εις τον Κύριον αυτός ο βασιλεύς Άχαζ.
ἀλλ’ ἢ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν ὁ βασιλεύς
23 Και εθυσίαζεν εις τους θεούς της Δαμασκού, τους πατάξαντας αυτόν· και έλεγεν, Επειδή οι θεοί του βασιλέως της Συρίας βοηθούσιν αυτούς, εις τούτους θέλω θυσιάσει, διά να βοηθήσωσι και εμέ. Εκείνοι όμως εστάθησαν η φθορά αυτού και παντός του Ισραήλ.
ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ
24 Και συνήθροισεν ο Άχαζ τα σκεύη του οίκου του Θεού, και κατέκοψε τα σκεύη του οίκου του Θεού και έκλεισε τας θύρας του οίκου του Κυρίου, και έκαμεν εις εαυτόν θυσιαστήρια εν πάση γωνία εν Ιερουσαλήμ.
καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ
25 Και εν πάση πόλει του Ιούδα έκαμεν υψηλούς τόπους, διά να θυμιάζη εις άλλους θεούς, και παρώργισε Κύριον τον Θεόν των πατέρων αυτού.
καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις καὶ παρώργισαν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν
26 Αι δε λοιπαί πράξεις αυτού και πάσαι αι οδοί αυτού, αι πρώται και αι έσχαται, ιδού, είναι γεγραμμέναι εν τω βιβλίω των βασιλέων του Ιούδα και Ισραήλ.
καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ
27 Και εκοιμήθη ο Άχαζ μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν τη πόλει, εν Ιερουσαλήμ· δεν έφεραν όμως αυτόν εις τους τάφους των βασιλέων του Ισραήλ· εβασίλευσε δε αντ' αυτού Εζεκίας ο υιός αυτού.
καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ

< Παραλειπομένων Βʹ 28 >