< Παραλειπομένων Αʹ 12 >
1 Ούτοι δε είναι οι ελθόντες προς τον Δαβίδ εις Σικλάγ, ενώ ήτο έτι κεκλεισμένος από προσώπου του Σαούλ υιού του Κείς, και ούτοι ήσαν εκ των ισχυρών, βοηθούντες εν πολέμω,
καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
2 ώπλισμένοι τόξα, μεταχειριζόμενοι και την δεξιάν και την αριστεράν εις το να τοξεύωσι λίθους και βέλη διά του τόξου, όντες εκ των αδελφών του Σαούλ, εκ του Βενιαμίν·
καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν
3 ο αρχηγός Αχιέζερ, έπειτα Ιωάς, υιοί του Σεμαά του Γαβααθίτου· και Ιεζιήλ και Φελέτ, υιοί του Αζμαβέθ· και Βεραχά και Ιηού ο Αναθωθίτης·
ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι
4 και Ισμαΐα ο Γαβαωνίτης, ισχυρός μεταξύ των τριάκοντα και επί των τριάκοντα· και Ιερεμίας και Ιααζιήλ και Ιωανάν και Ιωζαβάδ ο Γεδηρωθίτης,
καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι
5 Ελουζαΐ και Ιεριμώθ και Βααλία και Σεμαρίας και Σεφατίας ο Αρουφίτης
Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι
6 Ελκανά και Ιεσιά και Αζαρεήλ και Ιωεζέρ και Ιασωβεάμ, οι Κορίται,
Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται
7 και Ιωηλά και Ζεβαδίας, οι υιοί του Ιεροάμ από Γεδώρ.
καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ
8 Και εκ των Γαδιτών εχωρίσθησαν τινές και ήλθον προς τον Δαβίδ εις το οχύρωμα εν τη ερήμω, δυνατοί εν ισχύϊ, άνδρες παρατάξεως πολέμου, θυρεοφόροι και λογχοφόροι, και τα πρόσωπα αυτών πρόσωπα λέοντος, εις δε την ταχύτητα ως αι δορκάδες επί των ορέων·
καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει
9 Εσέρ ο άρχων, Οβαδία ο δεύτερος, Ελιάβ ο τρίτος,
Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος
10 Μισμανά ο τέταρτος, Ιερεμίας ο πέμπτος,
Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος
11 Ατθαΐ ο έκτος, Ελιήλ ο έβδομος,
Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος
12 Ιωανάν ο όγδοος, Ελζαβάδ ο έννατος,
Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος
13 Ιερεμίας ο δέκατος, Μαχβαναί ο ενδέκατος.
Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος
14 Ούτοι ήσαν εκ των υιών του Γαδ, αρχηγοί του στρατεύματος, εις ο μικρότερος επί εκατόν, και ο μεγαλήτερος επί χιλίους.
οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις
15 Ούτοι ήσαν οι διαβάντες τον Ιορδάνην εν τω πρώτω μηνί, ότε πλημμυρεί επί πάσας τας όχθας αυτού· και διεσκόρπισαν πάντας τους κατοίκους των κοιλάδων προς ανατολάς και προς δυσμάς.
οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν
16 Ήλθον έτι εκ των υιών Βενιαμίν και Ιούδα εις το οχύρωμα προς τον Δαβίδ.
καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ
17 Και εξήλθεν ο Δαβίδ εις συνάντησιν αυτών και αποκριθείς είπε προς αυτούς, Εάν έρχησθε προς εμέ εν ειρήνη διά να μοι βοηθήσητε, η καρδία μου θέλει είσθαι ηνωμένη με σάς· αλλ' εάν διά να με προδόσητε εις τους εχθρούς μου, ενώ δεν είναι αδικία εις τας χείρας μου, ο Θεός των πατέρων ημών ας ίδη και ας ελέγξη τούτο.
καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο
18 Και το Πνεύμα περιεχύθη εις τον Αμασαΐ, τον άρχοντα των τριάκοντα, και είπε, Σού είμεθα, Δαβίδ, και μετά σου, υιέ του Ιεσσαί. Ειρήνη, ειρήνη εις σε, και ειρήνη εις τους βοηθούς σου· διότι ο Θεός σου σε βοηθεί. Τότε εδέχθη αυτούς ο Δαβίδ και κατέστησεν αυτούς αρχηγούς των δυνάμεων αυτού.
καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων
19 Και εκ του Μανασσή προσεχώρησαν εις τον Δαβίδ, ότε ήλθε μετά των Φιλισταίων εναντίον του Σαούλ διά να πολεμήση, πλην δεν εβοήθησαν αυτούς· διότι οι ηγεμόνες των Φιλισταίων συμβουλευθέντες απέπεμψαν αυτόν, λέγοντες, Θέλει προσχωρήσει προς τον Σαούλ τον κύριον αυτού με κίνδυνον των κεφαλών ημών.
καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ
20 Ενώ επορεύετο εις Σικλάγ, προσεχώρησαν εις αυτόν εκ του Μανασσή, Αδνά και Ιωζαβάδ και Ιεδιαήλ και Μιχαήλ και Ιωζαβάδ και Ελιού και Σιλθαΐ, αρχηγοί των χιλιάδων του Μανασσή·
ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση
21 και ούτοι εβοήθησαν τον Δαβίδ εναντίον των ληστών· διότι ήσαν πάντες δυνατοί εν ισχύϊ και έγειναν αρχηγοί του στρατεύματος.
καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει
22 Διότι τότε από ημέρας εις ημέραν ήρχοντο προς τον Δαβίδ διά να βοηθήσωσιν αυτόν, εωσού έγεινε στρατόπεδον μέγα, ως στρατόπεδον Θεού.
ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ
23 Ούτοι δε είναι οι αριθμοί των αρχηγών των ώπλισμένων διά πόλεμον, των ελθόντων προς τον Δαβίδ εις Χεβρών, διά να στρέψωσιν εις αυτόν την βασιλείαν του Σαούλ, κατά τον λόγον του Κυρίου.
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου
24 Οι υιοί του Ιούδα, θυρεοφόροι και λογχοφόροι, εξ χιλιάδες και οκτακόσιοι, ώπλισμένοι διά πόλεμον.
υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως
25 Εκ των υιών Συμεών, δυνατοί εν ισχύϊ, διά πόλεμον, επτά χιλιάδες και εκατόν.
τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν
26 Εκ των υιών Λευΐ, τέσσαρες χιλιάδες και εξακόσιοι.
τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι
27 Και ο Ιωδαέ ήτο αρχηγός των Ααρωνιτών, και μετ' αυτού ήσαν τρεις χιλιάδες και επτακόσιοι·
καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι
28 και Σαδώκ, νέος δυνατός εν ισχύϊ, και εκ του οίκου του πατρός αυτού εικοσιδύο αρχηγοί.
καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο
29 Και εκ των υιών Βενιαμίν, αδελφών του Σαούλ, τρεις χιλιάδες· διότι έως τότε το μεγαλήτερον μέρος αυτών υπερησπίζετο τον οίκον του Σαούλ.
καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ
30 Και εκ των υιών Εφραΐμ, είκοσι χιλιάδες και οκτακόσιοι, δυνατοί εν ισχύϊ, άνδρες ονομαστοί του οίκου των πατέρων αυτών.
καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν
31 Και εκ της ημισείας φυλής του Μανασσή, δεκαοκτώ χιλιάδες· οίτινες ωνομάσθησαν κατ' όνομα, διά να έλθωσι να κάμωσι βασιλέα τον Δαβίδ.
καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ
32 Και εκ των υιών Ισσάχαρ, άνδρες συνετοί εις την γνώσιν των καιρών, ώστε να γνωρίζωσι τι έπρεπε να κάμνη ο Ισραήλ· οι αρχηγοί αυτών ήσαν διακόσιοι· και πάντες οι αδελφοί αυτών υπό την διαταγήν αυτών.
καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν
33 Εκ του Ζαβουλών, όσοι εξήρχοντο εις πόλεμον, παραταττόμενοι εις μάχην με πάντα τα όπλα του πολέμου, πεντήκοντα χιλιάδες, μάχιμοι εκ παρατάξεως, ουχί με διπλήν καρδίαν.
καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς
34 Και εκ του Νεφθαλί, χίλιοι αρχηγοί, και μετ' αυτών θυρεοφόροι και λογχοφόροι τριάκοντα επτά χιλιάδες.
καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες
35 Και εκ των Δανιτών, άνδρες παραταττόμενοι εις πόλεμον, εικοσιοκτώ χιλιάδες και εξακόσιοι.
καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι
36 Και εκ του Ασήρ, όσοι εξήρχοντο εις πόλεμον, μάχιμοι εκ παρατάξεως, τεσσαράκοντα χιλιάδες.
καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες
37 Και εκ του πέραν του Ιορδάνου, εκ των Ρουβηνιτών και εκ των Γαδιτών και εκ της ημισείας φυλής του Μανασσή, με πάντα τα όπλα του πολέμου διά μάχην, εκατόν είκοσι χιλιάδες.
καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες
38 Πάντες ούτοι οι άνδρες οι πολεμισταί, μάχιμοι εκ παρατάξεως, ήλθον με πλήρη καρδίαν εις Χεβρών, διά να κάμωσι τον Δαβίδ βασιλέα επί πάντα τον Ισραήλ· και παν έτι το επίλοιπον του Ισραήλ ήσαν μία καρδία, διά να κάμωσι τον Δαβίδ βασιλέα.
πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ
39 Και ήσαν εκεί μετά του Δαβίδ τρεις ημέρας, τρώγοντες και πίνοντες· διότι οι αδελφοί αυτών είχον κάμει ετοιμασίαν δι' αυτούς.
καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν
40 Προσέτι, οι γειτονεύοντες μετ' αυτών, έως του Ισσάχαρ, και Ζαβουλών και Νεφθαλί, έφεραν τροφάς επί όνων και επί καμήλων και επί ημιόνων και επί βοών, τροφάς αλεύρου, παλάθας σύκων και σταφίδας και οίνον και έλαιον και βόας και πρόβατα, αφθόνως· διότι ήτο ευφροσύνη εν τω Ισραήλ.
καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ