< Προς Τιμοθεον Α΄ 2 >

1 Παρακαλώ λοιπόν πρώτον πάντων να κάμνητε δεήσεις, προσευχάς, παρακλήσεις, ευχαριστίας υπέρ πάντων ανθρώπων,
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων·
2 υπέρ βασιλέων και πάντων των όντων εν αξιώμασι, διά να διάγωμεν βίον ατάραχον και ησύχιον εν πάση ευσεβεία και σεμνότητι.
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 Διότι τούτο είναι καλόν και ευπρόσδεκτον ενώπιον του σωτήρος ημών Θεού,
Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
4 όστις θέλει να σωθώσι πάντες οι άνθρωποι και να έλθωσιν εις επίγνωσιν της αληθείας.
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 Διότι είναι εις Θεός, εις και μεσίτης Θεού και ανθρώπων, άνθρωπος Ιησούς Χριστός,
Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6 όστις έδωκεν εαυτόν αντίλυτρον υπέρ πάντων, μαρτυρίαν γενομένην εν ωρισμένοις καιροίς,
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7 εις το οποίον ετάχθην εγώ κήρυξ και απόστολος, αλήθειαν λέγω εν Χριστώ, δεν ψεύδομαι, διδάσκαλος των εθνών εις την πίστιν και εις την αλήθειαν.
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 Θέλω λοιπόν να προσεύχωνται οι άνδρες εν παντί τόπω, υψόνοντες καθαράς χείρας χωρίς οργής και δισταγμού.
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
9 Ωσαύτως και αι γυναίκες με στολήν σεμνήν, με αιδώ και σωφροσύνην να στολίζωσιν εαυτάς, ουχί με πλέγματα ή χρυσόν ή μαργαρίτας ή ενδυμασίαν πολυτελή,
Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης, κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,
10 αλλά το οποίον πρέπει εις γυναίκας επαγγελλομένας θεοσέβειαν, με έργα αγαθά.
ἀλλ᾿ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.
11 Η γυνή ας μανθάνη εν ησυχία μετά πάσης υποταγής·
Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.
12 εις γυναίκα όμως δεν συγχωρώ να διδάσκη, μηδέ να αυθεντεύη επί του ανδρός, αλλά να ησυχάζη.
Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ.
13 Διότι ο Αδάμ πρώτος επλάσθη, έπειτα η Εύα·
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα·
14 και ο Αδάμ δεν ηπατήθη, αλλ' η γυνή απατηθείσα έγεινε παραβάτις·
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε·
15 θέλει όμως σωθή διά της τεκνογονίας, εάν μείνωσιν εις την πίστιν και αγάπην και αγιασμόν μετά σωφροσύνης.
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

< Προς Τιμοθεον Α΄ 2 >