< Πετρου Α΄ 2 >

1 Απορρίψαντες λοιπόν πάσαν κακίαν και πάντα δόλον και υποκρίσεις και φθόνους και πάσας καταλαλιάς,
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
2 επιποθήσατε ως νεογέννητα βρέφη το λογικόν άδολον γάλα, διά να αυξηθήτε δι' αυτού,
ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
3 επειδή εγεύθητε ότι αγαθός ο Κύριος.
εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος.
4 Εις τον οποίον προσερχόμενοι, ως εις λίθον ζώντα, υπό μεν των ανθρώπων αποδεδοκιμασμένον, παρά δε τω Θεώ εκλεκτόν, έντιμον,
πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ Θεῷ ἐκλεκτὸν ἔντιμον,
5 και σεις, ως λίθοι ζώντες, οικοδομείσθε οίκος πνευματικός, ιεράτευμα άγιον, διά να προσφέρητε πνευματικάς θυσίας ευπροσδέκτους εις τον Θεόν διά Ιησού Χριστού·
καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
6 διά τούτο και περιέχεται εν τη γραφή· Ιδού, θέτω εν Σιών λίθον ακρογωνιαίον, εκλεκτόν, έντιμον, και ο πιστεύων επ' αυτόν δεν θέλει καταισχυνθή.
διότι περιέχει ἐν γραφῇ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7 Εις εσάς λοιπόν τους πιστεύοντας είναι η τιμή, εις δε τους απειθούντας ο λίθος, τον οποίον απεδοκίμασαν οι οικοδομούντες, ούτος έγεινε κεφαλή γωνίας
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
8 και λίθος προσκόμματος και πέτρα σκανδάλου· οίτινες προσκόπτουσιν εις τον λόγον, όντες απειθείς, εις το οποίον και ήσαν προσδιωρισμένοι·
καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν·
9 σεις όμως είσθε γένος εκλεκτόν, βασίλειον ιεράτευμα, έθνος άγιον, λαός τον οποίον απέκτησεν ο Θεός, διά να εξαγγείλητε τας αρετάς εκείνου, όστις σας εκάλεσεν εκ του σκότους εις το θαυμαστόν αυτού φώς·
ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 οι ποτέ μη όντες λαός, τώρα δε λαός του Θεού, οι ποτέ μη ηλεημένοι, τώρα δε ελεηθέντες.
οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
11 Αγαπητοί, σας παρακαλώ ως ξένους και παρεπιδήμους, να απέχητε από των σαρκικών επιθυμιών, αίτινες στρατεύονται κατά της ψυχής,
Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
12 να έχητε καλήν την διαγωγήν σας μεταξύ των εθνών, ίνα ενώ σας καταλαλούσιν ως κακοποιούς, εκ των καλών έργων, όταν ίδωσιν αυτά, δοξάσωσι τον Θεόν εν τη ημέρα της επισκέψεως.
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13 Υποτάχθητε λοιπόν εις πάσαν ανθρωπίνην διάταξιν διά τον Κύριον· είτε εις βασιλέα, ως υπερέχοντα,
Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
14 είτε εις ηγεμόνας, ως δι' αυτού πεμπομένους εις εκδίκησιν μεν κακοποιών, έπαινον δε αγαθοποιών·
εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν·
15 διότι ούτως είναι το θέλημα του Θεού, αγαθοποιούντες να αποστομόνητε την αγνωσίαν των αφρόνων ανθρώπων·
ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16 ως ελεύθεροι, και μη ως έχοντες την ελευθερίαν επικάλυμμα της κακίας, αλλ' ως δούλοι του Θεού.
ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς Θεοῦ δοῦλοι.
17 Πάντας τιμήσατε, την αδελφότητα αγαπάτε, τον Θεόν φοβείσθε, τον βασιλέα τιμάτε.
πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
18 Οι οικέται υποτάσσεσθε εν παντί φόβω εις τους κυρίους σας, ου μόνον εις τους αγαθούς και επιεικείς, αλλά και εις τους διεστραμμένους.
Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19 Διότι τούτο είναι χάρις, το να υποφέρη τις λύπας διά την εις τον Θεόν συνείδησιν, πάσχων αδίκως.
τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως.
20 Διότι ποία δόξα είναι, εάν αμαρτάνοντες και ραπιζόμενοι υπομένητε; εάν όμως αγαθοποιούντες και πάσχοντες υπομένητε, τούτο είναι χάρις παρά τω Θεώ.
ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.
21 Διότι εις τούτο προσεκλήθητε, επειδή και ο Χριστός έπαθεν υπέρ υμών, αφίνων παράδειγμα εις υμάς διά να ακολουθήσητε τα ίχνη αυτού·
εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22 όστις αμαρτίαν δεν έκαμεν, ουδέ ευρέθη δόλος εν τω στόματι αυτού.
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
23 Όστις λοιδορούμενος δεν αντελοιδόρει, πάσχων δεν ηπείλει, αλλά παρέδιδεν εαυτόν εις τον κρίνοντα δικαίως·
ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24 όστις τας αμαρτίας ημών αυτός εβάστασεν εν τω σώματι αυτού επί του ξύλου, διά να ζήσωμεν εν τη δικαιοσύνη, αποθανόντες κατά τας αμαρτίας· με του οποίου την πληγήν ιατρεύθητε.
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
25 Διότι υπήρχετε ως πρόβατα πλανώμενα, αλλά τώρα επεστράφητε εις τον ποιμένα και επίσκοπον των ψυχών σας.
ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

< Πετρου Α΄ 2 >