< Προς Κορινθιους Α΄ 1 >
1 Παύλος, προσκεκλημένος απόστολος Ιησού Χριστού διά θελήματος Θεού, και Σωσθένης ο αδελφός,
Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
2 προς την εκκλησίαν του Θεού την ούσαν εν Κορίνθω, τους ηγιασμένους εν Χριστώ Ιησού, τους προσκεκλημένους αγίους, μετά πάντων των επικαλουμένων εν παντί τόπω το όνομα Ιησού Χριστού του Κυρίου ημών, αυτών τε και ημών·
τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν·
3 χάρις είη υμίν και ειρήνη από Θεού Πατρός ημών και Κυρίου Ιησού Χριστού.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
4 Ευχαριστώ πάντοτε εις τον Θεόν μου διά σας, διά την χάριν του Θεού την δοθείσαν εις εσάς διά του Ιησού Χριστού·
Εὐχαριστῶ τῷ Θεῷ πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5 ότι κατά πάντα επλουτίσθητε δι' αυτού, κατά πάντα λόγον και πάσαν γνώσιν,
ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
6 καθώς η μαρτυρία του Χριστού εστηρίχθη μεταξύ σας,
καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
7 ώστε δεν μένετε οπίσω εις ουδέν χάρισμα, προσμένοντες την αποκάλυψιν του Κυρίου ημών Ιησού Χριστού·
ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8 όστις και θέλει σας στηρίξει έως τέλους αμέμπτους εν τη ημέρα του Κυρίου ημών Ιησού Χριστού.
ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9 Πιστός ο Θεός, διά του οποίου προσεκλήθητε εις το να ήσθε συγκοινωνοί του Υιού αυτού Ιησού Χριστού του Κυρίου ημών.
πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
10 Σας παρακαλώ δε, αδελφοί, διά του ονόματος του Κυρίου ημών Ιησού Χριστού, να λέγητε πάντες το αυτό, και να μη ήναι σχίσματα μεταξύ σας, αλλά να ήσθε εντελώς ηνωμένοι έχοντες το αυτό πνεύμα και την αυτήν γνώμην.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11 Διότι εφανερώθη εις εμέ παρά των εκ της οικογενείας της Χλόης, περί υμών, αδελφοί μου, ότι είναι έριδες μεταξύ σας·
ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
12 λέγω δε τούτο, διότι έκαστος από σας λέγει· Εγώ μεν είμαι του Παύλου, εγώ δε του Απολλώ, εγώ δε του Κηφά, εγώ δε του Χριστού.
λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ.
13 Διεμερίσθη ο Χριστός; μήπως ο Παύλος εσταυρώθη διά σας; ή εις το όνομα του Παύλου εβαπτίσθητε;
μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14 Ευχαριστώ εις τον Θεόν ότι ουδένα από σας εβάπτισα, ειμή Κρίσπον και Γάϊον,
εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον·
15 διά να μη είπη τις ότι εις το όνομά μου εβάπτισα.
ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε.
16 Εβάπτισα δε και τον οίκον του Στεφανά· εκτός τούτων δεν εξεύρω εάν εβάπτισα άλλον τινά.
ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
17 Διότι δεν με απέστειλεν ο Χριστός διά να βαπτίζω, αλλά διά να κηρύττω το ευαγγέλιον, ουχί εν σοφία λόγου, διά να μη ματαιωθή ο σταυρός του Χριστού.
οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
18 Διότι ο λόγος του σταυρού εις μεν τους απολλυμένους είναι μωρία, εις ημάς δε τους σωζομένους είναι δύναμις Θεού.
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν.
19 Επειδή είναι γεγραμμένον· Θέλω απολέσει την σοφίαν των σοφών, και θέλω αθετήσει την σύνεσιν των συνετών.
γέγραπται γάρ Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20 Που ο σοφός; που ο γραμματεύς; που ο συζητητής του αιώνος τούτου; δεν εμώρανεν ο Θεός την σοφίαν του κόσμου τούτου; (aiōn )
ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου; (aiōn )
21 Διότι επειδή εν τη σοφία του Θεού ο κόσμος δεν εγνώρισε τον Θεόν διά της σοφίας, ηυδόκησεν ο Θεός διά της μωρίας του κηρύγματος να σώση τους πιστεύοντας.
ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
22 Επειδή και οι Ιουδαίοι σημείον αιτούσι και οι Έλληνες σοφίαν ζητούσιν,
ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
23 ημείς δε κηρύττομεν Χριστόν εσταυρωμένον, εις μεν τους Ιουδαίους σκάνδαλον, εις δε τους Έλληνας μωρίαν,
ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν,
24 εις αυτούς όμως τους προσκεκλημένους, Ιουδαίους τε και Έλληνας, Χριστόν Θεού δύναμιν και Θεού σοφίαν·
αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.
25 διότι το μωρόν του Θεού είναι σοφώτερον των ανθρώπων, και το ασθενές του Θεού είναι ισχυρότερον των ανθρώπων.
ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων.
26 Επειδή βλέπετε την πρόσκλησίν σας, αδελφοί, ότι είσθε ου πολλοί σοφοί κατά σάρκα, ου πολλοί δυνατοί, ου πολλοί ευγενείς.
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·
27 Αλλά τα μωρά του κόσμου εξέλεξεν ο Θεός διά να καταισχύνη τους σοφούς, και τα ασθενή του κόσμου εξέλεξεν ο Θεός διά να καταισχύνη τα ισχυρά,
ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
28 και τα αγενή του κόσμου και τα εξουθενημένα εξέλεξεν ο Θεός, και τα μη όντα, διά να καταργήση τα όντα,
καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
29 διά να μη καυχηθή ουδεμία σαρξ ενώπιον αυτού.
ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.
30 Αλλά σεις είσθε εξ αυτού εν Χριστώ Ιησού, όστις εγενήθη εις ημάς σοφία από Θεού, δικαιοσύνη τε και αγιασμός και απολύτρωσις·
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31 ώστε, καθώς είναι γεγραμμένον, Ο καυχώμενος εν Κυρίω ας καυχάται.
ἵνα καθὼς γέγραπται Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.