< Αποκαλυψις Ιωαννου 4 >

1 μετα ταυτα ειδον και ιδου θυρα ανεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ωσ σαλπιγγοσ λαλουσησ μετ εμου λεγων αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾿ ἐμοῦ, λέγουσα, Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2 και ευθεωσ εγενομην εν πνευματι και ιδου θρονοσ εκειτο εν τω ουρανω και επι τον θρονον καθημενοσ
Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος·
3 ομοιοσ ορασει λιθω ιασπιδι και σαρδιω και ιρισ κυκλοθεν του θρονου ομοιωσ ορασισ σμαραγδινων
καὶ ὁ καθήμενος ἦν ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίνῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοία ὁράσει σμαραγδίνῳ.
4 και κυκλοθεν του θρονου θρονοι εικοσι τεσσαρεσ και επι τουσ θρονουσ τουσ εικοσι τεσσαρασ πρεσβυτερουσ καθημενουσ περιβεβλημενουσ εν ιματιοισ λευκοισ και επι τασ κεφαλασ αυτων στεφανουσ χρυσουσ
Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι καὶ τέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους εἶδον τοὺς εἴκοσι καὶ τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἔσχον ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται και επτα λαμπαδεσ πυροσ καιομεναι ενωπιον του θρονου αυτου αι εισιν επτα πνευματα του θεου
Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ·
6 και ενωπιον του θρονου ωσ θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν
καὶ ἐνώπιον τοῦ θρόνου θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
7 και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχον προσωπον ανθρωπου και το τεταρτον ζωον ομοιον αετω πετομενω
Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετωμένῳ.
8 και τα τεσσαρα ζωα εν καθ εν εχον ανα πτερυγασ εξ κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερασ και νυκτοσ λεγοντεσ αγιοσ αγιοσ αγιοσ κυριοσ ο θεοσ ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενοσ
Καὶ τέσσαρα ζῷα, ἓν καθ᾿ ἑαυτὸ εἶχον ἀνὰ πτέρυγας ἓξ κυκλόθεν, καὶ ἔσωθεν γέμοντα ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός, λέγοντα, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9 και οταν δωσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι του θρονου τω ζωντι εισ τουσ αιωνασ των αιωνων (aiōn g165)
Καὶ ὅταν δώσουσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, (aiōn g165)
10 πεσουνται οι εικοσι τεσσαρεσ πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωντι εισ τουσ αιωνασ των αιωνων και βαλουσιν τουσ στεφανουσ αυτων ενωπιον του θρονου λεγοντεσ (aiōn g165)
πεσοῦνται οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνοῦσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βάλλουσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, (aiōn g165)
11 αξιοσ ει ο κυριοσ και ο θεοσ ημων ο αγιοσ λαβειν την δοξαν και την τιμην και την δυναμιν οτι συ εκτισασ παντα και δια το θελημα σου ησαν και εκτισθησαν
Ἄξιος εἶ, Κύριε, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου εἰσὶ καὶ ἐκτίσθησαν.

< Αποκαλυψις Ιωαννου 4 >