< Προς Κορινθιους Α΄ 4 >

1 Ούτως ας μας θεωρή πας άνθρωπος ως υπηρέτας του Χριστού και οικονόμους των μυστηρίων του Θεού.
Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ.
2 Το δε επίλοιπον ζητείται μεταξύ των οικονόμων, να ευρεθή έκαστος πιστός.
ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.
3 Εις εμέ δε ελάχιστον είναι να ανακριθώ υφ' υμών ή υπό ανθρωπίνης κρίσεως· αλλ' ουδέ ανακρίνω εμαυτόν.
ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω·
4 Διότι η συνείδησίς μου δεν με ελέγχει εις ουδέν· πλην με τούτο δεν είμαι δεδικαιωμένος· αλλ' ο ανακρίνων με είναι ο Κύριος.
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν.
5 Ώστε μη κρίνετε μηδέν προ καιρού, έως αν έλθη ο Κύριος, όστις και θέλει φέρει εις το φως τα κρυπτά του σκότους και θέλει φανερώσει τας βουλάς των καρδιών, και τότε ο έπαινος θέλει γείνει εις έκαστον από του Θεού.
ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
6 Ταύτα δε, αδελφοί, μετέφερα παραδειγματικώς εις εμαυτόν και εις τον Απολλώ διά σας, διά να μάθητε διά του παραδείγματος ημών να μη φρονήτε υπέρ ό, τι είναι γεγραμμένον, διά να μη επαίρησθε εις υπέρ του ενός κατά του άλλου.
Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό Μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
7 Διότι τις σε διακρίνει από του άλλου; και τι έχεις, το οποίον δεν έλαβες, εάν δε και έλαβες, τι καυχάσαι ως μη λαβών;
τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
8 Τώρα είσθε κεχορτασμένοι, τώρα επλουτήσατε, εβασιλεύσατε χωρίς ημών· και είθε να εβασιλεύητε, διά να συμβασιλεύσωμεν και ημείς με σας.
ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν.
9 Διότι νομίζω ότι ο Θεός απέδειξεν ημάς τους αποστόλους εσχάτους ως καταδεδικασμένους εις θάνατον· διότι εγείναμεν θέατρον εις τον κόσμον, και εις αγγέλους και εις ανθρώπους.
δοκῶ γάρ, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
10 Ημείς μωροί διά τον Χριστόν, σεις δε φρόνιμοι εν Χριστώ· ημείς ασθενείς, σεις δε ισχυροί· σεις ένδοξοι, ημείς δε άτιμοι.
ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
11 Έως της παρούσης ώρας και πεινώμεν και διψώμεν και γυμνητεύομεν και ραπιζόμεθα και περιπλανώμεθα
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
12 και κοπιώμεν, εργαζόμενοι με τας ιδίας ημών χείρας· λοιδορούμενοι ευλογούμεν, διωκόμενοι υποφέρομεν,
καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
13 βλασφημούμενοι παρακαλούμεν· ως περικαθάρματα του κόσμου εγείναμεν, σκύβαλον πάντων έως της σήμερον.
δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
14 Δεν γράφω ταύτα προς εντροπήν σας, αλλ' ως τέκνα μου αγαπητά νουθετώ.
Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν.
15 Διότι εάν έχητε μυρίους παιδαγωγούς εν Χριστώ, δεν έχετε όμως πολλούς πατέρας· επειδή εγώ σας εγέννησα εν Χριστώ Ιησού διά του ευαγγελίου.
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
16 Σας παρακαλώ, λοιπόν, γίνεσθε μιμηταί μου.
παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
17 Διά τούτο σας έπεμψα τον Τιμόθεον, όστις είναι τέκνον μου αγαπητόν και πιστόν εν Κυρίω, όστις θέλει σας ενθυμίσει τας οδούς μου τας εν Χριστώ, καθώς διδάσκω πανταχού εν πάση εκκλησία.
Διὰ τοῦτο αὐτὸ ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
18 Τινές όμως εφυσιώθησαν, ως εάν εγώ δεν έμελλον να έλθω προς εσάς·
ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες·
19 πλην θέλω ελθεί ταχέως προς εσάς, εάν ο Κύριος θελήση, και θέλω γνωρίσει ουχί τον λόγον των πεφυσιωμένων, αλλά την δύναμιν·
ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν·
20 διότι η βασιλεία του Θεού δεν είναι εν λόγω, αλλ' εν δυνάμει.
οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει.
21 Τι θέλετε; με ράβδον να έλθω προς εσάς, ή με αγάπην και με πνεύμα πραότητος;
τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;

< Προς Κορινθιους Α΄ 4 >