< Βασιλειῶν Αʹ 15 >

1 Είπε δε Σαμουήλ προς τον Σαούλ, Εμέ απέστειλεν ο Κύριος να σε χρίσω βασιλέα επί τον λαόν αυτού, επί τον Ισραήλ· τώρα λοιπόν άκουσον της φωνής των λόγων του Κυρίου.
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου
2 Ούτω λέγει ο Κύριος των δυνάμεων· Θέλω εκδικήσει όσα έκαμεν ο Αμαλήκ εις τον Ισραήλ, ότι αντεστάθη εις αυτόν εν τη οδώ, ότε ανέβαινεν εξ Αιγύπτου·
τάδε εἶπεν κύριος σαβαωθ νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου
3 ύπαγε τώρα και πάταξον τον Αμαλήκ, και εξολόθρευσον παν ό, τι έχει και μη φεισθής αυτούς· αλλά θανάτωσον και άνδρα και γυναίκα και παιδίον και θηλάζον και βουν και πρόβατον και κάμηλον και όνον.
καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ’ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου
4 Και ο Σαούλ εκάλεσε τον λαόν και απηρίθμησεν αυτούς εν Τελαΐμ, διακοσίας χιλιάδας πεζών και δέκα χιλιάδας ανδρών Ιούδα.
καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων
5 Και ήλθεν ο Σαούλ έως της πόλεως του Αμαλήκ και ενέδρευσεν εν τη φάραγγι.
καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ
6 Και είπεν ο Σαούλ προς τους Κεναίους, Υπάγετε, αναχωρήσατε, κατάβητε εκ μέσου των Αμαληκιτών, διά να μη σας συμπεριλάβω μετ' αυτών· διότι σεις εδείξατε έλεος εις πάντας τους υιούς Ισραήλ, ότε ανέβαινον εξ Αιγύπτου. Και ανεχώρησαν οι Κεναίοι εκ μέσου των Αμαληκιτών.
καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου μὴ προσθῶ σε μετ’ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ
7 Και επάταξεν ο Σαούλ τους Αμαληκίτας από Αβιλά έως της εισόδου Σούρ, της κατά πρόσωπον Αιγύπτου.
καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου
8 Και συνέλαβεν Αγάγ τον βασιλέα των Αμαληκιτών ζώντα, πάντα δε τον λαόν εξωλόθρευσεν εν στόματι μαχαίρας.
καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας
9 Πλην εφείσθη ο Σαούλ και ο λαός τον Αγάγ και τα καλήτερα των προβάτων και των βοών και των δευτερευόντων και των αρνίων και παντός αγαθού, και δεν ήθελον να εξολοθρεύσωσιν αυτά· αλλά παν το ευτελές και εξουδενωμένον, εκείνο εξωλόθρευσαν.
καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν
10 Τότε έγεινε λόγος Κυρίου προς τον Σαμουήλ, λέγων,
καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων
11 Μετεμελήθην ότι έκαμα τον Σαούλ βασιλέα· διότι εστράφη από όπισθέν μου και τους λόγους μου δεν εξετέλεσε. Και τούτο ελύπησε τον Σαμουήλ, και εβόησε προς τον Κύριον δι' όλης της νυκτός.
παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα
12 Και ότε εξηγέρθη ο Σαμουήλ ενωρίς διά να υπάγη εις συνάντησιν του Σαούλ το πρωΐ, ανήγγειλαν προς τον Σαμουήλ, λέγοντες, Ο Σαούλ ήλθεν εις τον Κάρμηλον, και ιδού, ανήγειρεν εις εαυτόν τρόπαιον· έπειτα εστράφη και διεπέρασε και κατέβη εις Γάλγαλα.
καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Αμαληκ
13 Και υπήγεν ο Σαμουήλ προς τον Σαούλ· και είπεν ο Σαούλ προς αυτόν, Ευλογημένος να ήσαι παρά του Κυρίου· εξετέλεσα τον λόγον του Κυρίου.
καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος
14 Είπε δε ο Σαμουήλ, Και τις η φωνή αύτη των προβάτων εις τα ώτα μου, και η φωνή των βοών, την οποίαν ακούω;
καὶ εἶπεν Σαμουηλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω
15 Και είπεν ο Σαούλ, Εκ των Αμαληκιτών έφεραν αυτά· διότι ο λαός εφείσθη τα καλήτερα των προβάτων και των βοών, διά να θυσιάση εις Κύριον τον Θεόν σου· τα δε λοιπά εξωλοθρεύσαμεν.
καὶ εἶπεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα
16 Τότε είπεν ο Σαμουήλ προς τον Σαούλ, Άφες, και θέλω απαγγείλει προς σε τι ελάλησεν ο Κύριος εις εμέ την νύκτα. Ο δε είπε προς αυτόν, Λέγε.
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον
17 Και είπεν ο Σαμουήλ, Ενώ συ ήσο μικρός έμπροσθεν των οφθαλμών σου, δεν έγεινες η κεφαλή των φυλών του Ισραήλ, και σε έχρισεν ο Κύριος βασιλέα επί τον Ισραήλ;
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ
18 και σε έστειλεν ο Κύριος εις την οδόν και είπεν, Ύπαγε και εξολόθρευσον τους αμαρτάνοντας εις εμέ, τους Αμαληκίτας, και πολέμησον εναντίον αυτών εωσού εξαφανίσης αυτούς·
καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς
19 διά τι λοιπόν δεν υπήκουσας της φωνής του Κυρίου, αλλ' ώρμησας επί τα λάφυρα και έπραξας το κακόν ενώπιον του Κυρίου;
καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἀλλ’ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου
20 Και είπεν ο Σαούλ προς τον Σαμουήλ, Ναι, υπήκουσα της φωνής του Κυρίου και υπήγα εις την οδόν εις την οποίαν ο Κύριος με απέστειλε και έφερα τον Αγάγ τον βασιλέα του Αμαλήκ, τους δε Αμαληκίτας εξωλόθρευσα·
καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα
21 ο λαός όμως έλαβεν εκ των λαφύρων πρόβατα και βόας, τα καλήτερα από των απηγορευμένων, διά να θυσιάση εις Κύριον τον Θεόν σου εν Γαλγάλοις.
καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις
22 Και είπεν ο Σαμουήλ, Μήπως ο Κύριος αρέσκεται εις τα ολοκαυτώματα και εις τας θυσίας, καθώς εις το να υπακούωμεν της φωνής του Κυρίου; ιδού, η υποταγή είναι καλητέρα παρά την θυσίαν· η υπακοή, παρά το πάχος των κριών·
καὶ εἶπεν Σαμουηλ εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν
23 διότι η απείθεια είναι καθώς το αμάρτημα της μαγείας· και το πείσμα, καθώς η ασέβεια και ειδωλολατρεία· επειδή συ απέρριψας τον λόγον του Κυρίου, διά τούτο και αυτός απέρριψε σε από του να ήσαι βασιλεύς.
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ
24 Και είπεν ο Σαούλ προς τον Σαμουήλ, Ημάρτησα· διότι παρέβην το πρόσταγμα του Κυρίου και τους λόγους σου, φοβηθείς τον λαόν και υπακούσας εις την φωνήν αυτών·
καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν
25 τώρα λοιπόν συγχώρησον, παρακαλώ, το αμάρτημά μου και επίστρεψον μετ' εμού, διά να προσκυνήσω τον Κύριον.
καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου
26 Ο δε Σαμουήλ είπε προς τον Σαούλ, Δεν θέλω επιστρέψει μετά σού· διότι απέρριψας τον λόγον του Κυρίου, και ο Κύριος απέρριψε σε από του να ήσαι βασιλεύς επί τον Ισραήλ.
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ
27 Και καθώς εστράφη ο Σαμουήλ διά να αναχωρήση, εκείνος επίασεν αυτόν από του κρασπέδου του ιματίου αυτού· και εξεσχίσθη.
καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό
28 Και είπε προς αυτόν ο Σαμουήλ, Εξέσχισεν η Κύριος την βασιλείαν του Ισραήλ από σου σήμερον και έδωκεν αυτήν εις τον πλησίον σου, τον καλήτερόν σου·
καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ
29 ουδέ θέλει ψευσθή ο Ισχυρός του Ισραήλ ουδέ μεταμεληθή· διότι ούτος δεν είναι άνθρωπος, ώστε να μεταμεληθή.
καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός
30 Ο δε είπεν, Ημάρτησα· αλλά τίμησόν με τώρα, παρακαλώ, έμπροσθεν των πρεσβυτέρων του λαού μου και έμπροσθεν του Ισραήλ, και επίστρεψον μετ' εμού, διά να προσκυνήσω Κύριον τον Θεόν σου.
καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου
31 Και επέστρεψεν ο Σαμουήλ κατόπιν του Σαούλ και προσεκύνησεν ο Σαούλ τον Κύριον.
καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τῷ κυρίῳ
32 Τότε είπεν ο Σαμουήλ, Φέρετέ μοι ενταύθα Αγάγ τον βασιλέα των Αμαληκιτών. Και ήλθε προς αυτόν ο Αγάγ χαριέντως· διότι έλεγεν ο Αγάγ, Βεβαίως η πικρία του θανάτου επέρασεν.
καὶ εἶπεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἶπεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος
33 Ο δε Σαμουήλ είπε, Καθώς ητέκνωσε γυναίκας η ρομφαία σου, ούτω θέλει ατεκνωθή μεταξύ των γυναικών η μήτηρ σου. Και κατέκοψεν ο Σαμουήλ τον Αγάγ ενώπιον του Κυρίου εν Γαλγάλοις.
καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ
34 Τότε ανεχώρησεν ο Σαμουήλ εις Ραμά· ο δε Σαούλ ανέβη εις τον οίκον αυτού, εις Γαβαά Σαούλ.
καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα
35 Ο δε Σαμουήλ δεν είδε πλέον τον Σαούλ έως της ημέρας του θανάτου αυτού· επένθησεν όμως ο Σαμουήλ διά τον Σαούλ. Και ο Κύριος μετεμελήθη ότι έκαμε τον Σαούλ βασιλέα επί τον Ισραήλ.
καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ

< Βασιλειῶν Αʹ 15 >