< Προς Κορινθιους Α΄ 14 >
1 Ακολουθείτε την αγάπην· και ζητείτε μετά ζήλου τα πνευματικά, μάλλον δε το να προφητεύητε.
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2 Διότι ο λαλών γλώσσαν αγνώριστον δεν λαλεί προς ανθρώπους, αλλά προς τον Θεόν· διότι ουδείς ακούει αυτόν, αλλά με το πνεύμα αυτού λαλεί μυστήρια·
ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰθεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
3 ο δε προφητεύων λαλεί προς ανθρώπους εις οικοδομήν και προτροπήν και παρηγορίαν.
ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4 Ο λαλών γλώσσαν αγνώριστον εαυτόν οικοδομεί, ο δε προφητεύων την εκκλησίαν οικοδομεί.
ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
5 Θέλω δε πάντες να λαλήτε γλώσσας, μάλλον δε να προφητεύητε· διότι ο προφητεύων είναι μεγαλήτερος παρά ο λαλών γλώσσας, εκτός εάν διερμηνεύη, διά να λάβη οικοδομήν η εκκλησία.
θέλω δὲπάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6 Και τώρα, αδελφοί, εάν έλθω προς εσάς λαλών γλώσσας, τι θέλω σας ωφελήσει, εάν δεν σας λαλήσω ή με αποκάλυψιν ή με γνώσιν ή με προφητείαν ή με διδαχήν;
⸀Νῦνδέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
7 Και τα άψυχα, όσα δίδουσι φωνήν, είτε αυλός είτε κιθάρα, εάν δεν δώσωσι διακεκριμένους τους φθόγγους, πως θέλει γνωρισθή το αυλούμενον ή το κιθαριζόμενον;
ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8 Διότι εάν η σάλπιγξ δώση φωνήν ασαφή, τις θέλει ετοιμασθή εις πόλεμον;
καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9 Ούτω και σεις, εάν δεν δώσητε διά της γλώσσης φωνήν ευκατάληπτον, πως θέλει γνωρισθή το λαλούμενον; διότι θέλετε λαλεί εις τον αέρα.
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10 Τόσα είδη φωνών είναι τυχόν εν τω κόσμω, και ουδέν εξ αυτών είναι ασήμαντον.
τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσινἐν κόσμῳ, καὶ ⸀οὐδὲνἄφωνον·
11 Εάν λοιπόν δεν γνωρίσω την σημασίαν της φωνής, θέλω είσθαι προς τον λαλούντα βάρβαρος και ο λαλών βάρβαρος προς εμέ.
ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12 Ούτω και σεις, επειδή είσθε ζηλωταί πνευματικών, ζητείτε να περισσεύητε εν αυτοίς προς την οικοδομήν της εκκλησίας.
οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 Διά τούτο ο λαλών γλώσσαν αγνώριστον ας προσεύχηται διά να γείνη ικανός να διερμηνεύη,
⸀Διὸὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14 διότι εάν προσεύχωμαι με γλώσσαν αγνώριστον, το πνεύμά μου προσεύχεται, αλλ' ο νούς μου είναι ακαρποφόρητος.
ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
15 Τι πρέπει λοιπόν; Θέλω προσευχηθή με το πνεύμα, θέλω δε προσευχηθή και με τον νούν. Θέλω ψάλλει με το πνεύμα, θέλω δε ψάλλει και με τον νούν.
τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ·
16 Διότι εάν δοξολογήσης με το πνεύμα, εκείνος όστις έχει τάξιν ιδιώτου πως θέλει ειπεί το αμήν εις την ευχαριστίαν σου, μη εξεύρων τι λέγεις;
ἐπεὶ ἐὰν ⸀εὐλογῇς⸀πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
17 Διότι συ μεν καλώς ευχαριστείς, ο άλλος όμως δεν οικοδομείται.
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18 Ευχαριστώ εις τον Θεόν μου ότι λαλώ πλειοτέρας γλώσσας παρά πάντας υμάς·
εὐχαριστῶ τῷ ⸀θεῷ πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις⸀λαλῶ
19 πλην εν τη εκκλησία πέντε λόγους προτιμώ να λαλήσω διά του νοός μου, διά να κατηχήσω και άλλους, παρά μυρίους λόγους με γλώσσαν αγνώριστον.
ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 Αδελφοί, μη γίνεσθε παιδία κατά τας φρένας, αλλά γίνεσθε νήπια μεν εις την κακίαν, τέλειοι όμως εις τας φρένας.
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
21 Εν τω νόμω είναι γεγραμμένον ότι δι' ετερογλώσσων και διά ξένων χειλέων θέλω λαλήσει προς τον λαόν τούτον, και ουδέ ούτω θέλουσι με εισακούσει, λέγει Κύριος.
ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρωνλαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
22 Ώστε αι γλώσσαι είναι διά σημείον ουχί προς τους πιστεύοντας, αλλά προς τους απίστους· η προφητεία όμως είναι ουχί προς τους απίστους, αλλά προς τους πιστεύοντας.
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
23 Εάν λοιπόν συνέλθη η εκκλησία όλη επί το αυτό και λαλώσι πάντες γλώσσας αγνωρίστους, εισέλθωσι δε ιδιώται ή άπιστοι, δεν θέλουσιν ειπεί ότι είσθε μαινόμενοι;
ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24 Αλλ' εάν πάντες προφητεύωσιν, εισέλθη δε τις άπιστος η ιδιώτης, ελέγχεται υπό πάντων, ανακρίνεται υπό πάντων,
ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
25 και ούτω τα κρυπτά της καρδίας αυτού γίνονται φανερά· και ούτω πεσών κατά πρόσωπον θέλει προσκυνήσει τον Θεόν, κηρύττων ότι ο Θεός είναι τωόντι εν μέσω υμών.
⸀τὰκρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
26 Τι πρέπει λοιπόν, αδελφοί; Όταν συνέρχησθε, έκαστος υμών ψαλμόν έχει, διδαχήν έχει, γλώσσαν έχει, αποκάλυψιν έχει, ερμηνείαν έχει· πάντα ας γίνωνται προς οικοδομήν.
Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστοςψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27 Εάν τις λαλή γλώσσαν αγνώριστον, ας κάμωσι τούτο ανά δύο ή το περισσότερον ανά τρεις και εκ διαδοχής, και εις ας διερμηνεύη·
εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
28 αλλ' εάν δεν ήναι διερμηνευτής, ας σιωπά εν τη εκκλησία, ας λαλή δε προς εαυτόν και προς τον Θεόν.
ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
29 Προφήται δε ας λαλώσι δύο ή τρεις, και οι άλλοι ας διακρίνωσιν·
προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
30 εάν δε έλθη αποκάλυψις εις άλλον καθήμενον, ο πρώτος ας σιωπά.
ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31 Διότι δύνασθε ο εις μετά τον άλλον να προφητεύητε πάντες, διά να μανθάνωσι πάντες και πάντες να παρηγορώνται·
δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται
32 και τα πνεύματα των προφητών υποτάσσονται εις τους προφήτας·
(καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται,
33 διότι ο Θεός δεν είναι ακαταστασίας, αλλ' ειρήνης. Καθώς εν πάσαις ταις εκκλησίαις των αγίων.
οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αι γυναίκές σας ας σιωπώσιν εν ταις εκκλησίαις· διότι δεν είναι συγκεχωρημένον εις αυτάς να λαλώσιν, αλλά να υποτάσσωνται, καθώς και ο νόμος λέγει.
Αἱ ⸀γυναῖκεςἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεταιαὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει.
35 Αλλ' εάν θέλωσι να μάθωσι τι, ας ερωτώσιν εν τω οίκω τους άνδρας αυτών· διότι αισχρόν είναι εις γυναίκας να λαλώσιν εν εκκλησία.
εἰ δέ τι ⸀μαθεῖνθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ.
36 Μήπως από σας εξήλθεν ο λόγος του Θεού, ή εις σας μόνους κατήντησεν;
ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εάν τις νομίζη ότι είναι προφήτης ή πνευματικός, ας μάθη εκείνα τα οποία γράφω προς εσάς, ότι είναι εντολαί του Κυρίου.
Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν
38 αλλ' εάν τις αγνοή, ας αγνοή.
εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται
39 Ώστε, αδελφοί, ζητείτε μετά ζήλου το προφητεύειν, και το λαλείν γλώσσας μη εμποδίζετε·
ὥστε, ἀδελφοί ⸀μου ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις·
40 πάντα ας γίνωνται ευσχημόνως και κατά τάξιν.
πάντα ⸀δὲεὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.