< Παραλειπομένων Αʹ 17 >

1 Αφού δε εκάθησεν ο Δαβίδ εν τω οίκω αυτού, είπεν ο Δαβίδ προς Νάθαν τον προφήτην, Ιδού, εγώ κατοικώ εν οίκω κεδρίνω, η δε κιβωτός της διαθήκης του Κυρίου υπό παραπετάσματα.
καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων
2 Και είπεν ο Νάθαν προς τον Δαβίδ, Κάμε παν το εν τη καρδία σου· διότι ο Θεός είναι μετά σου.
καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει ὅτι ὁ θεὸς μετὰ σοῦ
3 Και την νύκτα εκείνην έγεινε λόγος του Θεού προς τον Νάθαν, λέγων,
καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων
4 Ύπαγε και ειπέ προς τον Δαβίδ τον δούλον μου, ούτω λέγει Κύριος· Συ δεν θέλεις οικοδομήσει εις εμέ τον οίκον διά να κατοικώ·
πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου οὕτως εἶπεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ
5 διότι δεν κατώκησα εν οίκω, αφ' ης ημέρας ανεβίβασα τον Ισραήλ εξ Αιγύπτου, μέχρι της ημέρας ταύτης· αλλ' ήμην από σκηνής εις σκηνήν και από κατασκηνώματος εις κατασκήνωμα.
ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι
6 Πανταχού όπου περιεπάτησα μετά παντός του Ισραήλ, ελάλησα ποτέ προς τινά εκ των κριτών του Ισραήλ, τους οποίους προσέταξα να ποιμάνωσι τον λαόν μου, λέγων, Διά τι δεν ωκοδομήσατε εις εμέ οίκον κέδρινον;
ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον
7 Τώρα λοιπόν ούτω θέλεις ειπεί προς τον Δαβίδ τον δούλον μου· Ούτω λέγει ο Κύριος των δυνάμεων· Εγώ σε έλαβον εκ της μάνδρας, από όπισθεν των προβάτων, διά να ήσαι ηγεμών επί τον λαόν μου τον Ισραήλ·
καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ
8 και ήμην μετά σου πανταχού όπου περιεπάτησας, και εξωλόθρευσα πάντας τους εχθρούς σου απ' έμπροσθέν σου, και έκαμα εις σε όνομα, κατά το όνομα των μεγάλων των επί της γης.
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς
9 Και θέλω διορίσει τόπον διά τον λαόν μου τον Ισραήλ, και θέλω φυτεύσει αυτούς, και θέλουσι κατοικεί εν τόπω ιδίω εαυτών και δεν θέλουσι μεταφέρεσθαι πλέον· και οι υιοί της αδικίας δεν θέλουσι καταθλίβει αυτούς πλέον ως το πρότερον
καὶ θήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς
10 και ως από των ημερών καθ' ας κατέστησα κριτάς επί τον λαόν μου Ισραήλ. Και θέλω ταπεινώσει πάντας τους εχθρούς σου. Αναγγέλλω σοι έτι, ότι ο Κύριος θέλει οικοδομήσει οίκον εις σε.
καὶ ἀφ’ ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου καὶ αὐξήσω σε καὶ οἶκον οἰκοδομήσει σοι κύριος
11 Και αφού πληρωθώσιν αι ημέραι σου, διά να υπάγης μετά των πατέρων σου, θέλω αναστήσει μετά σε το σπέρμα σου, το οποίον θέλει είσθαι εκ των υιών σου, και θέλω στερεώσει την βασιλείαν αυτού.
καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ
12 Αυτός θέλει οικοδομήσει εις εμέ οίκον, και θέλω στερεώσει το θρόνον αυτού έως αιώνος.
αὐτὸς οἰκοδομήσει μοι οἶκον καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος
13 Εγώ θέλω είσθαι εις αυτόν πατήρ, και αυτός θέλει είσθαι εις εμέ υιός· και δεν θέλω αφαιρέσει το έλεός μου απ' αυτού, ως αφήρεσα αυτό απ' εκείνον όστις ήτο προ σού·
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου
14 αλλά θέλω στήσει αυτόν εν τω οίκω μου και εν τη βασιλεία μου έως του αιώνος· και ο θρόνος αυτού θέλει είσθαι εστερεωμένος εις τον αιώνα.
καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος
15 Κατά πάντας τούτους τους λόγους και καθ' όλην ταύτην την όρασιν, ούτως ελάλησεν ο Νάθαν προς τον Δαβίδ.
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ
16 Τότε εισήλθεν ο βασιλεύς Δαβίδ και εκάθησεν ενώπιον του Κυρίου και είπε, Τις είμαι εγώ, Κύριε Θεέ, και τις ο οίκός μου, ώστε με έφερες μέχρι τούτου;
καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριε ὁ θεός καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπησάς με ἕως αἰῶνος
17 Αλλά και τούτο εστάθη μικρόν εις τους οφθαλμούς σου, Θεέ· και ελάλησας περί του οίκου του δούλου σου διά μέλλον μακρόν, και επέβλεψας εις εμέ ως εις άνθρωπον υψηλού βαθμού κατά την κατάστασιν, Κύριε Θεέ.
καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε ὁ θεός
18 Τι δύναται να είπη πλέον ο Δαβίδ προς σε περί της εις τον δούλον σου τιμής; διότι συ γνωρίζεις τον δούλον σου.
τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι καὶ σὺ τὸν δοῦλόν σου οἶδας
19 Κύριε, χάριν του δούλου σου και κατά την καρδίαν σου έκαμες πάσαν ταύτην την μεγαλωσύνην, διά να κάμης γνωστά πάντα ταύτα τα μεγαλεία.
καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην
20 Κύριε, δεν είναι όμοιός σου, ουδέ είναι Θεός εκτός σου κατά πάντα όσα ηκούσαμεν με τα ώτα ημών.
κύριε οὐκ ἔστιν ὅμοιός σοι καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν
21 Και τι άλλο έθνος επί της γης είναι ως ο λαός σου ο Ισραήλ, τον οποίον ο Θεός ήλθε να εξαγοράση διά λαόν εαυτού, διά να κάμης εις σεαυτόν όνομα μεγαλωσύνης και τρόμου, εκβάλλων τα έθνη απ' έμπροσθεν του λαού σου, τον οποίον ελύτρωσας εξ Αιγύπτου;
καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη
22 διότι τον λαόν σου τον Ισραήλ έκαμες λαόν σεαυτού εις τον αιώνα· και συ, Κύριε, έγεινες Θεός αυτών.
καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος καὶ σύ κύριε αὐτοῖς εἰς θεόν
23 Και τώρα, Κύριε, ο λόγος, τον οποίον ελάλησας περί του δούλου σου και περί του οίκου αυτού, ας στερεωθή εις τον αιώνα, και κάμε ως ελάλησας·
καὶ νῦν κύριε ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος
24 και ας στερεωθή, και ας μεγαλυνθή το όνομά σου έως αιώνος, ώστε να λέγωσιν, Ο Κύριος των δυνάμεων, ο Θεός του Ισραήλ, είναι Θεός εις τον Ισραήλ· και ο οίκος Δαβίδ του δούλου σου ας ήναι εστερεωμένος ενώπιόν σου.
λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου
25 Διότι συ, Θεέ μου, απεκάλυψας εις τον δούλον σου ότι θέλεις οικοδομήσει οίκον εις αυτόν· διά τούτο ο δούλός σου ενεθαρρύνθη να προσευχηθή ενώπιόν σου.
ὅτι σύ κύριε ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου
26 Και τώρα, Κύριε, συ είσαι ο Θεός, και υπεσχέθης τα αγαθά ταύτα προς τον δούλον σου.
καὶ νῦν κύριε σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα
27 Τώρα λοιπόν, ευδόκησον να ευλογήσης τον οίκον του δούλου σου, διά να ήναι ενώπιόν σου εις τον αιώνα· διότι συ, Κύριε, ευλόγησας, και θέλει είσθαι ευλογημένος εις τον αιώνα.
καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου ὅτι σύ κύριε εὐλόγησας καὶ εὐλόγησον εἰς τὸν αἰῶνα

< Παραλειπομένων Αʹ 17 >