< Βασιλειῶν Αʹ 31 >

1 Οι δε Φιλισταίοι επολέμουν κατά του Ισραήλ· και έφυγον οι άνδρες του Ισραήλ από προσώπου των Φιλισταίων και έπεσον πεφονευμένοι εν τω όρει Γελβουέ.
καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε
2 Και κατέφθασαν οι Φιλισταίοι τον Σαούλ και τους υιούς αυτού· και επάταξαν οι Φιλισταίοι τον Ιωνάθαν και τον Αβιναδάβ και τον Μελχί-σουέ, τους υιούς του Σαούλ.
καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαουλ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ
3 Εβάρυνε δε η μάχη επί τον Σαούλ, και επέτυχον αυτόν οι άνδρες οι τοξόται και επληγώθη βαρέως υπό των τοξοτών.
καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί ἄνδρες τοξόται καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια
4 Και είπεν ο Σαούλ προς τον οπλοφόρον αυτού, Σύρε την ρομφαίαν σου και διαπέρασόν με δι' αυτής, διά να μη έλθωσιν ούτοι οι απερίτμητοι και με διαπεράσωσι και με εμπαίξωσι· πλην ο οπλοφόρος αυτού δεν ήθελε, διότι εφοβείτο σφόδρα. Όθεν έλαβεν ο Σαούλ την ρομφαίαν και έπεσεν επ' αυτήν.
καὶ εἶπεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβήθη σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν
5 Και ως είδεν ο οπλοφόρος αυτού ότι απέθανεν ο Σαούλ, έπεσε και αυτός επί την ρομφαίαν αυτού και απέθανε μετ' αυτού.
καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαουλ καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ’ αὐτοῦ
6 ούτως απέθανεν ο Σαούλ και οι τρεις υιοί αυτού, και ο οπλοφόρος αυτού και πάντες οι άνδρες αυτού, την αυτήν εκείνην ημέραν ομού.
καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό
7 Και οι άνδρες Ισραήλ, οι πέραν της κοιλάδος, και οι πέραν του Ιορδάνου, ιδόντες ότι έφυγον οι άνδρες Ισραήλ και ότι ο Σαούλ και οι υιοί αυτού απέθανον, κατέλιπον τας πόλεις και έφυγον. και ελθόντες οι Φιλισταίοι κατώκησαν εν αυταίς.
καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς
8 Και την επαύριον, ότε ήλθον οι Φιλισταίοι διά να εκδύσωσι τους πεφονευμένους, εύρηκαν τον Σαούλ και τους τρεις υιούς αυτού πεπτωκότας επί το όρος Γελβουέ.
καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε
9 Και απέκοψαν την κεφαλήν αυτού και εξέδυσαν τα όπλα αυτού και απέστειλαν εις την γην των Φιλισταίων κύκλω, διά να διαδώσωσι την αγγελίαν εις τον οίκον των ειδώλων αυτών και μεταξύ του λαού.
καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ αὐτῶν
10 Και ανέθεσαν τα όπλα αυτού εις τον οίκον της Ασταρώθ, και εκρέμασαν το σώμα αυτού εις το τείχος Βαιθ-σαν.
καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσαν
11 Ακούσαντες δε περί τούτου οι κάτοικοι της Ιαβείς-γαλαάδ, τι έκαμον οι Φιλισταίοι εις τον Σαούλ,
καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβις τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαουλ
12 ηγέρθησαν πάντες οι δυνατοί άνδρες και ώδοιπόρησαν όλην την νύκτα και έλαβον το σώμα του Σαούλ και τα σώματα των υιών αυτού από του τείχους Βαιθ-σαν, και ήλθον εις Ιαβείς και έκαυσαν αυτά εκεί·
καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ
13 και έλαβον τα οστά αυτών και έθαψαν υπό το δένδρον εν Ιαβείς και ενήστευσαν επτά ημέρας.
καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας

< Βασιλειῶν Αʹ 31 >