< Βασιλειῶν Αʹ 28 >

1 Κατ' εκείνας δε τας ημέρας συνήθροισαν οι Φιλισταίοι τα στρατεύματα αυτών προς εκστρατείαν, διά να πολεμήσωσι μετά του Ισραήλ. Και είπεν ο Αγχούς προς τον Δαβίδ, Έξευρε μετά βεβαιότητος ότι θέλεις εξέλθει μετ' εμού εις τον πόλεμον, συ και οι άνδρες σου.
καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ καὶ εἶπεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου
2 Και είπεν ο Δαβίδ προς τον Αγχούς, Θέλεις βεβαίως γνωρίσει τι θέλει κάμει ο δούλός σου. Και είπεν ο Αγχούς προς τον Δαβίδ, Διά τούτο θέλω σε κάμει αρχισωματοφύλακά μου διαπαντός.
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου καὶ εἶπεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας
3 Απέθανε δε ο Σαμουήλ, και πας ο Ισραήλ εθρήνησεν αυτόν και ενεταφίασεν αυτόν εν Ραμά τη πόλει αυτού. Και εξέβαλεν ο Σαούλ εκ του τόπου τους έχοντας πνεύμα μαντείας και τους μάγους.
καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς
4 Συνηθροίσθησαν λοιπόν οι Φιλισταίοι και ήλθον και εστρατοπέδευσαν εν Σουνήμ· και συνήθροισεν ο Σαούλ πάντα τον Ισραήλ, και εστρατοπέδευσαν εν Γελβουέ.
καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε
5 Και ότε είδεν ο Σαούλ το στρατόπεδον των Φιλισταίων, εφοβήθη, και ετρόμαξεν η καρδία αυτού σφόδρα.
καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα
6 Και ηρώτησεν ο Σαούλ τον Κύριον· αλλ' ο Κύριος δεν απεκρίθη προς αυτόν ούτε δι' ενυπνίων ούτε διά του Ουρίμ ούτε διά προφητών.
καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις
7 Τότε είπεν ο Σαούλ προς τους δούλους αυτού, Ζητήσατέ μοι γυναίκα έχουσαν πνεύμα μαντείας, διά να υπάγω προς αυτήν και να ερωτήσω αυτήν. Και οι δούλοι αυτού είπον προς αυτόν, Ιδού, είναι εν Εν-δωρ γυνή τις έχουσα πνεύμα μαντείας.
καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ
8 Και μετεσχηματίσθη ο Σαούλ και ενεδύθη άλλα ιμάτια, και υπήγεν αυτός και δύο άνδρες μετ' αυτού και ήλθον προς την γυναίκα διά νυκτός· και είπε, Μάντευσον, παρακαλώ, εις εμέ διά του πνεύματος της μαντείας και αναβίβασόν μοι όντινα σοι είπω.
καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ’ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι
9 Και είπεν η γυνή προς αυτόν, Ιδού, συ εξεύρεις όσα έκαμεν ο Σαούλ, τίνι τρόπω εξωλόθρευσε τους έχοντας πνεύμα μαντείας και τους μάγους εκ του τόπου· διά τι λοιπόν συ παγιδεύεις την ζωήν μου, διά να με θανατώσωσι;
καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν
10 Και ώμοσε προς αυτήν ο Σαούλ εις τον Κύριον, λέγων, Ζη Κύριος, δεν θέλει σε συμβή ουδέν κακόν διά τούτο.
καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων ζῇ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ
11 Τότε είπεν η γυνή, Τίνα να σοι αναβιβάσω; Και είπε, τον Σαμουήλ αναβίβασόν μοι.
καὶ εἶπεν ἡ γυνή τίνα ἀναγάγω σοι καὶ εἶπεν τὸν Σαμουηλ ἀνάγαγέ μοι
12 Και ότε είδεν γυνή τον Σαμουήλ, εβόησε μετά φωνής μεγάλης· και είπεν η γυνή προς τον Σαούλ, λέγουσα, Διά τι με ηπάτησας; και συ είσαι ο Σαούλ.
καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ ἵνα τί παρελογίσω με καὶ σὺ εἶ Σαουλ
13 Και είπε προς αυτήν ο βασιλεύς, Μη φοβού· τι είδες λοιπόν; Και είπεν η γυνή προς τον Σαούλ, Θεούς είδον αναβαίνοντας εκ της γης.
καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς μὴ φοβοῦ εἰπὸν τίνα ἑόρακας καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς
14 Και είπε προς αυτήν, Τις είναι η μορφή αυτού; Η δε είπε, Γέρων τις αναβαίνει και είναι περιτετυλιγμένος με επένδυμα. Και εγνώρισεν ο Σαούλ ότι ήτο ο Σαμουήλ, και έκυψε κατά πρόσωπον εις την γην και προσεκύνησε.
καὶ εἶπεν αὐτῇ τί ἔγνως καὶ εἶπεν αὐτῷ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ
15 Και είπεν ο Σαμουήλ προς τον Σαούλ, Διά τι με παρηνώχλησας, ώστε να με κάμης να αναβώ; Και απεκρίθη ο Σαούλ, Ευρίσκομαι εν μεγάλη αμηχανία· διότι οι Φιλισταίοι πολεμούσιν εναντίον μου, και ο Θεός απεμακρύνθη απ' εμού και δεν μοι αποκρίνεται πλέον ούτε διά προφητών ούτε δι' ενυπνίων· διά τούτο σε εκάλεσα διά να φανερώσης εις εμέ τι να κάμω.
καὶ εἶπεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με καὶ εἶπεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω
16 Τότε είπεν ο Σαμουήλ, Διά τι λοιπόν ερωτάς εμέ, αφού ο Κύριος απεμακρύνθη από σου και έγεινεν εχθρός σου;
καὶ εἶπεν Σαμουηλ ἵνα τί ἐπερωτᾷς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου
17 ο Κύριος βεβαίως έκαμεν εις εαυτόν ως ελάλησε δι' εμού· διότι εξέσχισεν ο Κύριος την βασιλείαν εκ της χειρός σου και έδωκεν αυτήν εις τον πλησίον σου, τον Δαβίδ·
καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ
18 επειδή δεν υπήκουσας εις την φωνήν του Κυρίου, ουδέ εξετέλεσας τον μέγαν θυμόν αυτού κατά του Αμαλήκ, διά τούτο ο Κύριος έκαμεν εις σε το πράγμα τούτο την ημέραν ταύτην·
διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ
19 και θέλει παραδώσει ο Κύριος και τον Ισραήλ μετά σου εις την χείρα των Φιλισταίων· και αύριον συ και οι υιοί σου θέλετε είσθαι μετ' εμού· και το στρατόπεδον του Ισραήλ θέλει παραδώσει ο Κύριος εις την χείρα των Φιλισταίων.
καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων
20 Τότε έπεσεν ο Σαούλ ευθύς όλος εξηπλωμένος κατά γής· διότι κατετρόμαξεν εκ των λόγων του Σαμουήλ· και δύναμις δεν ήτο εν αυτώ, επειδή δεν είχε φάγει άρτον όλην την ημέραν και όλην την νύκτα.
καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην
21 Και ήλθεν η γυνή προς τον Σαούλ και είδεν ότι ήτο σφόδρα τεταραγμένος, και είπε προς αυτόν, Ιδού, η δούλη σου υπήκουσεν εις την φωνήν σου, και έβαλον την ζωήν μου εις την χείρα μου και υπετάχθην εις τους λόγους σου, τους οποίους ελάλησας προς εμέ·
καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι
22 τώρα λοιπόν, άκουσον και συ, παρακαλώ, την φωνήν της δούλης σου, και ας βάλω ολίγον άρτον έμπροσθέν σου· και φάγε, διά να λάβης δύναμιν, επειδή υπάγεις εις οδοιπορίαν.
καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου καὶ φάγε καὶ ἔσται ἐν σοὶ ἰσχύς ὅτι πορεύσῃ ἐν ὁδῷ
23 Πλην δεν ήθελε, λέγων, Δεν θέλω φάγει· οι δούλοι όμως αυτού μετά της γυναικός εβίαζον αυτόν, και εισήκουσεν εις την φωνήν αυτών· και σηκωθείς από της γης, εκάθησεν επί της κλίνης.
καὶ οὐκ ἐβουλήθη φαγεῖν καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον
24 είχε δε η γυνή παχύ δαμάλιον εν τη οικία· και έσπευσε και έσφαξεν αυτό· και λαβούσα άλευρον, εζύμωσε και έψησεν άζυμα εξ αυτού.
καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα
25 Και έφερεν έμπροσθεν του Σαούλ και έμπροσθεν των δούλων αυτού· και έφαγον. Και εσηκώθησαν και ανεχώρησαν την νύκτα εκείνην.
καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ καὶ ἔφαγον καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην

< Βασιλειῶν Αʹ 28 >