< Προς Θεσσαλονικεις Α΄ 1 >
1 Παύλος και Σιλουανός και Τιμόθεος προς την εκκλησίαν των Θεσσαλονικέων εν Θεώ, τω Πατρί και Κυρίω Ιησού Χριστώ· χάρις είη υμίν και ειρήνη από Θεού Πατρός ημών και Κυρίου Ιησού Χριστού.
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρί, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2 Ευχαριστούμεν πάντοτε τον Θεόν περί πάντων υμών και σας μνημονεύομεν εν ταις προσευχαίς ημών,
Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,
3 αδιαλείπτως ενθυμούμενοι το εις την πίστιν έργον σας και τον κόπον της αγάπης και την υπομονήν της ελπίδος του Κυρίου ημών Ιησού Χριστού έμπροσθεν του Θεού και Πατρός ημών,
ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν·
4 εξεύροντες, αδελφοί ηγαπημένοι υπό Θεού, την εκλογήν σας,
εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν·
5 διότι το ευαγγέλιον ημών δεν έγεινεν εις εσάς εν λόγω μόνον, αλλά και εν δυνάμει και εν Πνεύματι Αγίω και εν πληροφορία πολλή, καθώς εξεύρετε οποίοι υπήρξαμεν μεταξύ σας διά σας.
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾿ ὑμᾶς.
6 Και σεις εγείνετε μιμηταί ημών και του Κυρίου, δεχθέντες τον λόγον εν μέσω πολλής θλίψεως μετά χαράς Πνεύματος Αγίου,
Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
7 ώστε εγείνετε τύποι εις πάντας τους πιστεύοντας εν τη Μακεδονία και τη Αχαΐα.
ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ.
8 Διότι από σας εξήχησεν ο λόγος του Κυρίου ουχί μόνον εν τη Μακεδονία και Αχαΐα, αλλά και εν παντί τόπω έφθασεν η φήμη της προς τον Θεόν πίστεώς σας, ώστε ημείς δεν έχομεν χρείαν να λαλώμέν τι.
Ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι.
9 Διότι αυτοί διηγούνται περί ημών οποίαν είσοδον ελάβομεν προς εσάς, και πως επεστρέψατε προς τον Θεόν από των ειδώλων, διά να δουλεύητε Θεόν ζώντα και αληθινόν,
Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ,
10 και να προσμένητε τον Υιόν αυτού εκ των ουρανών, τον οποίον ανέστησεν εκ νεκρών, τον Ιησούν, όστις ελευθερόνει ημάς από της μελλούσης οργής.
καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.