< Βασιλειῶν Γʹ 15 >
1 Και εβασίλευσεν ο Αβιάμ επί τον Ιούδαν, κατά το δέκατον όγδοον έτος της βασιλείας του Ιεροβοάμ υιού του Ναβάτ.
καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱοῦ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα
2 Τρία έτη εβασίλευσεν εν Ιερουσαλήμ. Και το όνομα της μητρός αυτού ήτο Μααχά, θυγάτηρ του Αβεσσαλώμ.
καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχα θυγάτηρ Αβεσσαλωμ
3 Και περιεπάτησεν εις πάσας τας αμαρτίας του πατρός αυτού, τας οποίας έπραξε προ αυτού· και δεν ήτο η καρδία αυτού τελεία μετά Κυρίου του Θεού αυτού, καθώς η καρδία Δαβίδ του πατρός αυτού.
καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ
4 Αλλ' όμως, χάριν του Δαβίδ, έδωκεν εις αυτόν Κύριος ο Θεός αυτού λύχνον εν Ιερουσαλήμ, αναστήσας τον υιόν αυτού μετ' αυτόν, και στερεώσας την Ιερουσαλήμ·
ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτῷ κύριος κατάλειμμα ἵνα στήσῃ τέκνα αὐτοῦ μετ’ αὐτὸν καὶ στήσῃ τὴν Ιερουσαλημ
5 διότι ο Δαβίδ έκαμνε το ευθές ενώπιον Κυρίου και δεν εξέκλινε πάσας τας ημέρας της ζωής αυτού από πάντων όσα προσέταξεν εις αυτόν, εκτός της υποθέσεως Ουρίου του Χετταίου.
ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
6 Ήτο δε πόλεμος αναμέσον Ροβοάμ και Ιεροβοάμ πάσας τας ημέρας της ζωής αυτού.
7 Αι δε λοιπαί των πράξεων του Αβιάμ και πάντα όσα έπραξε, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα; Και ήτο πόλεμος αναμέσον Αβιάμ και Ιεροβοάμ.
καὶ τὰ λοιπὰ τῶν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ
8 Και εκοιμήθη ο Αβιάμ μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν τη πόλει Δαβίδ· εβασίλευσε δε αντ' αυτού Ασά ο υιός αυτού.
καὶ ἐκοιμήθη Αβιου μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ιεροβοαμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
9 Και εβασίλευσεν ο Ασά επί τον Ιούδαν, κατά το εικοστόν έτος του Ιεροβοάμ βασιλέως του Ισραήλ.
ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν
10 Και εβασίλευσεν εν Ιερουσαλήμ έτη τεσσαράκοντα και εν. Το δε όνομα της μητρός αυτού ήτο Μααχά, θυγάτηρ του Αβεσσαλώμ.
καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ανα θυγάτηρ Αβεσσαλωμ
11 Και έκαμνεν ο Ασά το ευθές ενώπιον Κυρίου, καθώς Δαβίδ ο πατήρ αυτού.
καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ
12 Και αφήρεσεν εκ της γης τους σοδομίτας και εσήκωσε πάντα τα είδωλα, τα οποία έκαμον οι πατέρες αυτού.
καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ
13 Έτι δε και την μητέρα αυτού την Μααχά, και αυτήν απέβαλε του να ήναι βασίλισσα, επειδή έκαμεν είδωλον εις άλσος· και κατέκοψεν ο Ασά το είδωλον αυτής και έκαυσεν αυτό πλησίον του χειμάρρου Κέδρων.
καὶ τὴν Ανα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην καθὼς ἐποίησεν σύνοδον ἐν τῷ ἄλσει αὐτῆς καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ Κεδρων
14 Οι υψηλοί όμως τόποι δεν αφηρέθησαν· πλην η καρδία του Ασά ήτο τελεία μετά του Κυρίου πάσας τας ημέρας αυτού.
τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν πλὴν ἡ καρδία Ασα ἦν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ
15 Και έφερεν εις τον οίκον του Κυρίου τα αφιερώματα του πατρός αυτού και τα εαυτού αφιερώματα, άργυρον και χρυσίον και σκεύη.
καὶ εἰσήνεγκεν τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον κυρίου ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη
16 Ήτο δε πόλεμος αναμέσον Ασά και Βαασά βασιλέως του Ισραήλ πάσας τας ημέρας αυτών.
καὶ πόλεμος ἦν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας
17 Και ανέβη Βαασά ο βασιλεύς του Ισραήλ εναντίον του Ιούδα και ωκοδόμησε την Ραμά, διά να μη αφίνη μηδένα να εξέρχηται μηδέ να εισέρχηται προς Ασά τον βασιλέα του Ιούδα.
καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ασα βασιλεῖ Ιουδα
18 Τότε έλαβεν ο Ασά άπαν το αργύριον και το χρυσίον το εναπολειφθέν εν τοις θησαυροίς του οίκου του Κυρίου και εν τοις θησαυροίς του οίκου του βασιλέως, και παρέδωκεν αυτά εις τας χείρας των δούλων αυτού· και απέστειλεν αυτούς ο βασιλεύς Ασά προς τον Βεν-αδάδ, υιόν του Ταβριμών, υιού του Εσιών, βασιλέα της Συρίας, τον κατοικούντα εν Δαμασκώ, λέγων,
καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱοῦ Αζιν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων
19 Ας γείνη συνθήκη αναμέσον εμού και σου, ως ήτο αναμέσον του πατρός μου και του πατρός σου· ιδού, απέστειλα προς σε δώρον αργυρίου και χρυσίου· ύπαγε, διάλυσον την συνθήκην σου την προς τον Βαασά, βασιλέα του Ισραήλ, διά να αναχωρήση απ' εμού.
διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ’ ἐμοῦ
20 Και εισήκουσεν ο Βεν-αδάδ εις τον βασιλέα Ασά, και απέστειλε τους αρχηγούς των δυνάμεων αυτού εναντίον των πόλεων του Ισραήλ, και επάταξε την Ιϊών και την Δαν και την Αβέλ-βαίθ-μααχά, και πάσαν την Χιννερώθ, μετά πάσης της γης Νεφθαλί.
καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῶν δυνάμεων τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πᾶσαν τὴν Χεζραθ ἕως πάσης τῆς γῆς Νεφθαλι
21 Και ως ήκουσεν ο Βαασά, έπαυσε να οικοδομή την Ραμά και εκάθησεν εν Θερσά.
καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα καὶ διέλιπεν τοῦ οἰκοδομεῖν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα
22 Τότε συνεκάλεσεν ο βασιλεύς Ασά πάντα τον Ιούδαν, χωρίς τινός εξαιρέσεως· και εσήκωσαν τους λίθους της Ραμά και τα ξύλα αυτής, με τα οποία ο Βαασά έκαμε την οικοδομήν· και ωκοδόμησεν ο βασιλεύς Ασά με ταύτα την Γεβά του Βενιαμίν και την Μισπά.
καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ καὶ αἴρουσιν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησεν Βαασα καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ασα πᾶν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν
23 Αι δε λοιπαί πασών των πράξεων του Ασά και πάντα τα κατορθώματα αυτού και πάντα όσα έπραξε, και αι πόλεις τας οποίας ωκοδόμησε, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα; Εν τω καιρώ δε του γήρατος αυτού ηρρώστησε τους πόδας αυτού.
καὶ τὰ λοιπὰ τῶν λόγων Ασα καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ
24 Και εκοιμήθη ο Ασά μετά των πατέρων αυτού και ετάφη μετά των πατέρων αυτού εν τη πόλει Δαβίδ του πατρός αυτού· εβασίλευσε δε αντ' αυτού Ιωσαφάτ ο υιός αυτού.
καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
25 Και εβασίλευσε Ναδάβ ο υιός του Ιεροβοάμ επί τον Ισραήλ, το δεύτερον έτος του Ασά βασιλέως του Ιούδα, και εβασίλευσεν επί τον Ισραήλ δύο έτη.
καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρῳ τοῦ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο
26 Και έπραξε πονηρά ενώπιον του Κυρίου και περιεπάτησεν εις την οδόν του πατρός αυτού και εις την αμαρτίαν αυτού, διά της οποίας έκαμε τον Ισραήλ να αμαρτήση.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ισραηλ
27 Συνώμοσε δε κατ' αυτού Βαασά ο υιός του Αχιά, εκ του οίκου Ισσάχαρ· και επάταξεν αυτόν ο Βαασά εν Γιββεθών, ήτις ήτο των Φιλισταίων· διότι ο Ναδάβ και πας ο Ισραήλ επολιόρκουν την Γιββεθών.
καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἶκον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τῇ τῶν ἀλλοφύλων καὶ Ναδαβ καὶ πᾶς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων
28 Ο Βαασά λοιπόν εθανάτωσεν αυτόν κατά το τρίτον έτος του Ασά βασιλέως του Ιούδα, και εβασίλευσεν αντ' αυτού.
καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτῳ τοῦ Ασα υἱοῦ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν
29 Και καθώς εβασίλευσεν, επάταξεν όλον τον οίκον του Ιεροβοάμ· δεν αφήκεν εις τον Ιεροβοάμ ουδέν ζων, εωσού εξωλόθρευσεν αυτόν, κατά τον λόγον του Κυρίου, τον οποίον ελάλησε διά του δούλου αυτού Αχιά του Σηλωνίτου,
καὶ ἐγένετο ὡς ἐβασίλευσεν καὶ ἐπάταξεν τὸν οἶκον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ιεροβοαμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Αχια τοῦ Σηλωνίτου
30 διά τας αμαρτίας του Ιεροβοάμ, τας οποίας ημάρτησε, και διά των οποίων έκαμε τον Ισραήλ να αμαρτήση, και διά τον παροργισμόν με τον οποίον παρώργισε Κύριον τον Θεόν του Ισραήλ.
περὶ τῶν ἁμαρτιῶν Ιεροβοαμ ὡς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισεν τὸν κύριον θεὸν τοῦ Ισραηλ
31 Αι δε λοιπαί των πράξεων του Ναδάβ και πάντα όσα έπραξε, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ισραήλ;
καὶ τὰ λοιπὰ τῶν λόγων Ναδαβ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
32 Ήτο δε πόλεμος αναμέσον Ασά και Βαασά βασιλέως του Ισραήλ πάσας τας ημέρας αυτών.
33 Κατά το τρίτον έτος του Ασά βασιλέως του Ιούδα, εβασίλευσε Βαασά ο υιός του Αχιά επί πάντα τον Ισραήλ εν Θερσά· και εβασίλευσεν εικοσιτέσσαρα έτη.
καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη
34 Και έπραξε πονηρά ενώπιον του Κυρίου, και περιεπάτησεν εις την οδόν του Ιεροβοάμ και εις την αμαρτίαν αυτού, διά της οποίας έκαμε τον Ισραήλ να αμαρτήση.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτεν τὸν Ισραηλ