< Πετρου Α΄ 3 >
1 Ομοίως αι γυναίκες, υποτάσσεσθε εις τους άνδρας υμών, ίνα και εάν τινές απειθώσιν εις τον λόγον, κερδηθώσιν άνευ του λόγου διά της διαγωγής των γυναικών,
⸀Ὁμοίωςγυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶεἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
2 αφού ίδωσι την μετά φόβου καθαράν διαγωγήν σας.
ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
3 Των οποίων ο στολισμός ας ήναι ουχί ο εξωτερικός, ο του πλέγματος των τριχών και της περιθέσεως των χρυσίων ή της ενδύσεως των ιματίων,
ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
4 αλλ' ο κρυπτός άνθρωπος της καρδίας, κεκοσμημένος με την αφθαρσίαν του πράου και ησυχίου πνεύματος, το οποίον ενώπιον του Θεού είναι πολύτιμον.
ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
5 Διότι ούτω ποτέ και αι άγιαι γυναίκες αι ελπίζουσαι επί τον Θεόν εστόλιζον εαυτάς, υποτασσόμεναι εις τους άνδρας αυτών,
οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰςθεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6 καθώς η Σάρρα υπήκουσεν εις τον Αβραάμ, καλούσα αυτόν κύριον· της οποίας σεις εγεννήθητε τέκνα, αγαθοποιούσαι και μη φοβούμεναι μηδεμίαν πτόησιν.
ὡς Σάρρα ⸀ὑπήκουσεντῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οι άνδρες ομοίως, συνοικείτε με τας γυναίκάς σας εν φρονήσει, αποδίδοντες τιμήν εις το γυναικείον γένος ως εις σκεύος ασθενέστερον, και ως εις συγκληρονόμους της χάριτος της ζωής, διά να μη εμποδίζωνται αι προσευχαί σας.
Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοιςχάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8 Τελευταίον δε, γίνεσθε πάντες ομόφρονες, συμπαθείς, φιλάδελφοι, εύσπλαγχνοι, φιλόφρονες,
Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες
9 μη αποδίδοντες κακόν αντί κακού ή λοιδορίαν αντί λοιδορίας, αλλά το εναντίον ευλογούντες, επειδή εξεύρετε ότι εις τούτο προσεκλήθητε, διά να κληρονομήσητε ευλογίαν.
μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
10 Διότι Όστις θέλει να αγαπά την ζωήν και ίδη ημέρας αγαθάς ας παύση την γλώσσαν αυτού από κακού και τα χείλη αυτού από του να λαλώσι δόλον,
ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσανἀπὸ κακοῦ καὶ ⸀χείλητοῦ μὴ λαλῆσαι δόλον,
11 ας εκκλίνη από κακού και ας πράξη αγαθόν, ας ζητήση ειρήνην και ας ακολουθήση αυτήν·
ἐκκλινάτω ⸀δὲἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
12 διότι οι οφθαλμοί του Κυρίου είναι επί τους δικαίους και τα ώτα αυτού εις την δέησιν αυτών, το δε πρόσωπον του Κυρίου είναι κατά των πραττόντων κακά.
ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13 Και τις θέλει σας κακοποιήσει, εάν γείνητε μιμηταί του αγαθού;
Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶγένησθε;
14 Αλλ' εάν και πάσχητε διά την δικαιοσύνην, είσθε μακάριοι· τον δε φόβον αυτών μη φοβηθήτε μηδέ ταραχθήτε,
ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
15 αλλά αγιάσατε Κύριον τον Θεόν εν ταις καρδίαις υμών, και εστέ πάντοτε έτοιμοι εις απολογίαν μετά πραότητος και φόβου προς πάντα τον ζητούντα από σας λόγον περί της ελπίδος της εν υμίν,
κύριον δὲ τὸν ⸀Χριστὸνἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοιἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
16 έχοντες συνείδησιν αγαθήν, ίνα, ενώ σας καταλαλώσιν ως κακοποιούς, καταισχυνθώσιν οι συκοφαντούντες την καλήν σας εν Χριστώ διαγωγήν.
⸀ἀλλὰμετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθεκαταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17 Διότι καλήτερον να πάσχητε, εάν ήναι ούτω το θέλημα του Θεού, αγαθοποιούντες παρά κακοποιούντες.
κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
18 Επειδή και ο Χριστός άπαξ έπαθε διά τας αμαρτίας, ο δίκαιος υπέρ των αδίκων, διά να φέρη ημάς προς τον Θεόν, θανατωθείς μεν κατά την σάρκα, ζωοποιηθείς δε διά του πνεύματος·
ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶςπροσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
19 διά του οποίου πορευθείς εκήρυξε και προς τα πνεύματα τα εν τη φυλακή,
ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
20 τα οποία ηπείθησάν ποτέ, ότε η μακροθυμία του Θεού επρόσμενέ ποτέ αυτούς εν ταις ημέραις του Νώε, ενώ κατεσκευάζετο η κιβωτός, εις ην ολίγαι, τουτέστιν οκτώ, ψυχαί διεσώθησαν δι' ύδατος.
ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοι τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος.
21 Του οποίου αντίτυπον ον το βάπτισμα, σώζει και ημάς την σήμερον, ουχί αποβολή της ακαθαρσίας της σαρκός, αλλά μαρτυρία της αγαθής συνειδήσεως εις Θεόν, διά της αναστάσεως του Ιησού Χριστού,
ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22 όστις είναι εν δεξιά του Θεού πορευθείς εις τον ουρανόν, και εις ον υπετάχθησαν άγγελοι και εξουσίαι και δυνάμεις.
ὅς ἐστιν ἐν ⸀δεξιᾷθεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.