< Παραλειπομένων Αʹ 9 >

1 Ούτω πας ο Ισραήλ απηριθμήθη κατά γενεαλογίας· και ιδού, είναι καταγεγραμμένοι εν τω βιβλίω των βασιλέων του Ισραήλ και Ιούδα. Μετωκίσθησαν δε εις την Βαβυλώνα διά τας ανομίας αυτών.
καὶ πᾶς Ισραηλ ὁ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν
2 Και οι πρώτοι κάτοικοι οι εν ταις ιδιοκτησίαις αυτών, εν ταις πόλεσιν αυτών, ήσαν οι Ισραηλίται, οι ιερείς, οι Λευΐται και οι Νεθινείμ.
καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ισραηλ οἱ ἱερεῖς οἱ Λευῖται καὶ οἱ δεδομένοι
3 Και εν Ιερουσαλήμ κατώκησαν εκ των υιών Ιούδα και εκ των υιών Βενιαμίν και εκ των υιών Εφραΐμ και Μανασσή,
καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση
4 Γουθαΐ ο υιός του Αμμιούδ, υιού του Αμρί, υιού του Ιμρί, υιού του Βανί, εκ των υιών του Φαρές υιού του Ιούδα.
Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα
5 Και εκ των Σηλωνιτών, Ασαΐας ο πρωτότοκος και οι υιοί αυτού.
καὶ ἐκ τῶν Σηλωνι Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ
6 Και εκ των υιών του Ζερά, Ιεουήλ και οι αδελφοί αυτών, εξακόσιοι ενενήκοντα.
ἐκ τῶν υἱῶν Ζαρα Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα
7 Και εκ των υιών Βενιαμίν, Σαλλού ο υιός του Μεσουλλάμ, υιού του Ωδουΐα, υιού του Ασενουά,
καὶ ἐκ τῶν υἱῶν Βενιαμιν Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα
8 και ο Ιεβνιά υιός του Ιεροάμ, και ο Ηλά υιός του Οζί, υιού του Μιχρί, και ο Μεσουλλάμ υιός του Σεφατία, υιού του Ραγουήλ, υιού του Ιβνιά·
καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια
9 και οι αδελφοί αυτών, κατά τας γενεάς αυτών, εννεακόσιοι πεντήκοντα εξ. Πάντες ούτοι οι άνδρες ήσαν αρχηγοί πατριών, κατά τους πατρικούς οίκους αυτών.
καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ’ οἴκους πατριῶν αὐτῶν
10 Και εκ των ιερέων, Ιεδαΐας και Ιωϊαρείβ και Ιαχείν
καὶ ἀπὸ τῶν ἱερέων Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν
11 και Αζαρίας ο υιός του Χελκία, υιού του Μεσουλλάμ, υιού του Σαδώκ, υιού του Μεραϊώθ, υιού του Αχιτώβ, άρχων του οίκου του Θεού·
καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ
12 και Αδαΐας ο υιός του Ιεροάμ, υιού του Πασχώρ, υιού του Μαλχίου, και Μαασαί ο υιός του Αδιήλ, υιού του Ιαζηρά, υιού του Μεσουλλάμ, υιού του Μεσιλλεμίθ, υιού του Ιμμήρ·
καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ
13 και οι αδελφοί αυτών, αρχηγοί των πατρικών οίκων αυτών, χίλιοι επτακόσιοι εξήκοντα, δυνατοί εν ισχύϊ, άξιοι διά το έργον της υπηρεσίας του οίκου του Κυρίου.
καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ
14 και εκ των Λευϊτών, Σεμαΐας ο υιός του Ασσούβ, υιού του Αζρικάμ, υιού του Ασαβία, εκ των υιών Μεραρί·
καὶ ἐκ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι
15 και Βακβακάρ, Ερές και Γαλάλ και Ματθανίας ο υιός του Μιχά, υιού του Ζιχρί, υιού του Ασάφ·
καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ
16 και Οβαδία ο υιός του Σεμαΐα, υιού του Γαλάλ, υιού του Ιεδουθούν, και Βαραχίας ο υιός του Ασά, υιού του Ελκανά, ο κατοικήσας εν ταις κώμαις των Νετωφαθιτών.
καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι
17 οι δε θυρωροί ήσαν Σαλλούμ και Ακχούβ και Ταλμών και Αχιμάν και οι αδελφοί αυτών· ο Σαλλούμ ήτο ο άρχων·
οἱ πυλωροί Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν Σαλωμ ὁ ἄρχων
18 ούτοι μέχρι του νυν ήσαν εν τη πύλη του βασιλέως κατά ανατολάς θυρωροί κατά τα τάγματα των υιών του Λευΐ.
καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ’ ἀνατολάς αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι
19 Και Σαλλούμ ο υιός του Κωρή, υιού του Εβιασάφ, υιού του Κορέ, και οι αδελφοί αυτού, εκ του οίκου του πατρός αυτού, οι Κορίται, ήσαν επί το έργον της υπηρεσίας, φύλακες των πυλών της σκηνής· και οι πατέρες αυτών, εν τω στρατοπέδω του Κυρίου, ήσαν φύλακες της εισόδου.
καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον
20 Και Φινεές ο υιός του Ελεάζαρ, μετά του οποίου ήτο ο Κύριος, ήτο άρχων επ' αυτούς το πρότερον.
καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ’ αὐτῶν ἔμπροσθεν καὶ οὗτοι μετ’ αὐτοῦ
21 Ζαχαρίας ο υιός του Μεσελεμία ήτο πυλωρός της θύρας της σκηνής του μαρτυρίου.
Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
22 Πάντες ούτοι, οι εκλελεγμένοι διά να ήναι πυλωροί των θυρών, ήσαν διακόσιοι δώδεκα. Ούτοι ήσαν απηριθμημένοι κατά γενεαλογίας εν ταις κώμαις αυτών, τους οποίους ο Δαβίδ και ο Σαμουήλ ο βλέπων είχον καταστήσει εις το υπούργημα αυτών.
πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν ὁ καταλοχισμὸς αὐτῶν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν
23 Και αυτοί και οι υιοί αυτών είχον την επιστασίαν των πυλών του οίκου του Κυρίου, του οίκου της σκηνής, διά να φυλάττωσι.
καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν
24 προς τους τέσσαρας ανέμους ήσαν οι πυλωροί, προς ανατολάς, προς δυσμάς, προς βορράν και προς νότον.
κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι κατ’ ἀνατολάς θάλασσαν βορρᾶν νότον
25 Και οι αδελφοί αυτών, οι εν ταις κώμαις αυτών, έπρεπε να έρχωνται κατά επτά ημέρας εις τους διωρισμένους καιρούς μετά τούτων.
καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων
26 Διότι οι Λευΐται ούτοι, οι τέσσαρες αρχιπύλωροι, έμενον εις το υπούργημα αυτών και είχον την επιστασίαν των οικημάτων και των θησαυρών του οίκου του Θεού.
ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ
27 Και διενυκτέρευον πέριξ του οίκου του Θεού, διότι η φυλακή ήτο επ' αυτούς, και αυτοί έπρεπε να ανοίγωσιν αυτόν καθ' εκάστην πρωΐαν.
καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν ὅτι ἐπ’ αὐτοὺς φυλακή καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ
28 Και τινές εξ αυτών είχον την επιστασίαν των λειτουργικών σκευών, διότι κατά αριθμόν εισέφερον αυτά και κατά αριθμόν εξέφερον αυτά.
καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά
29 Εξ αυτών έτι ήσαν διωρισμένοι επί των άλλων σκευών και επί πάντων των σκευών των ιερών και επί της σεμιδάλεως και του οίνου και του ελαίου και του θυμιάματος και των αρωμάτων.
καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως τοῦ οἴνου τοῦ ἐλαίου τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων
30 Και τινές εκ των υιών των ιερέων κατεσκεύαζον το μύρον το αρωματικόν.
καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα
31 Και Ματταθίας, ο εκ των Λευϊτών, ο πρωτότοκος Σαλλούμ του Κορίτου, είχε την επιστασίαν των τηγανιζομένων πραγμάτων.
καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως
32 Και άλλοι εκ των αδελφών αυτών, εκ των υιών των Κααθιτών, ήσαν επί των άρτων της προθέσεως, διά να ετοιμάζωσιν αυτούς κατά σάββατον.
καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον
33 Και εκ τούτων ήσαν οι ψαλτωδοί, αρχηγοί πατριών των Λευϊτών, οίτινες έμενον εν τοις οικήμασιν ελεύθεροι· διότι ενησχολούντο εις το έργον τούτο ημέραν και νύκτα.
καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ’ αὐτοῖς ἐν τοῖς ἔργοις
34 ούτοι ήσαν οι αρχηγοί των πατριών των Λευϊτών, κατά τας γενεάς αυτών· ούτοι οι αρχηγοί κατώκουν εν Ιερουσαλήμ.
οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ
35 Και εν Γαβαών κατώκησεν ο πατήρ Γαβαών, ο Ιεχιήλ, το δε όνομα της γυναικός αυτού ήτο Μααχά·
καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα
36 και ο πρωτότοκος αυτού υιός ήτο Αβδών, έπειτα Σούρ και Κείς και Βάαλ και Νηρ και Ναδάβ
καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ
37 και Γεδώρ και Αχιώ και Ζαχαρίας και Μικλώθ·
καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ
38 και ο Μικλώθ εγέννησε τον Σιμεάμ. Και ούτοι έτι κατώκησαν μετά των αδελφών αυτών εν Ιερουσαλήμ, αντικρύ των αδελφών αυτών.
καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν
39 Και ο Νηρ εγέννησε τον Κείς, και ο Κείς εγέννησε τον Σαούλ, και ο Σαούλ εγέννησε τον Ιωνάθαν και τον Μαλχί-σουέ και τον Αβιναδάβ και τον Εσ-βαάλ.
καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ
40 Και ο υιός του Ιωνάθαν ήτο ο Μερίβ-βαάλ· και ο Μερίβ-βαάλ εγέννησε τον Μιχά.
καὶ υἱὸς Ιωναθαν Μαριβααλ καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα
41 Και οι υιοί του Μιχά ήσαν Φιθών και Μελέχ και Θαρεά,
καὶ υἱοὶ Μιχα Φαιθων καὶ Μαλαχ καὶ Θαραχ
42 και Άχαζ ο γεννήσας τον Ιαρά· και Ιαρά εγέννησε τον Αλεμέθ, και τον Αζμαβέθ και τον Ζιμβρί· και Ζιμβρί εγέννησε τον Μοσά.
καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα
43 και Μοσά εγέννησε τον Βινεά· και Ρεφαΐα ήτο υιός τούτου. ο Ελεασά υιός τούτου· Ασήλ υιός τούτου.
καὶ Μασα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτοῦ Ελεασα υἱὸς αὐτοῦ Εσηλ υἱὸς αὐτοῦ
44 Ο δε Ασήλ είχεν εξ υιούς, των οποίων τα ονόματα είναι ταύτα· Αζρικάμ, Βοχερού και Ισμαήλ και Σεαρία και Οβαδία και Ανάν· ούτοι ήσαν οι υιοί του Ασήλ.
καὶ τῷ Εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Εσδρικαμ πρωτότοκος αὐτοῦ Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν οὗτοι υἱοὶ Εσηλ

< Παραλειπομένων Αʹ 9 >