< Παραλειπομένων Βʹ 11 >
1 Και ελθών ο Ροβοάμ εις Ιερουσαλήμ, συνήθροισε τον οίκον Ιούδα και Βενιαμίν, εκατόν ογδοήκοντα χιλιάδας εκλεκτών πολεμιστών, διά να πολεμήσωσι κατά του Ισραήλ, όπως επαναφέρωσι την βασιλείαν εις τον Ροβοάμ.
καὶ ἦλθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοαμ
2 Έγεινεν όμως λόγος Κυρίου προς τον Σεμαΐαν, άνθρωπον του Θεού, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων
3 Λάλησον προς Ροβοάμ τον υιόν του Σολομώντος, τον βασιλέα του Ιούδα, και προς πάντα τον Ισραήλ εν Ιούδα και Βενιαμίν, λέγων,
εἰπὸν πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων
4 Ούτω λέγει Κύριος· Δεν θέλετε αναβή ουδέ πολεμήσει εναντίον των αδελφών σας· επιστρέψατε έκαστος εις τον οίκον αυτού, διότι παρ' εμού έγεινε το πράγμα τούτο. Και υπήκουσαν εις τους λόγους του Κυρίου και απεστράφησαν από του να υπάγωσι κατά του Ιεροβοάμ.
τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ’ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ιεροβοαμ
5 Και κατώκησεν ο Ροβοάμ εν Ιερουσαλήμ και ωκοδόμησε πόλεις οχυράς εν Ιούδα.
καὶ κατῴκησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ιουδαίᾳ
6 Και ωκοδόμησε την Βηθλεέμ και την Ητάμ και την Θεκουέ
καὶ ᾠκοδόμησεν τὴν Βαιθλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε
7 και την Βαιθ-σούρ και την Σοκχώ και την Οδολλάμ
καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχωθ καὶ τὴν Οδολλαμ
8 και την Γαθ και την Μαρησά και την Ζιφ
καὶ τὴν Γεθ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιφ
9 και την Αδωραΐμ και την Λαχείς και την Αζηκά
καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα
10 και την Σαραά και την Αιαλών και την Χεβρών, αίτινες είναι εν Ιούδα και εν Βενιαμίν, πόλεις ωχυρωμέναι.
καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων ἥ ἐστιν τοῦ Ιουδα καὶ Βενιαμιν πόλεις τειχήρεις
11 Και ωχύρωσε τα φρούρια, και έβαλεν εις αυτά φρουράρχους και αποθήκας τροφών και ελαίου και οίνου.
καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἶνον
12 Και εις πάσαν πόλιν έβαλεν ασπίδας και λόγχας, και ωχύρωσεν αυτάς πολύ σφόδρα. Και ήσαν υπ' αυτόν ο Ιούδας και ο Βενιαμίν.
κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα καὶ ἦσαν αὐτῷ Ιουδα καὶ Βενιαμιν
13 Και οι ιερείς και οι Λευΐται οι εν παντί τω Ισραήλ συνήχθησαν προς αυτόν, εκ πάντων των ορίων αυτών.
καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων
14 Διότι οι Λευΐται εγκατέλιπον τα προάστεια αυτών και τας ιδιοκτησίας αυτών, και ήλθον εις τον Ιούδαν και εις την Ιερουσαλήμ· επειδή ο Ιεροβοάμ και οι υιοί αυτού είχον αποβάλει αυτούς από του να ιερατεύωσιν εις τον Κύριον·
ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ
15 και κατέστησεν εις εαυτόν ιερείς διά τους υψηλούς τόπους και διά τους δαίμονας και διά τους μόσχους, τους οποίους έκαμε·
καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ
16 και μετ' αυτούς, όσοι εκ πασών των φυλών του Ισραήλ έδωκαν τας καρδίας αυτών εις το να ζητώσι Κύριον τον Θεόν του Ισραήλ, ήλθον εις Ιερουσαλήμ, διά να θυσιάσωσιν εις Κύριον τον Θεόν των πατέρων αυτών.
καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον θεὸν Ισραηλ καὶ ἦλθον εἰς Ιερουσαλημ θῦσαι κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν
17 Και κατίσχυσαν την βασιλείαν του Ιούδα και ισχυροποίησαν τον Ροβοάμ τον υιόν του Σολομώντος, τρία έτη· διότι τρία έτη περιεπάτησαν εν τη οδώ του Δαβίδ και του Σολομώντος.
καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν τοῦ Σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυιδ καὶ Σαλωμων ἔτη τρία
18 Έλαβε δε ο Ροβοάμ εις εαυτόν γυναίκα την Μαελέθ, θυγατέρα του Ιεριμώθ υιού του Δαβίδ, και την Αβιχαίλ, θυγατέρα του Ελιάβ υιού του Ιεσσαί·
καὶ ἔλαβεν ἑαυτῷ Ροβοαμ γυναῖκα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱοῦ Δαυιδ Αβαιαν θυγατέρα Ελιαβ τοῦ Ιεσσαι
19 ήτις εγέννησεν εις αυτόν υιούς, τον Ιεούς και τον Σαμαρίαν και τον Ζαάμ.
καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ
20 Και μετ' αυτήν έλαβε την Μααχά θυγατέρα του Αβεσσαλώμ, ήτις εγέννησεν εις αυτόν τον Αβιά και τον Ατθαΐ και τον Ζιζά και τον Σελωμείθ.
καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ καὶ ἔτεκεν αὐτῷ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ
21 Και ηγάπησεν ο Ροβοάμ την Μααχά θυγατέρα του Αβεσσαλώμ υπέρ πάσας τας γυναίκας αυτού και τας παλλακάς αυτού· διότι έλαβε δεκαοκτώ γυναίκας και εξήκοντα παλλακάς· και εγέννησεν εικοσιοκτώ υιούς και εξήκοντα θυγατέρας·
καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα
22 και κατέστησεν ο Ροβοάμ άρχοντα τον Αβιά τον υιόν της Μααχά, διά να άρχη επί τους αδελφούς αυτού· διότι εστοχάζετο να κάμη αυτόν βασιλέα·
καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τῆς Μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν
23 και ποιών φρονίμως διέσπειρε πάντας τους υιούς αυτού εις πάντας τους τόπους Ιούδα και Βενιαμίν, εις πάσαν οχυράν πόλιν· και έδωκεν εις αυτούς τροφάς εν αφθονία και εζήτησε πολλάς γυναίκας.
καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν