< Βασιλειῶν Γʹ 12 >

1 Και υπήγεν ο Ροβοάμ εις Συχέμ· διότι εις Συχέμ ήρχετο πας ο Ισραήλ διά να κάμη αυτόν βασιλέα.
καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα ὅτι εἰς Σικιμα ἤρχοντο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν
2 Και ως ήκουσε τούτο Ιεροβοάμ ο υιός του Ναβάτ, όστις ήτο έτι εν Αιγύπτω, όπου είχε φύγει από προσώπου του βασιλέως Σολομώντος, έμεινεν έτι ο Ιεροβοάμ εν Αιγύπτω·
3 απέστειλαν όμως και εκάλεσαν αυτόν. Τότε ήλθον ο Ιεροβοάμ και πάσα η συναγωγή του Ισραήλ και ελάλησαν προς τον Ροβοάμ, λέγοντες,
καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες
4 Ο πατήρ σου εσκλήρυνε τον ζυγόν ημών· τώρα λοιπόν την δουλείαν την σκληράν του πατρός σου και τον ζυγόν αυτού τον βαρύν, τον οποίον επέβαλεν εφ' ημάς, ελάφρωσον συ, και θέλομεν σε δουλεύει.
ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέος οὗ ἔδωκεν ἐφ’ ἡμᾶς καὶ δουλεύσομέν σοι
5 Ο δε είπε προς αυτούς, Αναχωρήσατε έως τρεις ημέρας· έπειτα επιστρέψατε προς εμέ. Και ανεχώρησεν ο λαός.
καὶ εἶπεν πρὸς αὐτούς ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με καὶ ἀπῆλθον
6 Και συνεβουλεύθη ο βασιλεύς Ροβοάμ τους πρεσβυτέρους, οίτινες παρίσταντο ενώπιον Σολομώντος του πατρός αυτού έτι ζώντος, λέγων, Τι με συμβουλεύετε σεις να αποκριθώ προς τον λαόν τούτον;
καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον
7 Και ελάλησαν προς αυτόν, λέγοντες, Εάν σήμερον γείνης δούλος εις τον λαόν τούτον και δουλεύσης αυτούς και αποκριθής προς αυτούς και λαλήσης αγαθούς λόγους προς αυτούς, τότε θέλουσιν είσθαι δούλοί σου διά παντός.
καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας
8 Απέρριψεν όμως την συμβουλήν των πρεσβυτέρων, την οποίαν έδωκαν εις αυτόν, και συνεβουλεύθη τους νέους, τους συνανατραφέντας μετ' αυτού τους παρισταμένους ενώπιον αυτού.
καὶ ἐγκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ’ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ
9 Και είπε προς αυτούς, Τι με συμβουλεύετε σεις να αποκριθώμεν προς τον λαόν τούτον, όστις ελάλησε προς εμέ, λέγων, Ελάφρωσον τον ζυγόν, τον οποίον ο πατήρ σου επέβαλεν εφ' ημάς;
καὶ εἶπεν αὐτοῖς τί ὑμεῖς συμβουλεύετε καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λαλήσασιν πρός με λεγόντων κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς
10 Και ελάλησαν προς αυτόν οι νέοι, οι συνανατραφέντες μετ' αυτού, λέγοντες, ούτω θέλεις λαλήσει προς τον λαόν τούτον, όστις ελάλησε προς σε, λέγων, Ο πατήρ σου εβάρυνε τον ζυγόν ημών, αλλά συ ελάφρωσον αυτόν εις ημάς· ούτω θέλεις λαλήσει προς αυτούς· Ο μικρός μου δάκτυλος θέλει είσθαι παχύτερος της οσφύος του πατρός μου·
καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ’ ἡμῶν τάδε λαλήσεις πρὸς αὐτούς ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου
11 τώρα λοιπόν, ο μεν πατήρ μου επεφόρτισεν εις εσάς ζυγόν βαρύν, εγώ δε θέλω κάμει βαρύτερον τον ζυγόν σας· ο πατήρ μου σας επαίδευσε με μάστιγας, αλλ' εγώ θέλω σας παιδεύσει με σκορπίους.
καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις
12 Και ήλθεν ο Ιεροβοάμ και πας ο λαός προς τον Ροβοάμ την τρίτην ημέραν, ως είχε λαλήσει ο βασιλεύς, λέγων, Επανέλθετε προς εμέ την τρίτην ημέραν.
καὶ παρεγένοντο πᾶς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ
13 Και απεκρίθη ο βασιλεύς προς τον λαόν σκληρώς και εγκατέλιπε την συμβουλήν των πρεσβυτέρων, την οποίαν έδωκαν εις αυτόν·
καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ
14 και ελάλησε προς αυτούς κατά την συμβουλήν των νέων, λέγων, Ο πατήρ μου εβάρυνε τον ζυγόν σας, αλλ' εγώ θέλω κάμει βαρύτερον τον ζυγόν σας· ο πατήρ μου σας επαίδευσε με μάστιγας, αλλ' εγώ θέλω σας παιδεύσει με σκορπίους.
καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις
15 Και δεν εισήκουσεν ο βασιλεύς εις τον λαόν· διότι το πράγμα έγεινε παρά Κυρίου, διά να εκτελέση τον λόγον αυτού, τον οποίον ο Κύριος ελάλησε διά του Αχιά του Σηλωνίτου προς Ιεροβοάμ τον υιόν του Ναβάτ.
καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ ὅτι ἦν μεταστροφὴ παρὰ κυρίου ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ
16 Και ιδών πας ο Ισραήλ ότι ο βασιλεύς δεν εισήκουσεν εις αυτούς, απεκρίθη ο λαός προς τον βασιλέα, λέγων, Τι μέρος έχομεν ημείς εν τω Δαβίδ; ουδεμίαν κληρονομίαν έχομεν εν τω υιώ του Ιεσσαί· εις τας σκηνάς σου, Ισραήλ· πρόβλεψον τώρα, Δαβίδ, περί του οίκου σου. Και ανεχώρησεν ο Ισραήλ εις τας σκηνάς αυτού.
καὶ εἶδον πᾶς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ιεσσαι ἀπότρεχε Ισραηλ εἰς τὰ σκηνώματά σου νῦν βόσκε τὸν οἶκόν σου Δαυιδ καὶ ἀπῆλθεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ
17 Περί δε των υιών Ισραήλ των κατοικούντων εν ταις πόλεσιν Ιούδα, ο Ροβοάμ εβασίλευσεν επ' αυτούς.
18 Και απέστειλεν ο βασιλεύς Ροβοάμ τον Αδωράμ, τον επί των φόρων· και ελιθοβόλησεν αυτόν πας ο Ισραήλ με λίθους, και απέθανεν. Όθεν έσπευσεν ο βασιλεύς Ροβοάμ να αναβή εις την άμαξαν, διά να φύγη εις Ιερουσαλήμ.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν πᾶς Ισραηλ ἐν λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ιερουσαλημ
19 Ούτως απεστάτησεν ο Ισραήλ από του οίκου του Δαβίδ έως της ημέρας ταύτης.
καὶ ἠθέτησεν Ισραηλ εἰς τὸν οἶκον Δαυιδ ἕως τῆς ἡμέρας ταύτης
20 Ότε δε ήκουσε πας ο Ισραήλ ότι ο Ιεροβοάμ επέστρεψεν, απέστειλαν και εκάλεσαν αυτόν εις την συναγωγήν και έκαμον αυτόν βασιλέα επί πάντα τον Ισραήλ· δεν ηκολούθησε τον οίκον του Δαβίδ, ειμή η φυλή του Ιούδα μόνη.
καὶ ἐγένετο ὡς ἤκουσεν πᾶς Ισραηλ ὅτι ἀνέκαμψεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραηλ καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυιδ πάρεξ σκήπτρου Ιουδα καὶ Βενιαμιν μόνοι
21 Και ελθών ο Ροβοάμ εις Ιερουσαλήμ, συνήθροισε πάντα τον οίκον Ιούδα και την φυλήν Βενιαμίν, εκατόν ογδοήκοντα χιλιάδας εκλεκτών πολεμιστών, διά να πολεμήσωσι κατά του οίκου του Ισραήλ, όπως επαναφέρωσι την βασιλείαν εις τον Ροβοάμ τον υιόν του Σολομώντος.
καὶ Ροβοαμ εἰσῆλθεν εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν Ιουδα καὶ σκῆπτρον Βενιαμιν ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον τοῦ πολεμεῖν πρὸς οἶκον Ισραηλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοαμ υἱῷ Σαλωμων
22 Έγεινεν όμως λόγος Θεού προς τον Σεμαΐαν, άνθρωπον του Θεού, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων
23 Λάλησον προς Ροβοάμ, τον υιόν του Σολομώντος, τον βασιλέα του Ιούδα, και προς πάντα τον οίκον Ιούδα και Βενιαμίν και προς το επίλοιπον του λαού, λέγων,
εἰπὸν τῷ Ροβοαμ υἱῷ Σαλωμων βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων
24 ούτω λέγει Κύριος· Δεν θέλετε αναβή ουδέ πολεμήσει εναντίον των αδελφών σας των υιών Ισραήλ· επιστρέψατε έκαστος εις τον οίκον αυτού· διότι παρ' εμού έγεινε το πράγμα τούτο. Και υπήκουσαν εις τον λόγον του Κυρίου και επέστρεψαν να υπάγωσι, κατά τον λόγον του Κυρίου.
τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ ὅτι παρ’ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου
25 Τότε ωκοδόμησεν ο Ιεροβοάμ την Συχέμ επί του όρους Εφραΐμ, και κατώκησεν εν αυτή· έπειτα εξήλθεν εκείθεν και ωκοδόμησε την Φανουήλ.
καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατῴκει ἐν αὐτῇ καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ
26 Και είπεν ο Ιεροβοάμ εν τη καρδία αυτού. Τώρα θέλει επιστρέψει η βασιλεία εις τον οίκον του Δαβίδ·
καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυιδ
27 εάν ο λαός ούτος αναβή διά να προσφέρη θυσίας εν τω οίκω του Κυρίου εν Ιερουσαλήμ, τότε η καρδία του λαού τούτου θέλει επιστρέψει προς τον κύριον αυτού, τον Ροβοάμ βασιλέα του Ιούδα, και θέλουσι θανατώσει εμέ και επιστρέψει προς Ροβοάμ τον βασιλέα του Ιούδα.
ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίας ἐν οἴκῳ κυρίου εἰς Ιερουσαλημ καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς κύριον καὶ κύριον αὐτῶν πρὸς Ροβοαμ βασιλέα Ιουδα καὶ ἀποκτενοῦσίν με
28 Έλαβε λοιπόν ο βασιλεύς βουλήν και έκαμε δύο μόσχους χρυσούς, και είπε προς αυτούς, Φθάνει εις εσάς να αναβαίνητε εις Ιερουσαλήμ· ιδού, οι θεοί σου, Ισραήλ, οίτινες σε ανήγαγον εκ γης Αιγύπτου.
καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ ἰδοὺ θεοί σου Ισραηλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου
29 Και έθεσε τον ένα εν Βαιβήλ και τον άλλον έθεσεν εν Δαν.
καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν
30 Και έγεινε το πράγμα τούτο αιτία αμαρτίας· διότι επορεύετο ο λαός έως εις Δαν, διά να προσκυνή ενώπιον του ενός.
καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δαν
31 Και έκαμεν οίκους επί των υψηλών τόπων και έκαμεν ιερείς εκ των εσχάτων του λαού, οίτινες δεν ήσαν εκ των υιών Λευΐ.
καὶ ἐποίησεν οἴκους ἐφ’ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευι
32 Και έκαμεν ο Ιεροβοάμ εορτήν εν τω μηνί τω ογδόω, εν τη δεκάτη πέμπτη ημέρα του μηνός, ως την εορτήν την εν Ιούδα, και ανέβη επί το θυσιαστήριον. Ούτως έκαμεν εν Βαιθήλ, θυσιάζων εις τους μόσχους τους οποίους έκαμε· και κατέστησεν εν Βαιθήλ τους ιερείς των υψηλών τόπων, τους οποίους έκαμε.
καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθηλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησεν καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησεν
33 Και ανέβη επί το θυσιαστήριον το οποίον έκαμεν εν Βαιθήλ, την δεκάτην πέμπτην ημέραν του ογδόου μηνός, εν τω μηνί τον οποίον εφεύρεν από της καρδίας αυτού· και έκαμεν εορτήν εις τους υιούς Ισραήλ, και ανέβη επί το θυσιαστήριον, διά να θυμιάση.
καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι

< Βασιλειῶν Γʹ 12 >