< Αποκαλυψις Ιωαννου 21 >

1 και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτοσ ουρανοσ και η πρωτη γη απηλθον και η θαλασσα ουκ εστιν ετι
Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν. ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ (ἀπῆλθαν, *N(k)O*) καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
2 και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου ητοιμασμενην ωσ νυμφην κεκοσμημενην τω ανδρι αυτησ
καὶ (ἐγὼ Ἰωάννης *K*) τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
3 και ηκουσα φωνησ μεγαλησ εκ του ουρανου λεγουσησ ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαοσ αυτου εσονται και αυτοσ ο θεοσ εσται μετ αυτων
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ (θρόνου *N(K)O*) λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν. καὶ αὐτοὶ (λαοὶ *NK(o)*) αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς μετ᾽ αὐτῶν ἔσται αὐτῶν θεός.
4 και εξαλειψει παν δακρυον απο των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε πενθοσ ουτε κραυγη ουτε πονοσ ουκ εσται ετι οτι τα πρωτα απηλθον
καὶ ἐξαλείψει (ὁ θεὸς *K*) πᾶν δάκρυον (ἐκ *N(k)O*) τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθαν.
5 και ειπεν ο καθημενοσ επι τω θρονω ιδου παντα καινα ποιω και λεγει μοι γραψον οτι ουτοι οι λογοι αληθινοι και πιστοι εισιν
Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ (τῷ θρόνῳ· *N(k)O*) ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει (μοι· *KO*) γράψον ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.
6 και ειπεν μοι γεγονα το αλφα και το ω η αρχη και το τελοσ εγω τω διψωντι δωσω εκ τησ πηγησ του υδατοσ τησ ζωησ δωρεαν
καὶ εἶπέν μοι· (γέγοναν. *N(k)O*) ἐγώ (εἰμι *NK(o)*) τὸ ἄλφα καὶ τὸ ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
7 ο νικων κληρονομησει ταυτα και εσομαι αυτω θεοσ και αυτοσ εσται μοι υιοσ
ὁ νικῶν κληρονομήσει (ταῦτα, *N(k)O*) καὶ ἔσομαι αὐτῷ θεός, καὶ αὐτὸς ἔσται μοι (ὁ *k*) υἱός.
8 τοισ δε δειλοισ και απιστοισ και αμαρτωλοισ και εβδελυγμενοισ και φονευσιν και πορνοισ και φαρμακοισ και ειδωλολατραισ και πασιν τοισ ψευδεσιν το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατοσ ο δευτεροσ (Limnē Pyr g3041 g4442)
(τοῖς *no*) δὲ δειλοῖς καὶ ἀπίστοις (καὶ ἁμαρτωλοῖς *O*) καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ (φαρμάκοις *N(k)O*) καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. (Limnē Pyr g3041 g4442)
9 και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ γεμουσασ των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την γυναικα την νυμφην του αρνιου
Καὶ ἦλθεν (πρὸς με *K*) εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας (τῶν γεμόντων *N(k)O*) τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων· δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
10 και απηνεγκεν με εν πνευματι επ οροσ μεγα και υψηλον και εδειξεν μοι την πολιν την μεγαλην την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου
καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλὸν καὶ ἔδειξέν μοι τὴν πόλιν (τὴν μεγάλην *K*) τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
11 εχουσαν την δοξαν του θεου ο φωστηρ αυτησ ομοιοσ λιθω τιμιωτατω ωσ λιθω ιασπιδι κρυσταλλιζοντι
ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ. (καὶ *k*) ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι
12 εχουσα τειχοσ μεγα και υψηλον εχουσα πυλωνασ δωδεκα και επι τοισ πυλωσιν αγγελουσ δωδεκα και ονοματα επιγεγραμμενα α εστιν ονοματα των δωδεκα φυλων των υιων ισραηλ
ἔχουσα (τε *k*) τεῖχος μέγα καὶ ὑψηλόν, (ἔχουσα *N(k)O*) πυλῶνας δώδεκα καὶ ἐπὶ (τοῖς πυλῶσιν *NK(o)*) ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν (τῶν *k*) υἱῶν Ἰσραήλ·
13 απο ανατολων πυλωνεσ τρεισ και απο βορρα πυλωνεσ τρεισ και απο νοτου πυλωνεσ τρεισ και απο δυσμων πυλωνεσ τρεισ
ἀπὸ (ἀνατολῆς *NK(o)*) πυλῶνες τρεῖς, (καὶ *no*) ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, (καὶ *no*) ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.
14 και το τειχοσ τησ πολεωσ εχον θεμελιουσ δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου
καὶ τὸ τεῖχος τῆς πόλεως (ἔχων *N(k)O*) θεμελίους δώδεκα καὶ (ἐπ᾽ αὐτῶν *N(k)O*) (δώδεκα *no*) ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τουσ πυλωνασ αυτησ και το τειχοσ αυτησ
Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχεν (μέτρον *NO*) κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
16 και η πολισ τετραγωνοσ κειται και το μηκοσ αυτησ οσον το πλατοσ και εμετρησεν την πολιν τω καλαμω επι σταδιουσ δωδεκα χιλιαδων δωδεκα το μηκοσ και το πλατοσ και το υψοσ αυτησ ισα εστιν
καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς (τοσοῦτόν ἐστίν *K*) ὅσον καὶ τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ (σταδίων *NK(o)*) δώδεκα χιλιάδων (δώδεκα, *O*) τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.
17 και εμετρησεν το τειχοσ αυτησ εκατον τεσσαρακοντα τεσσαρων πηχων μετρον ανθρωπου ο εστιν αγγελου
καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς (ἑκατὸν τεσσεράκοντα τεσσάρων *NK(o)*) πηχῶν, μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου.
18 και ην η ενδομησισ του τειχουσ αυτησ ιασπισ και η πολισ χρυσιον καθαρον ομοιον υελω καθαρω
καὶ (ἦν *ko*) ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν (ὅμοιον *N(k)O*) ὑάλῳ καθαρῷ.
19 οι θεμελιοι του τειχουσ τησ πολεωσ παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιοσ ο πρωτοσ ιασπισ ο δευτεροσ σαπφειροσ ο τριτοσ χαλκηδων ο τεταρτοσ σμαραγδοσ
(καὶ *ko*) οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
20 ο πεμπτοσ σαρδονυξ ο εκτοσ σαρδιον ο εβδομοσ χρυσολιθοσ ο ογδοοσ βηρυλλοσ ο ενατοσ τοπαζιον ο δεκατοσ χρυσοπρασοσ ο ενδεκατοσ υακινθοσ ο δωδεκατοσ αμεθυσοσ
ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος (σάρδιον, *N(k)O*) ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
21 και οι δωδεκα πυλωνεσ δωδεκα μαργαριται ανα εισ εκαστοσ των πυλωνων ην εξ ενοσ μαργαριτου και η πλατεια τησ πολεωσ χρυσιον καθαρον ωσ υελοσ διαυγησ
καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται. ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος (διαυγής. *N(k)O*)
22 και ναον ουκ ειδον εν αυτη ο γαρ κυριοσ ο θεοσ ο παντοκρατωρ ναοσ αυτησ εστιν και το αρνιον
καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ ἀρνίον.
23 και η πολισ ου χρειαν εχει του ηλιου ουδε τησ σεληνησ ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνοσ αυτησ το αρνιον
καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν (ἐν *k*) αὐτῇ· ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
24 και περιπατησουσιν τα εθνη δια του φωτοσ αυτησ και οι βασιλεισ τησ γησ φερουσιν αυτω δοξαν και τιμην των εθνων εισ αυτην
καὶ περιπατήσουσιν τὰ ἔθνη (τῶν σωζομένων *K*) (διὰ τοῦ φωτὸς *N(k)O*) αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν (τὴν *NK(O)*) δόξαν (καὶ τὴν τιμὴν *K*) (αὐτῶν *NK(O)*) εἰς αὐτήν.
25 και οι πυλωνεσ αυτησ ου μη κλεισθωσιν ημερασ νυξ γαρ ουκ εσται εκει
καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ.
26 και οισουσιν την δοξαν και την τιμην των εθνων εισ αυτην
καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
27 και ου μη εισελθη εισ αυτην παν κοινον και ποιουν βδελυγμα και ψευδοσ ει μη οι γεγραμμενοι εν τω βιβλιω τησ ζωησ του αρνιου
καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν (κοινὸν *N(k)O*) καὶ (ὁ *no*) (ποιῶν *N(k)O*) βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

< Αποκαλυψις Ιωαννου 21 >