< Προς Ρωμαιους 8 >
1 ουδεν αρα νυν κατακριμα τοισ εν χριστω ιησου μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
2 ο γαρ νομοσ του πνευματοσ τησ ζωησ εν χριστω ιησου ηλευθερωσεν με απο του νομου τησ αμαρτιασ και του θανατου
ὁ γὰρ νόμος τοῦ ˚Πνεύματος τῆς ζωῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
3 το γαρ αδυνατον του νομου εν ω ησθενει δια τησ σαρκοσ ο θεοσ τον εαυτου υιον πεμψασ εν ομοιωματι σαρκοσ αμαρτιασ και περι αμαρτιασ κατεκρινεν την αμαρτιαν εν τη σαρκι
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ ˚Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
4 ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοισ μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ ˚Πνεῦμα.
5 οι γαρ κατα σαρκα οντεσ τα τησ σαρκοσ φρονουσιν οι δε κατα πνευμα τα του πνευματοσ
Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ ˚Πνεῦμα, τὰ τοῦ ˚Πνεύματος.
6 το γαρ φρονημα τησ σαρκοσ θανατοσ το δε φρονημα του πνευματοσ ζωη και ειρηνη
Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ ˚Πνεύματος ζωὴ καὶ εἰρήνη.
7 διοτι το φρονημα τησ σαρκοσ εχθρα εισ θεον τω γαρ νομω του θεου ουχ υποτασσεται ουδε γαρ δυναται
Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς ˚Θεόν, τῷ γὰρ νόμῳ τοῦ ˚Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται.
8 οι δε εν σαρκι οντεσ θεω αρεσαι ου δυνανται
Οἱ δὲ ἐν σαρκὶ ὄντες, ˚Θεῷ ἀρέσαι οὐ δύνανται.
9 υμεισ δε ουκ εστε εν σαρκι αλλ εν πνευματι ειπερ πνευμα θεου οικει εν υμιν ει δε τισ πνευμα χριστου ουκ εχει ουτοσ ουκ εστιν αυτου
Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλʼ ἐν ˚Πνεύματι, εἴπερ ˚Πνεῦμα ˚Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις ˚Πνεῦμα ˚Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
10 ει δε χριστοσ εν υμιν το μεν σωμα νεκρον δια αμαρτιαν το δε πνευμα ζωη δια δικαιοσυνην
Εἰ δὲ ˚Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ ˚Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
11 ει δε το πνευμα του εγειραντοσ ιησουν εκ νεκρων οικει εν υμιν ο εγειρασ τον χριστον εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια το ενοικουν αυτου πνευμα εν υμιν
Εἰ δὲ τὸ ˚Πνεῦμα τοῦ ἐγείραντος τὸν ˚Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν ˚Χριστὸν ˚Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ ˚Πνεύματος ἐν ὑμῖν.
12 αρα ουν αδελφοι οφειλεται εσμεν ου τη σαρκι του κατα σαρκα ζην
Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν.
13 ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν ει δε πνευματι τασ πραξεισ του σωματοσ θανατουτε ζησεσθε
Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν, εἰ δὲ ˚Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
14 οσοι γαρ πνευματι θεου αγονται ουτοι εισιν υιοι θεου
Ὅσοι γὰρ ˚Πνεύματι ˚Θεοῦ ἄγονται, οὗτοι υἱοὶ ˚Θεοῦ εἰσιν.
15 ου γαρ ελαβετε πνευμα δουλειασ παλιν εισ φοβον αλλ ελαβετε πνευμα υιοθεσιασ εν ω κραζομεν αββα ο πατηρ
Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε ˚Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, “Ἀββά, ὁ Πατήρ!”
16 αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου
Αὐτὸ τὸ ˚Πνεῦμα συμμαρτυρεῖ τῷ ˚Πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα ˚Θεοῦ.
17 ει δε τεκνα και κληρονομοι κληρονομοι μεν θεου συγκληρονομοι δε χριστου ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν
Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν ˚Θεοῦ, συγκληρονόμοι δὲ ˚Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
18 λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προσ την μελλουσαν δοξαν αποκαλυφθηναι εισ ημασ
Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
19 η γαρ αποκαραδοκια τησ κτισεωσ την αποκαλυψιν των υιων του θεου απεκδεχεται
Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ ˚Θεοῦ ἀπεκδέχεται.
20 τη γαρ ματαιοτητι η κτισισ υπεταγη ουχ εκουσα αλλα δια τον υποταξαντα επ ελπιδι
Τῇ γὰρ ματαιότητι, ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφʼ ἑλπίδι
21 οτι και αυτη η κτισισ ελευθερωθησεται απο τησ δουλειασ τησ φθορασ εισ την ελευθεριαν τησ δοξησ των τεκνων του θεου
ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ ˚Θεοῦ.
22 οιδαμεν γαρ οτι πασα η κτισισ συστεναζει και συνωδινει αχρι του νυν
Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
23 ου μονον δε αλλα και αυτοι την απαρχην του πνευματοσ εχοντεσ και ημεισ αυτοι εν εαυτοισ στεναζομεν υιοθεσιαν απεκδεχομενοι την απολυτρωσιν του σωματοσ ημων
Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ, τὴν ἀπαρχὴν τοῦ ˚Πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
24 τη γαρ ελπιδι εσωθημεν ελπισ δε βλεπομενη ουκ εστιν ελπισ ο γαρ βλεπει τισ τι και ελπιζει
Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς, ὃ γὰρ βλέπει τις, ἐλπίζει;
25 ει δε ο ου βλεπομεν ελπιζομεν δι υπομονησ απεκδεχομεθα
Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα.
26 ωσαυτωσ δε και το πνευμα συναντιλαμβανεται ταισ ασθενειαισ ημων το γαρ τι προσευξομεθα καθο δει ουκ οιδαμεν αλλ αυτο το πνευμα υπερεντυγχανει υπερ ημων στεναγμοισ αλαλητοισ
Ὡσαύτως δὲ καὶ τὸ ˚Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ ˚Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις.
27 ο δε ερευνων τασ καρδιασ οιδεν τι το φρονημα του πνευματοσ οτι κατα θεον εντυγχανει υπερ αγιων
Ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ ˚Πνεύματος, ὅτι κατὰ ˚Θεὸν, ἐντυγχάνει ὑπὲρ ἁγίων.
28 οιδαμεν δε οτι τοισ αγαπωσιν τον θεον παντα συνεργει εισ αγαθον τοισ κατα προθεσιν κλητοισ ουσιν
Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν ˚Θεὸν, πάντα συνεργεῖ ὁ ˚Θεὸς εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
29 οτι ουσ προεγνω και προωρισεν συμμορφουσ τησ εικονοσ του υιου αυτου εισ το ειναι αυτον πρωτοτοκον εν πολλοισ αδελφοισ
Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
30 ουσ δε προωρισεν τουτουσ και εκαλεσεν και ουσ εκαλεσεν τουτουσ και εδικαιωσεν ουσ δε εδικαιωσεν τουτουσ και εδοξασεν
Οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
31 τι ουν ερουμεν προσ ταυτα ει ο θεοσ υπερ ημων τισ καθ ημων
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ ˚Θεὸς ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν;
32 οσ γε του ιδιου υιου ουκ εφεισατο αλλ υπερ ημων παντων παρεδωκεν αυτον πωσ ουχι και συν αυτω τα παντα ημιν χαρισεται
Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται;
33 τισ εγκαλεσει κατα εκλεκτων θεου θεοσ ο δικαιων
Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν ˚Θεοῦ; ˚Θεὸς ὁ δικαιῶν.
34 τισ ο κατακρινων χριστοσ ο αποθανων μαλλον δε και εγερθεισ οσ και εστιν εν δεξια του θεου οσ και εντυγχανει υπερ ημων
Τίς ὁ κατακρίνων; ˚Χριστὸς ˚Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς ὅς, καί ἐστιν ἐν δεξιᾷ τοῦ ˚Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
35 τισ ημασ χωρισει απο τησ αγαπησ του χριστου θλιψισ η στενοχωρια η διωγμοσ η λιμοσ η γυμνοτησ η κινδυνοσ η μαχαιρα
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ˚Χριστοῦ; Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;
36 καθωσ γεγραπται οτι ενεκεν σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ωσ προβατα σφαγησ
Καθὼς γέγραπται, ὅτι “Ἕνεκεν σοῦ, θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.”
37 αλλ εν τουτοισ πασιν υπερνικωμεν δια του αγαπησαντοσ ημασ
Ἀλλʼ ἐν τούτοις πᾶσιν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
38 πεπεισμαι γαρ οτι ουτε θανατοσ ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεισ ουτε ενεστωτα ουτε μελλοντα
Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις,
39 ουτε υψωμα ουτε βαθοσ ουτε τισ κτισισ ετερα δυνησεται ημασ χωρισαι απο τησ αγαπησ του θεου τησ εν χριστω ιησου τω κυριω ημων
οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ ˚Θεοῦ, τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν.