< Παραλειπομένων Βʹ 15 >
1 Τότε ήλθε το πνεύμα του Θεού επί Αζαρίαν τον υιόν του Ωδήδ·
καὶ Αζαριας υἱὸς Ωδηδ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου
2 και εξήλθεν εις συνάντησιν του Ασά και είπε προς αυτόν, Ακούσατέ μου, Ασά και πας ο Ιούδας και ο Βενιαμίν· Ο Κύριος είναι με σας, όταν σεις είσθε μετ' αυτού· και εάν εκζητήτε αυτόν, θέλει ευρεθή εις εσάς· εάν όμως εγκαταλείψητε αυτόν, θέλει σας εγκαταλείψει·
καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν ἀκούσατέ μου Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν κύριος μεθ’ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’ αὐτοῦ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμῖν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμᾶς
3 πολύν μεν καιρόν εστάθη ο Ισραήλ χωρίς του αληθινού Θεού και χωρίς ιερέως διδάσκοντος και χωρίς νόμου·
καὶ ἡμέραι πολλαὶ τῷ Ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ
4 ότε όμως εν τη στενοχωρία αυτών επέστρεψαν εις Κύριον τον Θεόν του Ισραήλ και εξεζήτησαν αυτόν, ευρέθη εις αυτούς·
καὶ ἐπιστρέψει ἐπὶ κύριον θεὸν Ισραηλ καὶ εὑρεθήσεται αὐτοῖς
5 και κατ' εκείνους τους καιρούς δεν ήτο ειρήνη εις τον εξερχόμενον και εις τον εισερχόμενον, αλλ' ήσαν μεγάλαι ταραχαί επί πάντας τους κατοίκους των τόπων·
καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας
6 και εφθείρετο έθνος υπό έθνους και πόλις υπό πόλεως· διότι ο Θεός κατέθλιβεν αυτούς εν πάση στενοχωρία·
καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει
7 σεις δε ενδυναμούσθε, και ας μη ήναι εκλελυμέναι αι χείρές σας· διότι θέλει είσθαι μισθός εις το έργον σας.
καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν
8 Και ότε ήκουσεν ο Ασά τους λόγους τούτους και την προφητείαν Ωδήδ του προφήτου, ενεδυναμώθη και απέβαλε τα βδελύγματα εκ πάσης της γης Ιούδα και Βενιαμίν και εκ των πόλεων, τας οποίας έλαβεν εκ του όρους Εφραΐμ, και ανενέωσε το θυσιαστήριον του Κυρίου, το κατ' έμπροσθεν του προνάου του Κυρίου.
καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει Εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου
9 Και συνήγαγε πάντα τον Ιούδαν και τον Βενιαμίν, και τους παροικούντας μετ' αυτών εκ του Εφραΐμ και Μανασσή και εκ του Συμεών· διότι πολλοί εκ του Ισραήλ προσεχώρησαν εις αυτόν, ιδόντες ότι Κύριος ο Θεός αυτού ήτο μετ' αυτού.
καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ’ αὐτοῦ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ
10 Και συνήχθησαν εις Ιερουσαλήμ κατά τον τρίτον μήνα του δεκάτου πέμπτου έτους της βασιλείας του Ασά.
καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ασα
11 Και προσέφεραν θυσίας εις τον Κύριον, κατά την ημέραν εκείνην, εκ των λαφύρων τα οποία έφεραν, επτακοσίους βόας και επτά χιλιάδας προβάτων.
καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων ὧν ἤνεγκαν μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια
12 Και εισήλθον εις συνθήκην να εκζητήσωσι Κύριον τον Θεόν των πατέρων αυτών, εξ όλης της καρδίας αυτών και εξ όλης της ψυχής αυτών·
καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς
13 και πας όστις δεν εκζητήση Κύριον τον Θεόν του Ισραήλ να θανατόνηται, από μικρού έως μεγάλου, από ανδρός έως γυναικός.
καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ κύριον θεὸν Ισραηλ ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου ἀπὸ ἀνδρὸς ἕως γυναικός
14 Και ώμοσαν προς τον Κύριον εν φωνή μεγάλη και εν αλαλαγμώ και εν σάλπιγξι και εν κερατίναις.
καὶ ὤμοσαν ἐν τῷ κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις
15 Και πας ο Ιούδας ευφράνθη εις τον όρκον· διότι ώμοσαν εξ όλης της καρδίας αυτών και εξεζήτησαν αυτόν μεθ' όλης της θελήσεως αυτών· και ευρέθη εις αυτούς· και έδωκεν εις αυτούς ο Κύριος ανάπαυσιν κυκλόθεν.
καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν
16 Έτι δε Μααχά, την μητέρα του βασιλέως Ασά, απέβαλεν αυτήν του να ήναι βασίλισσα, επειδή έκαμεν είδωλον εις άλσος· και κατέκοψεν ο Ασά το είδωλον αυτής και συνέτριψε και έκαυσεν αυτό εις τον χείμαρρον Κέδρων.
καὶ τὴν Μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρων
17 Οι υψηλοί όμως τόποι δεν αφηρέθησαν από του Ισραήλ· πλην η καρδία του Ασά ήτο τελεία πάσας τας ημέρας αυτού.
πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ ἀλλ’ ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ
18 Και έφερεν εις τον οίκον του Θεού τα αφιερώματα του πατρός αυτού και τα εαυτού αφιερώματα, άργυρον και χρυσόν και σκεύη.
καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ ἀργύριον καὶ χρυσίον καὶ σκεύη
19 Και δεν έγεινε πόλεμος έως του τριακοστού πέμπτου έτους της βασιλείας του Ασά.
καὶ πόλεμος οὐκ ἦν μετ’ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα