< Βασιλειῶν Αʹ 29 >

1 Συνήθροισαν δε οι Φιλισταίοι πάντα τα στρατεύματα αυτών εις Αφέκ· και οι Ισραηλίται εστρατοπέδευσαν παρά την πηγήν την εν Ιεζραέλ.
καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ
2 Και οι σατράπαι των Φιλισταίων διέβαινον κατά εκατοντάδας και χιλιάδας· ο Δαβίδ δε και οι άνδρες αυτού διέβαινον κατόπισθεν μετά του Αγχούς.
καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ’ ἐσχάτων μετὰ Αγχους
3 Και είπον οι στρατηγοί των Φιλισταίων, Τι θέλουσιν ούτοι οι Εβραίοι; Και είπεν ο Αγχούς προς τους στρατηγούς των Φιλισταίων, Δεν είναι ούτος ο Δαβίδ, ο δούλος του Σαούλ βασιλέως του Ισραήλ, όστις εστάθη μετ' εμού ταύτας τας ημέρας ή τούτους τους χρόνους; και δεν εύρηκα εν αυτώ ουδέν σφάλμα, αφού ενέπεσεν εις εμέ έως της ημέρας ταύτης.
καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὗτοι καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ’ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ’ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης
4 Και ηγανάκτησαν κατ' αυτού οι στρατηγοί των Φιλισταίων· και είπον προς αυτόν οι στρατηγοί των Φιλισταίων, Απόπεμψον τον άνθρωπον τούτον, και ας επιστρέψη εις τον τόπον αυτού, τον οποίον διώρισας εις αυτόν, και ας μη καταβή μεθ' ημών εις την μάχην, μήποτε γείνη εν τη μάχη πολέμιος ημών· διότι πως ήθελε διαλλαγή ούτος μετά του κυρίου αυτού; ουχί με τας κεφαλάς των ανδρών τούτων;
καὶ ἐλυπήθησαν ἐπ’ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ καὶ μὴ ἐρχέσθω μεθ’ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων
5 δεν είναι ούτος ο Δαβίδ, περί του οποίον έψαλλον αμοιβαίως εν τοις χοροίς, λέγοντες, Ο Σαούλ επάταξε τας χιλιάδας αυτού, Και ο Δαβίδ τας μυριάδας αυτού;
οὐχ οὗτος Δαυιδ ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ
6 Τότε εκάλεσεν ο Αγχούς τον Δαβίδ και είπε προς αυτόν, Ζη Κύριος, βεβαίως εστάθης ευθύς, και η έξοδός σου και η είσοδός σου μετ' εμού εν τω στρατοπέδω είναι αρεστή έμπροσθεν των οφθαλμών μου· διότι κακόν δεν εύρηκα εν σοι, αφ' ης ημέρας ήλθες προς εμέ έως της ημέρας ταύτης· αλλ' όμως εις τους οφθαλμούς των σατραπών δεν είσαι αρεστός·
καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ’ ἐμοῦ ἐν τῇ παρεμβολῇ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ’ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ
7 τώρα λοιπόν επίστρεψον και ύπαγε εν ειρήνη, διά να μη φέρης δυσαρέσκειαν εις τους σατράπας των Φιλισταίων.
καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων
8 Και είπεν ο Δαβίδ προς τον Αγχούς, Αλλά τι έκαμα; και τι εύρηκας εν τω δούλω σου αφ' ης ημέρας είμαι ενώπιόν σου, έως της ημέρας ταύτης, ώστε να μη υπάγω να πολεμήσω εναντίον των εχθρών του κυρίου μου του βασιλέως;
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ’ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως
9 Και απεκρίθη ο Αγχούς και είπε προς τον Δαβίδ, Εξεύρω ότι είσαι αρεστός εις τους οφθαλμούς μου, ως άγγελος Θεού· πλην οι σατράπαι των Φιλισταίων είπον, Δεν θέλει αναβή μεθ' ημών εις την μάχην·
καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου ἀλλ’ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν οὐχ ἥξει μεθ’ ἡμῶν εἰς πόλεμον
10 τώρα λοιπόν σηκώθητι ενωρίς το πρωΐ, μετά των δούλων του κυρίου σου, των ελθόντων μετά σού· και καθώς σηκωθήτε ενωρίς το πρωΐ, ευθύς όταν φέγξη, αναχωρήσατε.
καὶ νῦν ὄρθρισον τὸ πρωί σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ καὶ πορεύεσθε εἰς τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν καὶ πορεύθητε
11 Και εσηκώθη ενωρίς το πρωΐ ο Δαβίδ και οι άνδρες αυτού, διά να αναχωρήσωσι, να επιστρέψωσιν εις την γην των Φιλισταίων. Οι δε Φιλισταίοι ανέβησαν εις Ιεζραέλ.
καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ

< Βασιλειῶν Αʹ 29 >