< Βασιλειῶν Αʹ 11 >
1 Ανέβη δε Νάας ο Αμμωνίτης και εστρατοπέδευσεν εναντίον της Ιαβείς-γαλαάδ· και είπον πάντες οι άνδρες της Ιαβείς εις τον Νάας, Κάμε συνθήκην προς ημάς, και θέλομεν σε δουλεύει.
καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ καὶ εἶπον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι
2 Και είπε προς αυτούς Νάας ο Αμμωνίτης, Με τούτο θέλω κάμει συνθήκην προς εσάς, να εξορύξω πάντας τους δεξιούς οφθαλμούς σας, και να βάλω τούτο όνειδος επί πάντα τον Ισραήλ.
καὶ εἶπεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ
3 Και είπον προς αυτόν οι πρεσβύτεροι της Ιαβείς, Δος εις ημάς επτά ημερών αναβολήν, διά να αποστείλωμεν μηνυτάς εις πάντα τα όρια του Ισραήλ· και τότε, εάν δεν ήναι τις να μας σώση, θέλομεν εξέλθει προς σε.
καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ιαβις ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ισραηλ ἐὰν μὴ ᾖ ὁ σῴζων ἡμᾶς ἐξελευσόμεθα πρὸς ὑμᾶς
4 Ήλθον λοιπόν οι μηνυταί εις Γαβαά του Σαούλ και είπον τους λόγους εις τα ώτα του λαού· και ύψωσαν πας ο λαός την φωνήν αυτών και έκλαυσαν.
καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
5 Και ιδού, ο Σαούλ ήρχετο κατόπιν της αγέλης εκ του αγρού· και είπεν ο Σαούλ, Τι έχει ο λαός και κλαίει; Και διηγήθησαν προς αυτόν τους λόγους των ανδρών της Ιαβείς.
καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγροῦ καὶ εἶπεν Σαουλ τί ὅτι κλαίει ὁ λαός καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ιαβις
6 Και επήλθεν επί τον Σαούλ πνεύμα Θεού, ότε ήκουσε τους λόγους εκείνους· και εξήφθη η οργή αυτού σφόδρα.
καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα καὶ ἐθυμώθη ἐπ’ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα
7 Και έλαβε ζεύγος βοών, και κατακόψας αυτούς εις τμήματα, απέστειλεν αυτά κατά πάντα τα όρια του Ισραήλ διά χειρός μηνυτών, λέγων, Όστις δεν εξέλθη κατόπιν του Σαούλ και κατόπιν του Σαμουήλ, ούτω θέλει γείνει εις τους βόας αυτού. Και επέπεσε φόβος Κυρίου επί τον λαόν, και εξήλθον ως εις άνθρωπος.
καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς
8 Και ότε απηρίθμησεν αυτούς εν Βεζέκ, οι υιοί Ισραήλ ήσαν τριακόσιαι χιλιάδες και οι άνδρες Ιούδα τριάκοντα χιλιάδες.
καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα πᾶν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας
9 Και είπον προς τους ελθόντας μηνυτάς, Ούτω θέλετε ειπεί προς τους άνδρας της Ιαβείς-γαλαάδ· Αύριον, καθώς ο ήλιος θερμάνη, θέλει είσθαι εις εσάς σωτηρία. Και ήλθον οι μηνυταί και ανήγγειλαν προς τους άνδρας της Ιαβείς· και υπερεχάρησαν.
καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν
10 Και είπον οι άνδρες της Ιαβείς, Αύριον θέλομεν εξέλθει προς εσάς, και θέλετε κάμει εις ημάς παν ό, τι σας φαίνεται καλόν.
καὶ εἶπαν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν
11 Και την επαύριον διήρεσεν ο Σαούλ τον λαόν εις τρία τάγματα· και εισήλθον εις το μέσον του στρατοπέδου, εν τη πρωϊνή φυλακή, και επάταξαν τους Αμμωνίτας εωσού θερμάνη η ημέρα· και οι εναπολειφθέντες διεσκορπίσθησαν, ώστε ουδέ δύο εξ αυτών δεν έμειναν ηνωμένοι.
καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό
12 Και είπεν ο λαός προς τον Σαμουήλ, Τις είναι εκείνος όστις είπεν, Ο Σαούλ θέλει βασιλεύσει εφ' ημάς; παραδώσατε τους άνδρας, διά να θανατώσωμεν αυτούς.
καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς
13 Και είπεν ο Σαούλ, Δεν θέλει θανατωθή ουδείς την ημέραν ταύτην· διότι σήμερον έκαμεν ο Κύριος σωτηρίαν εν τω Ισραήλ.
καὶ εἶπεν Σαουλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ
14 Τότε είπεν ο Σαμουήλ προς τον λαόν, Έλθετε, και ας υπάγωμεν εις Γάλγαλα και ας εγκαινίσωμεν εκεί την βασιλείαν.
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν
15 Και υπήγε πας ο λαός εις Γάλγαλα· και εκεί έκαμον τον Σαούλ βασιλέα ενώπιον του Κυρίου εν Γαλγάλοις· και εκεί εθυσίασαν θυσίας ειρηνικάς ενώπιον του Κυρίου· και εκεί ευφράνθησαν ο Σαούλ και πάντες οι άνδρες Ισραήλ σφόδρα.
καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γαλγαλα καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν