< Παραλειπομένων Αʹ 18 >

1 Μετά δε ταύτα επάταξεν ο Δαβίδ τους Φιλισταίους και κατετρόπωσεν αυτούς, και έλαβε την Γαθ και τας κώμας αυτής εκ χειρός των Φιλισταίων.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων
2 Και επάταξε τους Μωαβίτας, και έγειναν οι Μωαβίται δούλοι του Δαβίδ υποτελείς.
καὶ ἐπάταξεν τὴν Μωαβ καὶ ἦσαν Μωαβ παῖδες τῷ Δαυιδ φέροντες δῶρα
3 Επάταξεν έτι ο Δαβίδ τον Αδαρέζερ βασιλέα της Σωβά, εν Αιμάθ, ότε επορεύετο να στήση την εξουσίαν αυτού επί τον ποταμόν Ευφράτην.
καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην
4 Και έλαβεν ο Δαβίδ εξ αυτού χιλίας αμάξας και επτά χιλιάδας ιππέων και είκοσι χιλιάδας πεζών· και ενευροκόπησεν ο Δαβίδ πάντας τους ίππους των αμαξών και εφύλαξεν εξ αυτών εκατόν αμάξας.
καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα
5 Και ότε ήλθον οι Σύριοι της Δαμασκού διά να βοηθήσωσι τον Αδαρέζερ βασιλέα της Σωβά, ο Δαβίδ επάταξεν εκ των Συρίων εικοσιδύο χιλιάδας ανδρών.
καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν
6 Και έβαλεν ο Δαβίδ φρουράς εν τη Συρία της Δαμασκού· και οι Σύριοι έγειναν δούλοι του Δαβίδ υποτελείς. Και έσωσεν ο Κύριος τον Δαβίδ πανταχού όπου επορεύετο.
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
7 Και έλαβεν ο Δαβίδ τας ασπίδας τας χρυσάς, αίτινες ήσαν επί τους δούλους του Αδαρέζερ, και έφερεν αυτάς εις Ιερουσαλήμ.
καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ
8 Και εκ της Τιβάθ και εκ της Χούν, πόλεων του Αδαρέζερ, έλαβεν ο Δαβίδ χαλκόν πολύν σφόδρα, εκ του οποίου ο Σολομών έκαμε την χαλκίνην θάλασσαν και τους στύλους και τα σκεύη τα χάλκινα.
καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ
9 Ακούσας δε ο Θοού βασιλεύς της Αιμάθ ότι επάταξεν ο Δαβίδ πάσαν την δύναμιν του Αδαρέζερ βασιλέως της Σωβά,
καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πᾶσαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα
10 απέστειλεν Αδωράμ τον υιόν αυτού προς τον βασιλέα Δαβίδ, διά να χαιρετήση αυτόν και να ευλογήση αυτόν, ότι κατεπολέμησε τον Αδαρέζερ και επάταξεν αυτόν· διότι ο Αδαρέζερ ήτο πολέμιος του Θοού· έφερε δε και παν είδος σκευών χρυσών, αργυρών και χαλκίνων.
καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ
11 Και ταύτα αφιέρωσεν ο βασιλεύς Δαβίδ εις τον Κύριον, μετά του αργυρίου και του χρυσίου τα οποία έφερεν εκ πάντων των εθνών, εκ του Εδώμ και εκ του Μωάβ και εκ των υιών του Αμμών και εκ των Φιλισταίων και εκ του Αμαλήκ.
καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ
12 Και ο Αβισαί ο υιός της Σερουΐας επάταξε τους Ιδουμαίους εν τη κοιλάδι του άλατος, δεκαοκτώ χιλιάδας.
καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν ὀκτὼ καὶ δέκα χιλιάδας
13 Και έβαλε φρουράς εν τη Ιδουμαία· και πάντες οι Ιδουμαίοι έγειναν δούλοι του Δαβίδ. Και έσωσεν ο Κύριος τον Δαβίδ πανταχού όπου επορεύετο.
καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
14 Και εβασίλευσεν ο Δαβίδ επί πάντα τον Ισραήλ, και έκαμνε κρίσιν και δικαιοσύνην εις πάντα τον λαόν αυτού.
καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ
15 Και Ιωάβ ο υιός της Σερουΐας ήτο επί του στρατεύματος· Ιωσαφάτ δε ο υιός του Αχιλούδ, υπομνηματογράφος.
καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος
16 Και Σαδώκ ο υιός του Αχιτώβ και Αβιμέλεχ ο υιός του Αβιάθαρ, ιερείς· ο δε Σουσά, γραμματεύς.
καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς
17 Και Βεναΐας ο υιός του Ιωδαέ ήτο επί των Χερεθαίων και Φελεθαίων· οι δε υιοί του Δαβίδ, πρώτοι περί τον βασιλέα.
καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως

< Παραλειπομένων Αʹ 18 >