< Παραλειπομένων Βʹ 20 >
1 Και μετά ταύτα ήλθον κατά του Ιωσαφάτ οι υιοί Μωάβ και οι υιοί Αμμών και μετ' αυτών άλλοι εκτός των Αμμωνιτών, διά να πολεμήσωσι.
καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ’ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ιωσαφατ εἰς πόλεμον
2 Και ήλθον και απήγγειλαν προς τον Ιωσαφάτ, λέγοντες, Μέγα πλήθος έρχεται εναντίον σου εκ του πέραν της θαλάσσης, εκ της Συρίας· και ιδού, είναι εν Ασασών-θαμάρ, ήτις είναι Εν-γαδδί.
καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ιωσαφατ λέγοντες ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας καὶ ἰδού εἰσιν ἐν Ασασανθαμαρ αὕτη ἐστὶν Ενγαδδι
3 Και εφοβήθη ο Ιωσαφάτ και εδόθη εις το να εκζητή τον Κύριον, και εκήρυξε νηστείαν διά παντός του Ιούδα.
καὶ ἐφοβήθη καὶ ἔδωκεν Ιωσαφατ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα
4 Και συνήχθησαν οι άνδρες Ιούδα, διά να ζητήσωσι βοήθειαν παρά Κυρίου· εκ πασών έτι των πόλεων Ιούδα ήλθον διά να ζητήσωσι τον Κύριον.
καὶ συνήχθη Ιουδας ἐκζητῆσαι τὸν κύριον καὶ ἀπὸ πασῶν τῶν πόλεων Ιουδα ἦλθον ζητῆσαι τὸν κύριον
5 Και εστάθη ο Ιωσαφάτ εν τη συνάξει του Ιούδα και της Ιερουσαλήμ, εν τω οίκω του Κυρίου, κατά πρόσωπον της νέας αυλής,
καὶ ἀνέστη Ιωσαφατ ἐν ἐκκλησίᾳ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκῳ κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς
6 και είπε, Κύριε Θεέ των πατέρων ημών, δεν είσαι συ ο Θεός ο εν τω ουρανώ; και δεν είσαι συ ο κυριεύων επί πάντα τα βασίλεια των εθνών, και δεν είναι εν τη χειρί σου η δύναμις και η ισχύς, και ουδείς δύναται να αντισταθή εις σε;
καὶ εἶπεν κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι
7 Δεν είσαι συ ο Θεός ημών, ο εκδιώξας τους κατοίκους της γης ταύτης έμπροσθεν του λαού σου Ισραήλ, και δους αυτήν εις το σπέρμα του Αβραάμ του αγαπητού σου εις τον αιώνα;
οὐχὶ σὺ εἶ ὁ κύριος ὁ ἐξολεθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα
8 Και κατώκησαν εν αυτή και ωκοδόμησαν εις σε αγιαστήριον εν αυτή διά το όνομά σου, λέγοντες,
καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες
9 Εάν, όταν επέλθη εφ' ημάς κακόν, ρομφαία, κρίσις ή θανατικόν ή πείνα, σταθώμεν έμπροσθεν του οίκου τούτου και ενώπιόν σου, διότι το όνομά σου είναι εν τω οίκω τούτω, και βοήσωμεν προς σε εν τη θλίψει ημών, τότε θέλεις ακούσει και σώσει.
ἐὰν ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως καὶ ἀκούσῃ καὶ σώσεις
10 Και τώρα, ιδού, οι υιοί Αμμών και Μωάβ και οι από του όρους Σηείρ, προς τους οποίους δεν αφήκας τον Ισραήλ να υπάγη, ότε ήρχοντο εκ γης Αιγύπτου, αλλ' εξέκλιναν απ' αυτών και δεν εξωλόθρευσαν αυτούς,
καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελθεῖν δῑ αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ’ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς
11 και ιδού, πως ανταμείβουσιν ημάς, ερχόμενοι να εκβάλωσιν ημάς από της κληρονομίας σου, την οποίαν έδωκας εις ημάς να κληρονομήσωμεν.
καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ’ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν
12 Θεέ ημών, δεν θέλεις κρίνει αυτούς; διότι δεν υπάρχει εις ημάς δύναμις διά να αντισταθώμεν εις τούτο το μέγα πλήθος, το οποίον έρχεται εφ' ημάς, και δεν εξεύρομεν τι να κάμωμεν· αλλ' επί σε είναι οι οφθαλμοί ημών.
κύριε ὁ θεὸς ἡμῶν οὐ κρινεῖς ἐν αὐτοῖς ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ’ ἡμᾶς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς ἀλλ’ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν
13 Και ίστατο πας ο Ιούδας ενώπιον του Κυρίου με τα βρέφη αυτών, τας γυναίκας αυτών και τους υιούς αυτών.
καὶ πᾶς Ιουδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες
14 Τότε ήλθε Πνεύμα Κυρίου επί Ιααζιήλ τον υιόν του Ζαχαρίου, υιού του Βεναΐα, υιού του Ιεϊήλ, υιού του Ματθανίου του Λευΐτου, εκ των υιών του Ασάφ, εν τω μέσω της συνάξεως.
καὶ τῷ Οζιηλ τῷ τοῦ Ζαχαριου τῶν υἱῶν Βαναιου τῶν υἱῶν Ελεηλ τοῦ Μανθανιου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ασαφ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου ἐν τῇ ἐκκλησίᾳ
15 και είπε, Ακούσατε, πας ο Ιούδας και οι κατοικούντες Ιερουσαλήμ, και συ βασιλεύ Ιωσαφάτ· ούτω λέγει Κύριος προς υμάς· Μη φοβείσθε σεις μηδέ πτοηθήτε από προσώπου τούτου του μεγάλου πλήθους· διότι η μάχη δεν είναι υμών, αλλά του Θεού·
καὶ εἶπεν ἀκούσατε πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ ὁ βασιλεὺς Ιωσαφατ τάδε λέγει κύριος ὑμῖν αὐτοῖς μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις ἀλλ’ ἢ τῷ θεῷ
16 κατάβητε αύριον εναντίον αυτών· ιδού, αναβαίνουσι διά της αναβάσεως Σίς· και θέλετε ευρεί αυτούς εν τω άκρω του χειμάρρου, έμπροσθεν της ερήμου Ιερουήλ·
αὔριον κατάβητε ἐπ’ αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ’ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ
17 δεν θέλετε πολεμήσει σεις εν ταύτη τη μάχη· παρουσιάσθητε, στήτε και ιδέτε την μεθ' υμών σωτηρίαν του Κυρίου, Ιούδα και Ιερουσαλήμ· μη φοβείσθε μηδέ πτοηθήτε· αύριον εξέλθετε εναντίον αυτών· και ο Κύριος μεθ' υμών.
οὐχ ὑμῖν ἐστιν πολεμῆσαι ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ’ ὑμῶν Ιουδα καὶ Ιερουσαλημ μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς καὶ κύριος μεθ’ ὑμῶν
18 Και έκυψεν ο Ιωσαφάτ επί πρόσωπον εις την γήν· και πας ο Ιούδας και οι κατοικούντες την Ιερουσαλήμ έπεσον ενώπιον του Κυρίου, προσκυνούντες τον Κύριον.
καὶ κύψας Ιωσαφατ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ ἔπεσαν ἔναντι κυρίου προσκυνῆσαι κυρίῳ
19 Και εσηκώθησαν οι Λευΐται, εκ των υιών των Κααθιτών και εκ των υιών των Κοριτών, διά να υμνήσωσι Κύριον τον Θεόν του Ισραήλ εν φωνή υψωμένη σφόδρα.
καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἀπὸ τῶν υἱῶν Κορε αἰνεῖν κυρίῳ θεῷ Ισραηλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος
20 Και εξεγερθέντες το πρωΐ· εξήλθον προς την έρημον Θεκουέ· και ότε εξήλθον, εστάθη ο Ιωσαφάτ και είπεν, Ακούσατέ μου, Ιούδα και οι κατοικούντες την Ιερουσαλήμ· πιστεύσατε εις Κύριον τον Θεόν υμών, και θέλετε στερεωθή· πιστεύσατε τους προφήτας αυτού και θέλετε ευοδωθή.
καὶ ὤρθρισαν πρωὶ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωε καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ιωσαφατ καὶ ἐβόησεν καὶ εἶπεν ἀκούσατέ μου Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἐμπιστεύσατε ἐν κυρίῳ θεῷ ὑμῶν καὶ ἐμπιστευθήσεσθε ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ καὶ εὐοδωθήσεσθε
21 Και συμβουλευθείς μετά του λαού, διέταξε ψαλτωδούς διά να ψάλλωσιν εις τον Κύριον και να υμνώσι την μεγαλοπρέπειαν της αγιότητος αυτού, εξελθόντες έμπροσθεν του στρατεύματος, και να λέγωσι, Δοξολογείτε τον Κύριον, διότι το έλεος αυτού μένει εις τον αιώνα.
καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
22 Και ότε ήρχισαν να ψάλλωσι και να υμνώσιν, ο Κύριος έστησεν ενέδρας εναντίον των υιών Αμμών, Μωάβ και των εκ του όρους Σηείρ, των ελθόντων κατά του Ιούδα· και εκτυπήθησαν.
καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν
23 Διότι εσηκώθησαν οι υιοί Αμμών και Μωάβ κατά των κατοίκων του όρους Σηείρ, διά να εξολοθρεύσωσι και να εξαλείψωσιν αυτούς· και αφού συνετέλεσαν τους κατοίκους του Σηείρ εβοήθησαν αλλήλους διά να εξολοθρευθώσιν.
καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι
24 Ελθών δε ο Ιούδας εις την σκοπιάν της ερήμου, ανέβλεψε προς το πλήθος, και ιδού, ήσαν νεκρά σώματα πεπτωκότα κατά γης, και ουδείς διεσώθη.
καὶ Ιουδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς οὐκ ἦν σῳζόμενος
25 Και ότε ήλθον ο Ιωσαφάτ και ο λαός αυτού διά να λαφυραγωγήσωσιν αυτούς, εύρηκαν μεταξύ των νεκρών σωμάτων αυτών και πλούτη εν αφθονία και πολύτιμον αποσκευήν, και έλαβον εις εαυτούς τοσαύτα, ώστε δεν ηδύναντο να μεταφέρωσιν αυτά· και εστάθησαν τρεις ημέρας λαφυραγωγούντες, διότι τα λάφυρα ήσαν πολλά.
καὶ ἦλθεν Ιωσαφατ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοῖς καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα ὅτι πολλὰ ἦν
26 Και την τετάρτην ημέραν συνήχθησαν εν τη κοιλάδι της Ευλογίας· διότι εκεί ευλόγησαν τον Κύριον· διά τούτο ωνομάσθη το όνομα του τόπου εκείνου Κοιλάς Ευλογίας έως της ημέρας ταύτης.
καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης
27 Τότε πάντες οι άνδρες Ιούδα και της Ιερουσαλήμ και ο Ιωσαφάτ επί κεφαλής αυτών, εκίνησαν διά να επιστρέψωσιν εις Ιερουσαλήμ εν ευφροσύνη· διότι εύφρανεν αυτούς ο Κύριος από των εχθρών αυτών.
καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαφατ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν
28 Και ήλθον εις Ιερουσαλήμ εν ψαλτηρίοις και κιθάραις και σάλπιγξι, προς τον οίκον του Κυρίου.
καὶ εἰσῆλθον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον κυρίου
29 Και επέπεσε φόβος Θεού επί πάντα τα βασίλεια των τόπων εκείνων; ότε ήκουσαν έτι ο Κύριος επολέμησεν εναντίον των εχθρών του Ισραήλ.
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ
30 Και ησύχασεν η βασιλεία του Ιωσαφάτ· διότι ο Θεός αυτού έδωκεν εις αυτόν ανάπαυσιν κυκλόθεν.
καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν
31 Και εβασίλευσεν ο Ιωσαφάτ επί τον Ιούδαν· τριάκοντα πέντε ετών ηλικίας ήτο ότε εβασίλευσε, και εβασίλευσεν εικοσιπέντε έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Αζουβά θυγάτηρ του Σιλεΐ.
καὶ ἐβασίλευσεν Ιωσαφατ ἐπὶ τὸν Ιουδαν ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σαλι
32 Και περιεπάτησεν εν τη οδώ Ασά του πατρός αυτού και δεν εξέκλινεν απ' αυτής, πράττων το ευθές ενώπιον του Κυρίου.
καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ασα καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον κυρίου
33 Οι υψηλοί όμως τόποι δεν αφηρέθησαν· διότι ο λαός δεν είχον έτι κατευθύνει τας καρδίας αυτών προς τον Θεόν των πατέρων αυτών.
ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτῶν
34 Αι δε λοιπαί πράξεις του Ιωσαφάτ, αι πρώται και αι έσχαται, ιδού, είναι γεγραμμέναι εν τοις λόγοις του Ιηού υιού του Ανανί, οίτινες κατεγράφησαν εν τω βιβλίω των βασιλέων του Ισραήλ.
καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου τοῦ Ανανι ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ
35 Μετά δε ταύτα ηνώθη ο Ιωσαφάτ ο βασιλεύς του Ιούδα μετά του Οχοζίου βασιλέως του Ισραήλ, όστις έπραξε λίαν ασεβώς.
καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ καὶ οὗτος ἠνόμησεν
36 Ηνώθη δε μετ' αυτού, διά να κάμωσι πλοία, τα οποία να πλεύσωσιν εις Θαρσείς· και έκαμον τα πλοία εν Εσιών-γάβερ.
ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσις καὶ ἐποίησεν πλοῖα ἐν Γασιωνγαβερ
37 Τότε Ελιέζερ ο υιός του Δωδανά από Μαρησά προεφήτευσεν εναντίον του Ιωσαφάτ, λέγων, Επειδή ηνώθης μετά του Οχοζίου, ο Κύριος έθραυσε τα έργα σου. Και συνετρίβησαν τα πλοία και δεν ηδυνήθησαν να υπάγωσιν εις Θαρσείς.
καὶ ἐπροφήτευσεν Ελιεζερ ὁ τοῦ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαφατ λέγων ὡς ἐφιλίασας τῷ Οχοζια ἔθραυσεν κύριος τὸ ἔργον σου καὶ συνετρίβη τὰ πλοῖά σου καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς Θαρσις