< Παραλειπομένων Βʹ 18 >

1 Και είχεν ο Ιωσαφάτ πλούτον και δόξαν πολλήν· και εσυμπενθέρευσε μετά του Αχαάβ.
καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ
2 Μετά δε χρόνους κατέβη προς τον Αχαάβ εις την Σαμάρειαν Και έσφαξεν ο Αχαάβ πρόβατα και βόας εν αφθονία δι' αυτόν και διά τον λαόν τον μετ' αυτού, και κατέπεισεν αυτόν να συναναβή εις Ραμώθ-γαλαάδ.
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ’ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος
3 Και είπεν Αχαάβ ο βασιλεύς του Ισραήλ προς Ιωσαφάτ τον βασιλέα του Ιούδα, Έρχεσαι μετ' εμού εις Ραμώθ-γαλαάδ; Ο δε απεκρίθη προς αυτόν, Εγώ είμαι καθώς συ, και ο λαός μου καθώς ο λαός σου· και θέλομεν είσθαι μετά σου εν τω πολέμω.
καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα πορεύσῃ μετ’ ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος καὶ εἶπεν αὐτῷ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον
4 Και είπεν ο Ιωσαφάτ προς τον βασιλέα του Ισραήλ, Ερώτησον σήμερον, παρακαλώ, τον λόγον του Κυρίου.
καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον
5 Και συνήθροισεν ο βασιλεύς του Ισραήλ τους προφήτας, τετρακοσίους άνδρας, και είπε προς αυτούς, να υπάγωμεν εις Ραμώθ-γαλαάδ, διά να πολεμήσωμεν; ή να απέχω; Οι δε είπον, Ανάβα, και θέλει παραδώσει ο Θεός αυτήν εις την χείρα του βασιλέως.
καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπαν ἀνάβαινε καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως
6 Και είπεν ο Ιωσαφάτ, Δεν είναι ενταύθα έτι προφήτης του Κυρίου, διά να ερωτήσωμεν δι' αυτού;
καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ’ αὐτοῦ
7 Και είπεν ο βασιλεύς του Ισραήλ προς τον Ιωσαφάτ, είναι έτι άνθρωπός τις, διά του οποίου δυνάμεθα να ερωτήσωμεν τον Κύριον· πλην εγώ μισώ αυτόν· διότι δεν προφητεύει καλόν περί εμού αλλά πάντοτε κακόν· είναι ο Μιχαΐας ο υιός του Ιεμλά. Και είπεν ο Ιωσαφάτ, Ας μη λαλή ο βασιλεύς ούτως.
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δῑ αὐτοῦ καὶ ἐγὼ ἐμίσησα αὐτόν ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά οὗτος Μιχαιας υἱὸς Ιεμλα καὶ εἶπεν Ιωσαφατ μὴ λαλείτω ὁ βασιλεὺς οὕτως
8 Και εκάλεσεν ο βασιλεύς του Ισραήλ ένα ευνούχον και είπε, Σπεύσον να φέρης Μιχαΐαν τον υιόν του Ιεμλά.
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν τάχος Μιχαιαν υἱὸν Ιεμλα
9 Ο δε βασιλεύς του Ισραήλ και Ιωσαφάτ ο βασιλεύς του Ιούδα εκάθηντο, έκαστος επί του θρόνου αυτού, ενδεδυμένοι στολαίς, και εκάθηντο εν τόπω ανοικτώ, κατά την είσοδον της πύλης της Σαμαρείας· και πάντες οι προφήται προεφήτευον έμπροσθεν αυτών.
καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν
10 Και Σεδεκίας ο υιός του Χαναανά είχε κάμει εις εαυτόν κέρατα σιδηρά και είπεν, ούτω λέγει Κύριος· Διά τούτων θέλεις κερατίσει τους Συρίους, εωσού συντελέσης αυτούς.
καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν τάδε λέγει κύριος ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ
11 Και πάντες οι προφήται προεφήτευον ούτω, λέγοντες, Ανάβα εις Ραμώθ-γαλαάδ και ευοδού· διότι ο Κύριος θέλει παραδώσει αυτήν εις την χείρα του βασιλέως.
καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως
12 Και ο μηνυτής, όστις υπήγε να καλέση τον Μιχαΐαν, είπε προς αυτόν, λέγων, Ιδού, οι λόγοι των προφητών φανερόνουσιν εξ ενός στόματος καλόν περί του βασιλέως· ο λόγος σου λοιπόν ας ήναι, παρακαλώ, ως ενός εξ εκείνων, και λάλησον το καλόν.
καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν καὶ λαλήσεις ἀγαθά
13 Ο δε Μιχαΐας είπε, Ζη Κύριος, ό,τι μοι είπη ο Θεός μου, τούτο θέλω λαλήσει.
καὶ εἶπεν Μιχαιας ζῇ κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρός με αὐτὸ λαλήσω
14 Ήλθε λοιπόν προς τον βασιλέα, και είπεν ο βασιλεύς προς αυτόν, Μιχαΐα, να υπάγωμεν εις Ραμώθ-γαλαάδ διά να πολεμήσωμεν; ή να απέχω; Ο δε είπεν, Ανάβητε και ευοδούσθε, διότι θέλουσι παραδοθή εις την χείρα σας.
καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν
15 Και είπε προς αυτόν ο βασιλεύς, Έως ποσάκις θέλω σε ορκίζει να μη λέγης προς εμέ παρά την αλήθειαν εν ονόματι Κυρίου;
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου
16 Ο δε είπεν· είδον πάντα τον Ισραήλ διεσπαρμένον επί τα όρη, ως πρόβατα μη έχοντα ποιμένα· και είπε Κύριος, Ούτοι δεν έχουσι κύριον· ας επιστρέψωσιν έκαστος εις τον οίκον αυτού εν ειρήνη.
καὶ εἶπεν εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ
17 Και είπεν ο βασιλεύς του Ισραήλ προς τον Ιωσαφάτ, Δεν σοι είπα ότι δεν θέλει προφητεύσει καλόν περί εμού, αλλά κακόν;
καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά ἀλλ’ ἢ κακά
18 Και ο Μιχαΐας είπεν, Ακούσατε λοιπόν τον λόγον του Κυρίου· είδον τον Κύριον καθήμενον επί του θρόνου αυτού και πάσαν την στρατιάν του ουρανού παρισταμένην εκ δεξιών αυτού και εξ αριστερών αυτού.
καὶ εἶπεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ
19 Και είπε ο Κύριος, Τις θέλει απατήσει Αχαάβ τον βασιλέα του Ισραήλ, ώστε να αναβή και να πέση εν Ραμώθ-γαλαάδ; Και ο μεν ελάλησε λέγων ούτως, ο δε λέγων ούτως.
καὶ εἶπεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμωθ Γαλααδ καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος εἶπεν οὕτως
20 Τότε εξήλθε το πνεύμα και εστάθη ενώπιον Κυρίου και είπεν, Εγώ θέλω απατήσει αυτόν. Και είπε Κύριος προς αυτό, Τίνι τρόπω;
καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν κύριος ἐν τίνι
21 Και είπε, Θέλω εξέλθει και θέλω είσθαι πνεύμα ψεύδους εν τω στόματι πάντων των προφητών αυτού. Και είπε Κύριος, Θέλεις απατήσει και μάλιστα θέλεις κατορθώσει· έξελθε και κάμε ούτω.
καὶ εἶπεν ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ καὶ εἶπεν ἀπατήσεις καὶ δυνήσῃ ἔξελθε καὶ ποίησον οὕτως
22 Τώρα λοιπόν, ιδού, ο Κύριος έβαλε πνεύμα ψεύδους εν τω στόματι τούτων των προφητών σου, και ελάλησε Κύριος κακόν επί σε.
καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά
23 Τότε πλησιάσας Σεδεκίας ο υιός του Χαναανά, ερράπισε τον Μιχαΐαν επί την σιαγόνα και είπε, Διά ποίας οδού επέρασε το πνεύμα του Κυρίου απ' εμού, διά να λαλήση προς σε;
καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα κυρίου παρ’ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ
24 Και είπεν ο Μιχαΐας, Ιδού, θέλεις ιδεί καθ' ην ημέραν θέλεις εισέρχεσθαι από ταμείου εις ταμείον, διά να κρυφθής.
καὶ εἶπεν Μιχαιας ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ εἰσελεύσῃ ταμίειον ἐκ ταμιείου τοῦ κατακρυβῆναι
25 Και είπεν ο βασιλεύς του Ισραήλ, Πιάσατε τον Μιχαΐαν και επαναφέρετε αυτόν προς Αμών τον άρχοντα της πόλεως, και προς Ιωάς τον υιόν του βασιλέως,
καὶ εἶπεν βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως
26 και είπατε, Ούτω λέγει ο βασιλεύς· Βάλετε τούτον εις την φυλακήν και τρέφετε αυτόν με άρτον θλίψεως και με ύδωρ θλίψεως, εωσού επιστρέψω εν ειρήνη.
καὶ ἐρεῖς οὕτως εἶπεν ὁ βασιλεύς ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ
27 Και είπεν ο Μιχαΐας, Εάν τωόντι επιστρέψης εν ειρήνη, ο Κύριος δεν ελάλησε δι' εμού. Και είπεν, Ακούσατε σεις, πάντες οι λαοί.
καὶ εἶπεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες
28 Και ανέβη ο βασιλεύς του Ισραήλ και Ιωσαφάτ ο βασιλεύς του Ιούδα εις Ραμώθ-γαλαάδ.
καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ
29 Και είπεν ο βασιλεύς του Ισραήλ προς τον Ιωσαφάτ, Εγώ θέλω μετασχηματισθή και εισέλθει εις την μάχην· συ δε ενδύθητι την στολήν σου. Και μετεσχηματίσθη ο βασιλεύς του Ισραήλ και εισήλθον εις την μάχην.
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον
30 Ο δε βασιλεύς της Συρίας είχε προστάξει τους άρχοντας των αμαξών αυτού, λέγων, Μη πολεμείτε μήτε μικρόν μήτε μέγαν, αλλά μόνον τον βασιλέα του Ισραήλ.
καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ’ αὐτοῦ λέγων μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ’ ἢ τὸν βασιλέα Ισραηλ μόνον
31 Και ως είδον οι άρχοντες των αμαξών τον Ιωσαφάτ, τότε αυτοί είπον, Ούτος είναι ο βασιλεύς του Ισραήλ· και περιεκύκλωσαν αυτόν διά να πολεμήσωσιν αυτόν· αλλ' ο Ιωσαφάτ ανεβόησε, και εβοήθησεν αυτόν ο Κύριος· και απέστρεψεν αυτούς ο Θεός απ' αυτού.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν καὶ ἐβόησεν Ιωσαφατ καὶ κύριος ἔσωσεν αὐτόν καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ’ αὐτοῦ
32 Ιδόντες δε οι άρχοντες των αμαξών ότι δεν ήτο ο βασιλεύς του Ισραήλ, επέστρεψαν από της καταδιώξεως αυτού.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ καὶ ἀπέστρεψαν ἀπ’ αὐτοῦ
33 Άνθρωπος δε τις, τοξεύσας ασκόπως, εκτύπησε τον βασιλέα του Ισραήλ μεταξύ των αρθρώσεων του θώρακος· ο δε είπεν προς τον ηνίοχον, Στρέψον την χείρα σου και έκβαλέ με εκ του στρατεύματος, διότι επληγώθην.
καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος καὶ εἶπεν τῷ ἡνιόχῳ ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου ὅτι ἐπόνεσα
34 Και εμεγαλύνθη η μάχη εν τη ημέρα εκείνη· ο δε βασιλεύς του Ισραήλ ίστατο επί της αμάξης αντικρύ των Συρίων έως εσπέρα, · και περί την δύσιν του ηλίου απέθανε.
καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου

< Παραλειπομένων Βʹ 18 >